# In epistulam i ad Corinthios (homiliae 1-44) 3.1-33

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44), Ἡ ἀγάπη μακροθυμεῖ, χρηστεύεται, οὐ ζηλοῖ, οὐ περπερεύεται, οὐ φυσιοῦται.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-i-ad-corinthios-homiliae-1-44/3.1-33

Εἶδες καὶ ἐν γυναικὶ ψυχὴν ἀποστολικήν; Καθάπερ γὰρ ὁ Παῦλος εἵλετο (ὡς ἂν εἰ μεγάλῳ τις μικρὸν παραβάλοι) ὑπὲρ Ἰουδαίων ἀνάθεμα γενέσθαι, οὕτω καὶ αὕτη, ἵνα ὁ παῖς εὐλογηθῇ, καὶ καταραθῆναι εἵλετο. Καὶ τῶν μὲν ἀγαθῶν ἐκείνῳ παρεχώρει· οὐ γὰρ δὴ μετ' ἐκείνου εὐλογεῖσθαι ἔμελλε· τὰ δὲ κακὰ αὐτὴ μόνη παρεσκευάζετο ὑπομένειν· ἀλλ' ὅμως ἔχαιρε καὶ ἠπείγετο, καὶ ταῦτα τοσούτου κινδύνου προκειμένου, καὶ τῇ μελλήσει τῶν πραγμάτων ἐδυσχέραινε. Καὶ γὰρ ἐδεδοίκει μὴ προλαβὼν ὁ Ἡσαῦ ματαίαν αὐτῆς ποιήσῃ τὴν σοφίαν. Διὸ καὶ συντέμνει τὰ ῥήματα, καὶ ἐπείγει τὸν νεανίσκον, καὶ ἀφεῖσα ἀντειπεῖν πρὸς τὰ εἰρημένα, λογισμὸν ἱκανὸν πεῖσαι αὐτὸν λέγει. Οὐδὲ γὰρ εἶπεν, Εἰκῆ ταῦτα λέγεις καὶ μάτην δέδοικας, τοῦ πατρός σου γεγηρακότος καὶ τὸ τρανὸν τῆς αἰσθήσεως ἀφῃρημένου, ἀλλὰ τί; Ἐπ' ἐμὲ ἡ κατάρα σου, τέκνον· μόνον σὺ μὴ διαφθείρῃς τὸ δρᾶμα, μηδὲ ἀπολέσῃς τὸ θήραμα, μηδὲ τὸν θησαυρὸν προδῷς. Αὐτὸς δὲ οὗτος ὁ Ἰακὼβ οὐχὶ ἐθήτευε παρὰ τῷ συγγενεῖ δὶς ἔτη ἑπτά; οὐχὶ μετὰ τῆς δουλείας καὶ γέλωτα ὦφλεν ὑπὲρ τῆς ἀπάτης ἐκείνης; Τί οὖν; ἆρα ᾔσθετο τοῦ γέλωτος; ἆρα ἀσχημονεῖν ἐνόμιζεν ὅτι ἐλεύθερος ὢν καὶ ἐξ ἐλευθέρων καὶ τραφεὶς εὐγενῶς, τὰ τῶν δούλων ὑπέμεινε παρὰ τοῖς προσήκουσιν; ὃ μάλιστα δάκνειν εἴωθεν, ὅταν παρὰ τοῖς γνωρίμοις τις τὰ ἐπονείδιστα πάσχῃ. Οὐδαμῶς· τὸ δὲ αἴτιον ἡ ἀγάπη, ἣ καὶ τὸν χρόνον πολὺν ὄντα ὀλίγον ἀπέφηνεν. Ἦσαν γὰρ, φησὶ, ἐνώπιον αὐτοῦ ὡσεὶ ἡμέραι ὀλίγαι. Τοσοῦτον ἀπεῖχε τοῦ δάκνεσθαι καὶ ἐρυθριᾷν ἐπὶ τῇ δουλείᾳ ταύτῃ. Εἰκότως οὖν ἔλεγεν ὁ μακάριος Παῦλος, Ἡ ἀγάπη οὐκ ἀσχημονεῖ· οὐ ζητεῖ τὰ ἑαυτῆς, οὐ παροξύνεται. Εἰπὼν γὰρ, ὅτι Οὐκ ἀσχημονεῖ, δείκνυσι καὶ τὸν τρόπον, δι' ὃν οὐκ ἀσχημονεῖ. Τίς δὲ ὁ τρόπος; Ὅτι οὐ ζητεῖ τὰ ἑαυτῆς. Τὸν γὰρ ἀγαπώμενον πάντα εἶναι νομίζει, καὶ τότε ἀσχημονεῖ, ὅταν μὴ δυνηθῇ ἀπαλλάξαι ἐκεῖνον ἀσχημονοῦντα· ὡς ἐὰν ἐξῇ διὰ τῆς ἀσχημοσύνης τῆς ἑαυτοῦ τὸν ἀγαπώμενον ὠφελῆσαι, οὐδὲ ἀσχημοσύνην τὸ πρᾶγμα εἶναι νομίζει· ἐκεῖνος γὰρ αὐτός ἐστι λοιπόν. Τοῦτο γάρ ἐστι φιλία, μηκέτι εἶναι τὸν φιλοῦντα καὶ τὸν φιλούμενον δύο διῃρημένους, ἀλλ' ἕνα τινὰ ἄνθρωπον· ὅπερ οὐδαμόθεν, ἀλλ' ἢ ἀπὸ τῆς ἀγάπης γίνεται. Μὴ τοίνυν ζήτει τὸ σὸν, ἵνα εὕρῃς τὸ σόν. Ὁ γὰρ ζητῶν τὸ ἑαυτοῦ, οὐχ εὑρίσκει τὸ ἑαυτοῦ. Διὸ καὶ ὁ Παῦλος ἔλεγε, Μηδεὶς τὸ ἑαυτοῦ ζητείτω, ἀλλὰ τὸ τοῦ πλησίον ἕκαστος. Τὸ γὰρ οἰκεῖον συμφέρον ἐν τῷ τοῦ πλησίον συμφέροντι κεῖται, καὶ τὸ ἐκείνου ἐν τούτῳ. Ὥσπερ οὖν εἴ τις χρυσίον ἴδιον ἐν τῇ οἰκίᾳ τῇ τοῦ πλησίον κατωρυγμένον εἰ παραιτοῖτο ἐλθὼν ἐκεῖ ζητεῖν καὶ ἀνορύττειν, οὐδέποτε αὐτὸ ὄψεται· οὕτω καὶ ἐνταῦθα ὁ μὴ βουλόμενος καὶ ἐν τῇ τοῦ πλησίον ὠφελείᾳ τὸ οἰκεῖον συμφέρον ζητεῖν, οὐκ ἐπιτεύξεται τῶν ὑπὲρ τούτου στεφάνων. Καὶ γὰρ ὁ Θεὸς διὰ τοῦτο οὕτως αὐτὸ κατέθηκεν, ἵνα ὦμεν ἀλλήλοις συνδεδεμένοι. Καὶ ὥσπερ τις παιδίον ὑπνηλὸν διεγείρων τῷ ἀδελφῷ κατακολουθεῖν, ὅταν οἴκοθεν μὴ βούλοιτο, τὸ ἐπιθυμητὸν αὐτῷ καὶ ἐπέραστον ἐγχειρίζει τῷ ἀδελφῷ, ἵνα ἐπιθυμίᾳ τοῦ λαβεῖν καταδιώκῃ τὸν κατέχοντα, ὃ δὴ καὶ γίνεται· οὕτω καὶ ἐνταῦθα τὸ ἑκάστῳ συμφέρον τῷ πλησίον ἔδωκεν, ἵνα ἀλλήλων ἐντεῦθεν κατατρέχωμεν, καὶ μὴ ὦμεν διεσπασμένοι. Καὶ εἰ βούλει, τοῦτο καὶ ἐφ' ἡμῶν ἰδὲ τῶν λεγόντων· τὸ γὰρ ἐμοὶ συμφέρον ἐν σοὶ κεῖται, καὶ τὸ σοὶ λυσιτελοῦν, ἐν ἐμοί. Καὶ γὰρ σοὶ συμφέρει τὸ διδάσκεσθαι τὰ τῷ Θεῷ δοκοῦντα, ἀλλὰ τοῦτο ἐπιστεύθην ἐγὼ, ἵνα παρ' ἐμοῦ σὺ αὐτὸ λάβῃς, καὶ διὰ τοῦτο ἀναγκασθῇς δραμεῖν ἐπ' ἐμέ· καὶ ἐμοὶ συμφέρει, τὸ σὲ βελτίω γενέσθαι· μισθὸν γὰρ τούτου λήψομαι πολύν· ἀλλὰ τοῦτο πάλιν κεῖται ἐν σοὶ, καὶ διὰ τοῦτο ἀναγκάζομαί σε καταδιώκειν, ἵνα σὺ ᾖς βελτίων, καὶ τὸ ἐμοὶ συμφέρον παρὰ σοῦ λαμβάνω. Διὸ καὶ Παῦλος ἔλεγε, Τίς γὰρ μού ἐστιν ἡ ἐλπίς; ἢ οὐχὶ καὶ ὑμεῖς; καὶ πάλιν, Ἡ ἐλπίς μου, καὶ ἡ χαρά μου, καὶ ὁ στέφανος τῆς καυχήσεώς μου. Ὥστε ἡ Παύλου χαρὰ οἱ μαθηταὶ ἦσαν, καὶ τὴν ἐκείνου χαρὰν ἐκεῖνοι εἶχον. Διὰ τοῦτο καὶ ἐδάκρυεν, εἴ ποτε εἶδεν ἀπολλυμένους. Πάλιν τὸ ἐκείνων συμφέρον ἐν τῷ Παύλῳ ἦν· διὸ καὶ ἔλεγεν· Ὑπὲρ τῆς ἐλπίδος τοῦ Ἰσραὴλ τὴν ἄλυσιν ταύτην περίκειμαι· καὶ πάλιν, Ταῦτα πάσχω διὰ τοὺς ἐκλεκτοὺς, ἵνα ζωῆς αἰωνίου τύχωσι. Τοῦτο καὶ ἐπὶ τῶν βιωτικῶν ἴδοι τις ἄν· Ἡ γὰρ γυνὴ, φησὶ, τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει, οὐδὲ ὁ ἀνὴρ, ἀλλ' ἡ γυνὴ τοῦ ἀνδρὸς, καὶ ὁ ἀνὴρ τοῦ τῆς γυναικός. Οὕτω καὶ ἡμεῖς ὅταν τινὰς συνδῆσαι θελήσωμεν, τοῦτο ποιῶμεν· οὐδένα ἑαυτοῦ κύριον ἀφίεμεν, ἀλλὰ μέσην ἄλυσιν ἐκτείνοντες, τοῦτον ὑπ' ἐκείνου καὶ ἐκεῖνον ὑπὸ τούτου κρατεῖσθαι παρασκευάζομεν. Βούλει καὶ ἐπὶ τῶν ἀρχόντων τοῦτο ἰδεῖν; Ὁ δικάζων οὐχ ἑαυτῷ κάθηται κρίνων, ἀλλὰ τὸ τῶν πλησίον συμφέρον ζητῶν. Οἱ ἀρχόμενοι πάλιν τὸ τῷ ἄρχοντι συμφέρον ζητοῦσι διὰ τῆς θεραπείας, διὰ τῆς διακονίας, διὰ τῶν ἄλλων ἁπάντων. Οἱ στρατιῶται ὑπὲρ ἡμῶν ὅπλα τίθενται· δι' ἡμᾶς γὰρ κινδυνεύουσιν· ἡμεῖς ὑπὲρ ἐκείνων ταλαιπωρούμεθα· παρ' ἡμῶν γὰρ αὐτοῖς αἱ τροφαί.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg156.local001/.
