# In epistulam i ad Corinthios (homiliae 1-44) 3.1-31

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44), Οὐ δύναται δὲ ὁ ὀφθαλμὸς εἰπεῖν τῇ χειρὶ, Χρείαν σου οὐκ ἔχω· ἢ πάλιν ἡ κεφαλὴ τοῖς ποσὶ, Χρείαν ὑμῶν οὐκ ἔχω.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-i-ad-corinthios-homiliae-1-44/3.1-31

Εἰ τοίνυν καὶ τὰ μεγάλα ἀπολεῖται τῶν μικρῶν ἀποῤῥαγέντων, ὁμοίως ὀφείλει ταῦτα τῶν μικρῶν φροντίζειν, καὶ οὕτως ὡς ἑαυτῶν, ἅτε ἐν τῇ τούτων σωτηρίᾳ καὶ τῶν μειζόνων μενόντων. Ὥστε κἂν μυριάκις λέγῃς, ὅτι ἄτιμον τὸ μέλος καὶ ἔλαττον, ἀλλ' ἐὰν μὴ ὁμοίως προνοῇς, ὡς καὶ σαυτοῦ, ἀλλ' ὡς ἐλάττονος ἀμελῇς, ἡ βλάβη εἰς σὲ διαβήσεται. Διὰ τοῦτο οὐκ εἶπεν, Ἵνα ὑπὲρ ἀλλήλων μόνον μεριμνῶσι τὰ μέλη, ἀλλὰ προσέθηκεν, Ἵνα τὸ αὐτὸ ὑπὲρ ἀλλήλων μεριμνῶσι, τουτέστιν, ὁμοίας καὶ τῆς αὐτῆς τῷ μεγάλῳ καὶ ὁ μικρὸς ἀπολαύῃ προνοίας. Μὴ τοίνυν εἴπῃς, ὅτι Ὁ δεῖνα ὁ τυχών ἐστιν, ἀλλ' ἐννόησον ὅτι μέλος ἐστὶν ἐκείνου τοῦ σώματος τοῦ τὸ πᾶν συγκρατοῦντος· καὶ ὥσπερ ὁ ὀφθαλμὸς, οὕτω καὶ οὗτος ποιεῖ σῶμα εἶναι τὸ σῶμα. Ἔνθα γὰρ ἂν τὸ σῶμα οἰκοδομῆται, οὐδεὶς οὐδὲν τοῦ πλησίον ἔχει πλέον, Οὐδὲ γὰρ τοῦτο ποιεῖ σῶμα, τὸ εἶναι τὸ μὲν μεῖζον, τὸ δὲ ἔλαττον, ἀλλὰ τὸ πολλὰ εἶναι καὶ διάφορα. Ὥσπερ γὰρ σὺ, ἐπειδὴ μείζων εἶ, τὸ σῶμα συνέστησας, οὕτω καὶ οὗτος, ἐπειδὴ ἐλάττων. Ὥστε ἡ ἐλάττωσις αὐτοῦ, ὅταν δέῃ τὸ σῶμα οἰκοδομεῖν, ἰσότιμός σοι γίνεται εἰς τὸν καλὸν τοῦτον ἔρανον· τὸ γὰρ αὐτό σοι δύναται· καὶ δῆλον ἐκεῖθεν. Μὴ ἔστω ἔλαττόν τι καὶ μεῖζον μέλος, μηδὲ τίμιον καὶ ἀτιμότερον, ἀλλ' ἔστω πάντα ὀφθαλμὸς, ἢ πάντα κεφαλή· οὐκ ἀπολεῖται τὸ σῶμα; Παντί που δῆλον. Πάλιν ἂν πάντα ἐλάττονα ᾖ, τὸ αὐτὸ συμβήσεται· ὥστε καὶ ταύτῃ ἰσοῦται τὰ ἐλάττω. Εἰ δὲ δεῖ τι καὶ πλέον εἰπεῖν, ἵνα μένῃ σῶμα, ἐλάττων ἐστὶν ὁ ἐλάττων· ὥστε διὰ σέ ἐστιν ἐλάττων, ἵνα σὺ μένῃς μέγας ὤν. Διὰ τοῦτο καὶ τὴν αὐτὴν ἀπαιτεῖ παρὰ πάντων πρόνοιαν· καὶ εἰπὼν, Ἵνα τὸ αὐτὸ ὑπὲρ ἀλλήλων μεριμνῶσι τὰ μέλη, ἑρμηνεύει τὸ αὐτὸ τοῦτο πάλιν, λέγων· Καὶ εἴτε πάσχει ἓν μέλος, συμπάσχει πάντα τὰ μέλη· εἴτε δοξάζεται ἓν μέλος, συγχαίρει πάντα τὰ μέλη. Διὰ γὰρ τοῦτο, φησὶ, καὶ τὴν πρόνοιαν κοινὴν ἐποίησεν, ἐν τοσαύτῃ διαφορᾷ κατασκευάσας ἕνωσιν, ἵνα καὶ τῶν ἀποβαινόντων πολλὴ ἡ κοινωνία ᾖ. Εἰ γὰρ ἡ τοῦ πλησίον πρόνοια σωτηρία κοινή ἐστιν, ἀνάγκη καὶ τὴν δόξαν καὶ τὴν ἀθυμίαν εἶναι κοινήν. Τρία τοίνυν ἐνταῦθα ἀπαιτεῖ· τὸ μὴ σχίζεσθαι, ἀλλ' ἡνῶσθαι μετὰ ἀκριβείας, τὸ προνοεῖν ὁμοίως