# In epistulam i ad Corinthios (homiliae 1-44) 3.1-35

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44), Διώκετε τὴν ἀγάπην· ζηλοῦτε δὲ τὰ πνευματικὰ, μᾶλλον δὲ ἵνα προφητεύητε.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-i-ad-corinthios-homiliae-1-44/3.1-35

Μὴ γὰρ δὴ νομίσῃς, ὅτι ἐφ' ἡμῶν τοῦτο μόνον συμβαίνει, φησὶν, ἀλλὰ καὶ ἐπὶ πάντων τοῦτο γινόμενον ἴδοι τις ἄν. Ὥστε οὐ διαβάλλων τὴν φωνὴν ταῦτα λέγω, ἀλλὰ δεικνὺς, ὅτι ἐμοὶ ἀνωφελὴς, ἕως ἂν ᾖ ἀσαφής. Εἶτα ἵνα μὴ ἐπαχθῆ ποιήσῃ τὴν κατηγορίαν, ἐξισάζει τὸ ἔγκλημα, λέγων· Ἐκεῖνος ἐμοὶ βάρβαρος, κἀγὼ ἐκείνῳ· οὐ παρὰ τὴν φύσιν τῆς φωνῆς, ἀλλὰ παρὰ τὴν ἡμετέραν ἄγνοιαν. Εἶδες πῶς κατὰ μικρὸν ἐπὶ τὸ συγγενὲς ἤγαγεν; ὅπερ ἔθος αὐτῷ ποιεῖν, πόῤῥωθεν ἕλκειν τὰ ὑποδείγματα, καὶ πρὸς τὸ οἰκειότερον τῷ ὑποκειμένῳ τελευτᾷν. Ἐπειδὴ γὰρ εἶπε περὶ αὐλοῦ καὶ κιθάρας, ἔνθα πολὺ τὸ ἀποδέον ἦν καὶ ἀνόνητον, ἔρχεται ἐπὶ τὴν σάλπιγγα, τὸ χρησιμώτερον, εἶτα ἐκεῖθεν καὶ ἐπ' αὐτὴν λοιπὸν τὴν φωνήν. Οὕτω καὶ ἔμπροσθεν ὅτε περὶ τοῦ δεῖξαι μὴ κεκωλυμένον τὸ λαμβάνειν τοὺς ἀποστόλους διελέγετο, ἀρξάμενος πρῶτον ἀπὸ γεωργῶν καὶ ποιμένων καὶ στρατιωτῶν, τότε καὶ ἐπὶ τὸ ἐγγύτερον τῷ προκειμένῳ τὸν λόγον ἤγαγε, τοὺς ἱερεῖς τοὺς ἐν τῇ Παλαιᾷ. Σὺ δέ μοι σκόπει, πῶς πανταχοῦ ἐσπούδακεν ἀπαλλάξαι τὸ χάρισμα κατηγορίας, καὶ περιστῆσαι τὸ ἔγκλημα εἰς τοὺς εἰληφότας. Οὐ γὰρ εἶπεν, Ἔσομαι βάρβαρος, ἀλλὰ, Τῷ λαλοῦντι βάρβαρος. Καὶ πάλιν οὐκ εἶπεν, Ὁ λαλῶν βάρβαρος, ἀλλ', Ὁ ἐμοὶ λαλῶν βάρβαρος. Τί οὖν δεῖ γενέσθαι; φησίν. Οὐ γὰρ μόνον οὐ διαβάλλειν χρὴ, ἀλλὰ καὶ παραινεῖν καὶ διδάσκειν· ὃ δὴ καὶ αὐτὸς ποιεῖ. Ἐπειδὴ γὰρ ἐνεκάλεσε καὶ ἐπετίμησε καὶ τὸ ἀνωφελὲς ἔδειξε, καὶ συμβουλεύει λοιπὸν λέγων· Οὕτω καὶ ὑμεῖς, ἐπεὶ ζηλωταί ἐστε πνευμάτων, πρὸς τὴν οἰκοδομὴν τῆς Ἐκκλησίας ζητεῖτε, ἵνα περισσεύητε. Εἶδες αὐτοῦ τὸν σκοπὸν πανταχοῦ, πῶς πρὸς ἓν ὁρᾷ διηνεκῶς καὶ διὰ πάντων, τὸ τοῖς πολλοῖς χρήσιμον, τὸ τὴν Ἐκκλησίαν ὠφελοῦν, ὥσπερ τινὰ κανόνα τοῦτο τιθείς; Καὶ οὐκ εἶπεν, Ἵνα κτήσησθε τὰ χαρίσματα, ἀλλ', Ἵνα καὶ περισσεύητε, τουτέστιν, ἵνα καὶ μετὰ δαψιλείας πολλῆς αὐτὰ ἔχητε. Τοσοῦτον γὰρ ἀπέχω τοῦ μὴ βούλεσθαι ἔχειν ὑμᾶς αὐτὰ, ὅτι καὶ περισσεύειν ὑμᾶς ἐν αὐτοῖς βούλομαι, μόνον ἂν εἰς τὸ κοινῇ συμφέρον αὐτὰ μεταχειρίζητε. Καὶ πῶς αὐτὸ τοῦτο γένοιτο, φησὶ, καὶ ἐπάγει λέγων· Διόπερ ὁ λαλῶν γλώσσῃ, προσευχέσθω ἵνα διερμηνεύῃ. Ἐὰν γὰρ προσεύξωμαι τῇ γλώσσῃ, τὸ πνεῦμά μου προσεύχεται, ὁ δὲ νοῦς μου ἄκαρπός ἐστι. Τί οὖν ἐστι; Προσεύξομαι τῷ πνεύματι, προσεύξομαι δὲ καὶ τῷ νοΐ· ψαλῶ δὲ τῷ πνεύματι, ψαλῶ δὲ καὶ τῷ νοΐ. Ἐνταῦθα δείκνυσιν ἐν αὐτοῖς ὂν τὸ λαβεῖν τὸ χάρισμα. Προσευχέσθω γὰρ, φησὶ, τουτέστι, τὰ παρ' ἑαυτοῦ εἰσαγέσθω. Καὶ γὰρ ἐὰν σπουδαίως αἰτήσῃς, λήψῃ. Αἴτει τοίνυν μὴ γλώττης ἔχειν χάρισμα μόνον, ἀλλὰ καὶ ἑρμηνείας, ἵνα πᾶσιν ὠφέλιμος γένῃ, καὶ μὴ ἐν σεαυτῷ μόνῳ κατακλείσῃς τὸ χάρισμα. Ἐὰν γὰρ προσεύξωμαι τῇ γλώττῃ, φησὶ, τὸ πνεῦμά μου προσεύχεται, ὁ δὲ νοῦς μου ἄκαρπός ἐστιν. Εἶδες πῶς κατὰ μικρὸν τὸν λόγον ἀνάγων δείκνυσιν, ὅτι οὐκ ἄλλοις ἄχρηστος μόνον ὁ τοιοῦτος, ἀλλὰ καὶ ἑαυτῷ, εἴ γε ὁ νοῦς αὐτῷ ἄκαρπος; Ἂν γάρ τις φθέγγηται μόνον τῇ Περσῶν γλώσσῃ, ἢ ἑτέρᾳ τινὶ ἀλλοτρίᾳ, μὴ εἰδῇ δὲ ἃ λέγει, ἄρα καὶ ἑαυτῷ λοιπὸν ἔσται βάρβαρος, οὐχ ἑτέρῳ μόνον, διὰ τὸ μὴ εἰδέναι τὴν δύναμιν τῆς φωνῆς. Καὶ γὰρ ἦσαν τὸ παλαιὸν καὶ χάρισμα εὐχῆς ἔχοντες πολλοὶ μετὰ γλώττης, καὶ ηὔχοντο μὲν, καὶ ἡ γλῶττα ἐφθέγγετο, ἢ τῇ Περσῶν, ἢ τῇ Ῥωμαίων φωνῇ εὐχομένη, ὁ νοῦς δὲ οὐκ ᾔδει τὸ λεγόμενον. Διὸ καὶ ἔλεγεν, Ἐὰν προσεύξωμαι τῇ γλώττῃ, τὸ πνεῦμά μου προσεύχεται, τουτέστι, τὸ χάρισμα τὸ δοθέν μοι καὶ κινοῦν τὴν γλῶτταν, ὁ δὲ νοῦς μου ἄκαρπός ἐστι. Τί ποτ' οὖν τὸ ἄριστον καὶ τὸ ὠφέλιμον; καὶ πῶς χρὴ ποιεῖν, ἢ τί αἰτεῖν παρὰ τοῦ Θεοῦ; Τὸ καὶ τῷ Πνεύματι, τουτέστι, τῷ χαρίσματι, καὶ τῇ διανοίᾳ προσεύχεσθαι. Διὸ καὶ ἔλεγε, Προσεύξομαι τῷ πνεύματι, προσεύξομαι δὲ καὶ τῷ νοΐ· ψαλῶ τῷ πνεύματι, ψαλῶ δὲ καὶ τῷ νοΐ. Τὸ αὐτὸ πάλιν καὶ ἐνταῦθα δηλοῖ, Ἵνα καὶ ἡ γλῶττα φθέγγηται, καὶ ὁ νοῦς μὴ ἀγνοῇ τὰ λεγόμενα. Ἂν γὰρ μὴ τοῦτο ᾖ, καὶ ἑτέρα σύγχυσις ἔσται. Καὶ γὰρ ἐὰν εὐλογήσῃς, φησὶ, τῷ πνεύματι, ὁ ἀναπληρῶν τὸν τόπον τοῦ ἰδιώτου, πῶς ἐρεῖ τὸ Ἀμὴν ἐπὶ τῇ σῇ εὐχαριστίᾳ, ἐπειδὴ τί λέγεις οὐκ οἶδε. Σὺ μὲν γὰρ καλῶς εὐχαριστεῖς, ἀλλ' ὁ ἕτερος οὐκ οἰκοδομεῖται. Σκόπει πῶς πάλιν ἐνταῦθα πρὸς τὴν σπάρτην τὸν λίθον ἄγει, τὴν οἰκοδομὴν πανταχοῦ ζητῶν τῆς Ἐκκλησίας. Ἰδιώτην δὲ τὸν λαϊκὸν λέγει, καὶ δείκνυσι καὶ αὐτὸν οὐ μικρὰν ὑπομένοντα τὴν ζημίαν, ὅταν τὸ Ἀμὴν εἰπεῖν μὴ δύνηται. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Ἂν εὐλογήσῃς τῇ τῶν βαρβάρων φωνῇ, οὐκ εἰδὼς τί λέγεις, οὐδὲ ἑρμηνεῦσαι δυνάμενος, οὐ δύναται ὑποφωνῆσαι τὸ Ἀμὴν ὁ λαϊκός. Οὐ γὰρ ἀκούων τὸ, Εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ὅπερ ἐστὶ τέλος, οὐ λέγει τὸ, Ἀμήν. Εἶτα πάλιν παραμυθούμενος τοῦτο, ἵνα μὴ δόξῃ σφόδρα ἐξευτελίζειν τὸ χάρισμα ὅπερ ἀνωτέρω ἔλεγεν, ὅτι λαλεῖ μυστήρια, καὶ, Θεῷ λαλεῖ, καὶ, ἑαυτὸν οἰκοδομεῖ, καὶ, ὅτι τῷ πνεύματι προσεύχεται, παραμυθίαν ἐπινοῶν οὐ μικρὰν ἐκ τούτων, τοῦτο καὶ ἐνταῦθα ποιεῖ, λέγων· Σὺ μὲν γὰρ καλῶς εὐχαριστεῖς· Πνεύματι γὰρ κινούμενος φθέγγῃ· ἀλλ' ἐκεῖνος οὐδὲν ἀκούων, οὐδὲ εἰδὼς τὰ λεγόμενα, ἕστηκεν οὐ πολλὴν δεχόμενος τὴν ὠφέλειαν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg156.local001/.
