# In epistulam i ad Corinthios (homiliae 1-44) 3.1-34

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44), Εἴτε δὲ προφητεῖαι καταργηθήσονται, εἴτε γλῶσσαι παύσονται, εἴτε γνῶσις καταργηθήσεται.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-i-ad-corinthios-homiliae-1-44/3.1-34

Ἡ μὲν γὰρ πίστις καὶ ἡ ἐλπὶς τῶν πιστευθέντων καὶ τῶν ἐλπισθέντων παραγενομένων ἀγαθῶν, παύεται. Καὶ τοῦτο δηλῶν ὁ Παῦλος ἔλεγεν· Ἐλπὶς γὰρ βλεπομένη, οὐκ ἔστιν ἐλπίς· ὃ γὰρ βλέπει τις, τί καὶ ἐλπίζει; καὶ πάλιν, Ἔστι δὲ πίστις ἐλπιζομένων ὑπόστασις, πραγμάτων ἔλεγχος οὐ βλεπομένων. Ὥστε αὗται μὲν παύονται φανέντων ἐκείνων· ἡ δὲ ἀγάπη τότε μάλιστα αἴρεται, καὶ γίνεται σφοδροτέρα. Ἕτερον πάλιν ἐγκώμιον τῆς ἀγάπης· οὐδὲ γὰρ ἀρκεῖται τοῖς ἔμπροσθεν, ἀλλὰ καὶ ἄλλο φιλονεικεῖ πάλιν εὑρεῖν. Σκόπει δέ· Εἶπεν αὐτὴν χάρισμα εἶναι μέγα καὶ ὁδὸν τούτων καθ' ὑπερβολήν· εἶπε χωρὶς αὐτῆς μηδὲν μέγα ὠφελεῖν τὰ χαρίσματα, ὑπέγραψεν αὐτῆς διὰ πολλῶν τὴν εἰκόνα· βούλεται πάλιν καὶ ἑτέρως αὐτὴν ἐπᾶραι, καὶ δεῖξαι μεγάλην οὖσαν ἐκ τοῦ διαμένειν· διὸ καὶ ἔλεγε, Νυνὶ δὲ μένει πίστις, ἐλπὶς, ἀγάπη, τὰ τρία ταῦτα· μείζων δὲ τούτων ἡ ἀγάπη. Πῶς οὖν μείζων ἡ ἀγάπη; Τῷ ἐκεῖνα διαβαίνειν. Εἰ τοίνυν τοσαύτη ἡ ἰσχὺς τῆς ἀγάπης, εἰκότως ἐπάγει λέγων, Διώκετε τὴν ἀγάπην. Καὶ γὰρ διώξεως χρεία καὶ δρόμου τινὸς σφοδροῦ ἐπ' αὐτήν· οὕτως ἡμῶν ἀπέπτη, καὶ τοσαῦτα τὰ ὑποσκελίζοντα τὸν ἐκεῖσε δρόμον. Διὸ καὶ πολλῆς ἡμῖν δεῖ τῆς σφοδρότητος, ὥστε αὐτὴν καταλαβεῖν. Ὅπερ ἐνδεικνύμενος ὁ Παῦλος οὐκ εἶπεν, Ἀκολουθεῖτε τῇ ἀγάπῃ, ἀλλὰ, Διώκετε αὐτὴν, διεγείρων ἡμᾶς καὶ ἀνάπτων πρὸς τὴν ἐκείνης ἀντίληψιν. Καὶ γὰρ ὁ Θεὸς ἐξαρχῆς μυρία ὑπὲρ τοῦ ταύτην ἡμῖν ἐμφυτεῦσαι ἐμηχανήσατο· καὶ γὰρ μίαν ἅπασιν ἔδωκε κεφαλὴν, τὸν Ἀδάμ. Διὰ τί γὰρ μὴ ἐκ γῆς γινόμεθα πάντες; διὰ τί μὴ τέλειοι, ὡς ἐκεῖνος; Ἵνα καὶ οἱ τόκοι καὶ αἱ παιδοτροφίαι, καὶ τὸ ἐξ ἀλλήλων φύεσθαι, συνδήσωσι πρὸς ἀλλήλους ἡμᾶς. Διὰ τοῦτο οὐδὲ τὴν γυναῖκα ἐποίησεν ἀπὸ γῆς. Ἐπειδὴ γὰρ οὐκ ἤρκει δυσωπῆσαι πρὸς ὁμόνοιαν ἡμᾶς ὁμοίως, τὸ τῆς αὐτῆς οὐσίας εἶναι, εἰ μὴ καὶ τὸν αὐτὸν ἔχοιμεν πρόγονον, καὶ τοῦτο κατεσκεύασεν. Εἰ γὰρ νῦν τόποις διεστηκότες μόνοις, ἀλλοτρίους εἶναι νομίζομεν ἑαυτοὺς ἀλλήλων· εἰ δύο τὸ γένος ἡμῶν ἔσχεν ἀρχὰς, πολλῷ μᾶλλον ἂν τοῦτο ἐγένετο. Διὰ δὴ τοῦτο, ὥσπερ ἀπό τινος μιᾶς κεφαλῆς, τὸ πᾶν ἔδησε σῶμα τοῦ τῶν ἀνθρώπων γένους. Καὶ ἐπειδήπερ ἐξαρχῆς δύο τινὲς ἐδόκουν εἶναι, ὅρα πῶς αὐτοὺς συγκολλᾷ πάλιν καὶ εἰς ἓν συνάγει διὰ τοῦ γάμου· Ἀντὶ τούτου γὰρ καταλείψει, φησὶν, ἄνθρωπος τὸν πατέρα αὑτοῦ καὶ τὴν μητέρα, καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὑτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν. Καὶ οὐκ εἶπεν, Ἡ γυνὴ, ἀλλ' Ὁ ἄνθρωπος, ἐπειδὴ καὶ μείζων ἡ ἐπιθυμία ἐν ἐκείνῳ. Καὶ γὰρ καὶ μείζονα αὐτὴν διὰ τοῦτο ἐποίησεν, ἵνα τὸ ὑπερέχον κατακάμψῃ τῇ τυραννίδι τούτου τοῦ ἔρωτος, καὶ ὑποτάξῃ τῷ ἀσθενεστέρῳ. Ἐπειδὴ δὲ καὶ γάμον ἔδει εἰσαχθῆναι, τὸν ἐξ οὗ γέγονε, τοῦτον ἄνδρα ἐποίησε τῇ γυναικί. Πάντα γὰρ ἀγάπης τῷ Θεῷ δεύτερα. Εἰ γὰρ οὕτω γενομένων ὁ πρῶτος εὐθέως οὕτως ἐμάνη, καὶ τοσαύτην μάχην ὁ διάβολος καὶ βασκανίαν ἐνέσπειρε, τί οὐκ ἂν εἰργάσατο, εἰ μὴ ἀπὸ μιᾶς ῥίζης ἐβλάστησαν; Εἶτα ἵνα τὸ μὲν ὑποτάττηται, τὸ δὲ ἄρχῃ τὸ γὰρ ὁμότιμον οἶδε πολλάκις μάχην εἰςάγειν· οὐκ ἀφῆκε δημοκρατίαν εἶναι, ἀλλὰ βασιλείαν, καὶ καθάπερ ἐν στρατοπέδῳ, ταύτην ἄν τις ἴδοι τὴν διάταξιν καθ' ἑκάστην οἰκίαν. Ἔστι γοῦν ἐν τάξει μὲν βασιλέως ὁ ἀνὴρ, ἐν τάξει δὲ ὑπάρχου ἡ γυνὴ καὶ στρατηγοῦ· καὶ οἱ παῖδες δὲ ἀρχὴν κεκλήρωνται τρίτην· εἶτα μετὰ ταῦτα ἀρχὴ τετάρτη ἡ τῶν οἰκετῶν· καὶ γὰρ καὶ οὗτοι κρατοῦσι τῶν ἐλαττόνων, καὶ εἷς τις πολλάκις τοῖς πᾶσιν ἐφέστηκε, τὴν τοῦ δεσπότου τάξιν διατηρῶν, πλὴν ὡς οἰκέτης. Καὶ μετὰ ταύτης ἑτέρα πάλιν ἀρχὴ καὶ ἐν αὐτοῖς ἡ τῶν γυναικῶν, ἡ τῶν παίδων, καὶ ἐν αὐτοῖς τοῖς παισὶ πάλιν ἑτέρα κατὰ τὴν ἡλικίαν καὶ κατὰ τὴν φύσιν· οὐδὲ γὰρ ἐν τοῖς παιδίοις ὁμοίως τὸ θῆλυ κρατεῖ. Καὶ πανταχοῦ δι' ὀλίγου καὶ πυκνὰς ἐποίησε τὰς ἀρχὰς ὁ Θεὸς, ἵνα πάντα ἐν ὁμονοίᾳ μένῃ καὶ εὐταξίᾳ πολλῇ. Διὰ τοῦτο καὶ πρὶν εἰς πλῆθος ἐξενεχθῆναι τὸ γένος, δύο μόνων ὄντων τῶν πρώτων, τῷ μὲν ἄρχειν, τῇ δὲ ἄρχεσθαι ἐκέλευσε. Καὶ ἵνα μὴ ὡς ἐλάττονος καταφρονῇ πάλιν καὶ ἀποσχίζηται, ὅρα πῶς αὐτὴν ἐτίμησέ τε καὶ ἥνωσε καὶ πρὸ τῆς δημιουργίας. Ποιήσωμεν γὰρ αὐτῷ, φησὶ, βοηθόν· δεικνὺς ὅτι εἰς χρείαν αὐτοῦ γέγονε, καὶ ταύτῃ συνάγων αὐτὸν πρὸς τὴν δι' αὐτὸν γεγενημένην. Καὶ γὰρ πρὸς ταῦτα οἰκειότερον διακείμεθα τὰ δι' ἡμᾶς πραχθέντα. Ἵνα δὲ μὴ ἐπαίρηται πάλιν ἐκείνη, ὡς εἰς βοήθειαν αὐτῷ δοθεῖσα, καὶ τὸν δεσμὸν ἀποῤῥήξῃ τοῦτον, ἀπὸ τῆς πλευρᾶς αὐτὴν ποιεῖ, δεικνὺς ὅτι μέρος τοῦ παντός ἐστιν αὕτη τοῦ σώματος. Ἵνα δὲ μηδὲ ὁ ἀνὴρ ἐντεῦθεν ἐπαίρηται, οὐκέτι ἀφίησιν εἶναι μόνου, ὃ μόνου τὸ πρότερον ἐγένετο, ἀλλὰ τοὐναντίον ἐποίησε τούτῳ, τὴν παιδοποιίαν εἰσαγαγὼν, κἂν τούτῳ προτιμήσας μὲν τὸν ἄνδρα, οὐ μὴν τὸ πᾶν ἀφεὶς εἶναι αὐτοῦ.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg156.local001/.