ἀλλήλων, τὸ κοινὰ τὰ συμβαίνοντα ἡγεῖσθαι. Καὶ ἀνωτέρω μέν φησιν, ὅτι περισσοτέραν ἔδωκε τιμὴν τῷ ὑστεροῦντι διὰ τὸ δεῖσθαι, δεικνὺς ὅτι αὐτὸ τὸ ἠλαττῶσθαι μείζονος τιμῆς πρόξενον γέγονεν· ἐνταῦθα δὲ καὶ κατὰ τὸν τῆς προνοίας ἐξισοῖ λόγον αὐτὰ τῆς ὑπ' ἀλλήλων γινομένης. Διὰ γὰρ τοῦτο καὶ μείζονος ἐποίησεν ἀπολαῦσαι τιμῆς, φησὶν, ἵνα μὴ ἐλάττονος ἀπολαύῃ προνοίας. Οὐκ ἐντεῦθεν δὲ μόνον, ἀλλὰ καὶ ἐκ τῶν συμβαινόντων χρηστῶν καὶ λυπηρῶν ἀλλήλοις συνδέδεται τὰ μέλη. Καὶ γὰρ τῇ πτέρνῃ πολλάκις προσπαγείσης ἀκάνθης, ὅλον τὸ σῶμα αἰσθάνεται, καὶ μεριμνᾷ, καὶ νῶτος κάμπτεται, καὶ γαστὴρ καὶ μηροὶ συντέλλονται, καὶ χεῖρες, καθάπερ δορυφόροι καὶ ὑπηρέται προϊόντες, ἀνέλκουσι τὸ παγὲν, καὶ κεφαλὴ ἐπικύπτει, καὶ ὀφθαλμοὶ μετὰ πολλῆς ὁρῶσι τῆς φροντίδος. Ὥστε εἰ καὶ ἔλαττον ἔχει τῷ μὴ δύνασθαι ἀνελθεῖν ὁ ποῦς, ἀλλὰ τῷ τὴν κεφαλὴν καταγαγεῖν τὸ ἴσον ἔσχε, καὶ τῆς αὐτῆς ἀπέλαυσε τιμῆς, καὶ μάλιστα ὅταν μὴ χάριτι καταφέρωσιν αὐτὴν οἱ πόδες, ἀλλ' ὀφειλῇ. Ὥστε εἰ τῷ τιμιωτέρα εἶναι πλεονεκτεῖ, τῷ καὶ τοιαύτη οὖσα τῷ ἐλάττονι τὴν τιμὴν ὀφείλειν καὶ τὴν κηδεμονίαν, καὶ τῷ ὁμοίως ὡσαύτως συναλγεῖν ἰσότητα δείκνυσι πολλήν. Τί γὰρ πτέρνης εὐτελέστερον; τί δὲ κεφαλῆς τιμιώτερον; Ἀλλὰ τοῦτο πρὸς ἐκεῖνο βαδίζει τὸ μέλος, καὶ πάντα μεθ' ἑαυτῆς συγκινεῖ. Πάλιν ἂν ὀφθαλμοί τι πάθωσι, πάντα ἀλγεῖ, καὶ πάντα ἐν ἀργίᾳ, καὶ οὔτε πόδες βαδίζουσιν, οὔτε χεῖρες ἐργάζονται, οὔτε γαστὴρ ἀπολαύει τῶν εἰωθότων· καίτοι τὸ πάθος τῶν ὀφθαλμῶν ἐστι. Τί τήκεις τὴν γαστέρα; τί κατέχεις τοὺς πόδας; τί δεσμεῖς τὰς χεῖρας; Ὅτι ἐκείνοις συνδέδεται, καὶ ἀῤῥήτως τὸ πᾶν πάσχει σῶμα. Εἰ γὰρ μὴ συνέπασχεν, οὐδ' ἂν ἠνέσχετο κοινωνεῖν τῆς προνοίας. Διόπερ εἰπὼν, Ἵνα τὸ αὐτὸ ὑπὲρ ἀλλήλων μεριμνῶσι τὰ μέλη, ἐπήγαγεν· Εἴτε πάσχει ἓν μέλος, συμπάσχει πάντα τὰ μέλη· εἴτε δοξάζεται ἓν μέλος, συγχαίρει πάντα τὰ μέλη. Καὶ πῶς συγχαίρει, φησί; Στεφανοῦται ἡ κεφαλὴ, καὶ ἅπας ὁ ἄνθρωπος δοξάζεται· λέγει τὸ στόμα, καὶ γελῶσιν ὀφθαλμοὶ καὶ εὐφραίνονται· καίτοι οὐ τοῦ κάλλους τῶν ὀφθαλμῶν, ἀλλὰ τῆς γλώττης ἡ εὐδοκίμησις. Πάλιν ὀφθαλμῶν καλῶν φαινομένων, ἡ πᾶσα γυνὴ καλλωπίζεται· ὥσπερ οὖν καὶ οὗτοι, καὶ ῥινὸς εὐθείας καὶ αὐχένος ὀρθοῦ καὶ ἑτέρων μελῶν ἐγκωμιαζομένων, γεγήθασι καὶ φαιδροὶ γίνονται, καὶ δακρύουσι πάλιν μετὰ πολλῆς τῆς δαψιλείας ἐν ταῖς ὀδύναις αὐτῶν καὶ ταῖς συμφοραῖς, κἂν ἀσινεῖς αὐτοὶ διαμένωσι.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg156.local001/.
