# In epistulam i ad Corinthios (homiliae 1-44) 3.1-41

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44), Ἀλλ' ἐρεῖ τις, Πῶς ἐγείρονται οἱ νεκροί; ποίῳ δὲ σώματι ἔρχονται; Ἄφρον, σὺ ὃ σπείρεις, οὐ ζωοποιεῖται, ἐὰν μὴ ἀποθάνῃ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-i-ad-corinthios-homiliae-1-44/3.1-41

Καὶ τί βούλεται αὐτῷ ταυτὶ τὰ ῥήματα; τίνος ἕνεκεν ἐκ τῆς ἀναστάσεως τῆς τῶν σωμάτων εἰς τὸν περὶ ἀστέρων καὶ ἡλίου λόγον ἐξέπεσεν; Οὐκ ἐξέπεσεν, οὐδὲ ἀπεῤῥάγη τῆς ὑποθέσεως, ἄπαγε, ἀλλ' ἔτι αὐτῆς ἔχεται. Ἐπειδὴ γὰρ τὸν περὶ τῆς ἀναστάσεως κατεσκεύασε λόγον, δείκνυσι λοιπὸν ὅτι πολλὴ τῆς δόξης τότε ἡ διαφορὰ, εἰ καὶ ἡ ἀνάστασις μία· καὶ διαιρεῖ εἰς δύο τὸ πᾶν τέως, εἰς τὰ ἐπουράνια καὶ τὰ ἐπίγεια. Ὅτι μὲν γὰρ τὰ σώματα ἀνίσταται, ἔδειξε διὰ τοῦ σίτου· ὅτι δὲ οὐκ ἐν τῇ αὐτῇ δόξῃ πάντα, δείκνυσιν ἐντεῦθεν. Ὥσπερ γὰρ τὸ ἀπιστεῖν τῇ ἀναστάσει ὑπτίους ποιεῖ, οὕτω πάλιν ῥᾳθύμους τὸ νομίζειν πάντας τῶν αὐτῶν ἀξιοῦσθαι. Διόπερ ἀμφότερα διορθοῦται· καὶ τὰ μὲν ἐν τοῖς ἔμπροσθεν ἀπήρτισε, τούτου δὲ ἄρχεται νῦν· καὶ ποιήσας δύο τάγματα δικαίων τε καὶ ἁμαρτωλῶν, αὐτὰ τὰ δύο ταῦτα εἰς πολλὰ πάλιν κατατέμνει μέρη, δεικνὺς ὅτι οὔτε δίκαιοι καὶ ἁμαρτωλοὶ τῶν αὐτῶν τεύξονται, οὔτε δίκαιοι πάντες δικαίοις ὁμοίως, οὔτε ἁμαρτωλοὶ ἁμαρτωλοῖς. Ποιεῖ τοίνυν πρώτην μίαν τομὴν δικαίων καὶ ἁμαρτωλῶν λέγων· Σώματα ἐπουράνια, καὶ σώματα ἐπίγεια· διὰ μὲν τῶν ἐπιγείων τούτους αἰνιττόμενος, διὰ δὲ τῶν ἐπουρανίων ἐκείνους. Εἶτα λοιπὸν τῶν ἁμαρτωλῶν διαφορὰν πρὸς ἁμαρτωλοὺς εἰσάγει, λέγων· Οὐ πᾶσα σὰρξ ἡ αὐτὴ σάρξ· ἀλλὰ ἄλλη μὲν ἰχθύων, ἄλλη δὲ πτηνῶν καὶ κτηνῶν. Καίτοι πάντα σώματα, ἀλλὰ τὰ μὲν ἐν πλείονι, τὰ δὲ ἐν ἐλάττονι εὐτελείᾳ. Καὶ ἐν ζωῇ δὲ ὁμοίως, καὶ ἐν αὐτῇ τῇ κατασκευῇ. Καὶ εἰπὼν τοῦτο, ἀναβαίνει πάλιν εἰς τὸν οὐρανὸν λέγων· Ἄλλη δόξα ἡλίου, καὶ ἄλλη δόξα σελήνης. Ὥσπερ γὰρ ἐν τοῖς ἐπιγείοις σώμασι διαφορὰ, οὕτω καὶ ἐν τοῖς ἐπουρανίοις, καὶ διαφορὰ, οὐχ ἡ τυχοῦσα, ἀλλὰ καὶ μέχρι τῶν ἐσχάτων. Οὐ γὰρ ἡλίῳ πρὸς σελήνην, οὐδὲ σελήνῃ πρὸς ἀστέρας διαφορὰ μόνον, ἀλλὰ καὶ ἄστρασι πρὸς ἀστέρας. Εἰ γὰρ καὶ πάντα ἐν οὐρανῷ, ἀλλὰ τὰ μὲν πλείονος, τὰ δὲ ἐλάττονος μετέχει δόξης. Τί τοίνυν ἐντεῦθεν καταμανθάνομεν; Ὅτι εἰ καὶ ἐν βασιλείᾳ πάντες, οὐ πάντες τῶν αὐτῶν ἀπολαύσονται· καὶ εἰ πάντες ἐν γεέννῃ οἱ ἁμαρτωλοὶ, οὐ πάντες τὰ αὐτὰ ὑπομενοῦσι. Διὸ καὶ ἐπήγαγεν· Οὕτω καὶ ἡ ἀνάστασις τῶν νεκρῶν. Οὕτω, πῶς; Ἐν διαφορᾷ πολλῇ. Εἶτα ἀφεὶς τοῦτον τὸν λόγον ὡς ἀρκούντως ἀποδειχθέντα, πάλιν ἐπ' αὐτὴν τῆς ἀναστάσεως τὴν ἀπόδειξιν καὶ τὸν τρόπον ἔρχεται, λέγων· Σπείρεται ἐν φθορᾷ, ἐγείρεται ἐν ἀφθαρσίᾳ. Καὶ θέα σύνεσιν· Ἐπὶ μὲν τῶν σπερμάτων τῷ τῶν σωμάτων ἐχρήσατο ὀνόματι λέγων· Οὐ ζωοποιεῖται, ἐὰν μὴ ἀποθάνῃ· ἐπὶ δὲ τῶν σωμάτων τῇ τῶν σπερμάτων προσηγορίᾳ, λέγων· Σπείρεται ἐν φθορᾷ, ἐγείρεται ἐν ἀφθαρσίᾳ. Οὐκ εἶπε, Φύεται, ἵνα μὴ τῆς γῆς ἔργον νομίσῃς, ἀλλ', Ἐγείρεται. Σπορὰν δὲ ἐνταῦθα, οὐ τὴν γένεσιν ἡμῶν λέγει τὴν ἐν μήτρᾳ, ἀλλὰ τὴν ταφὴν τὴν ἐν τῇ γῇ τῶν τετελευτηκότων σωμάτων, τὴν διάλυσιν, τὴν τέφραν. Διὸ εἰπὼν, Σπείρεται ἐν φθορᾷ, ἐγείρεται ἐν ἀφθαρσίᾳ, ἐπήγαγε· Σπείρεται ἐν ἀτιμίᾳ. Τί γὰρ εἰδεχθέστερον νεκροῦ διαῤῥυέντος; Ἐγείρεται ἐν δόξῃ. Σπείρεται ἐν ἀσθενείᾳ. Οὔπω γὰρ ἡμέραι τριάκοντα, καὶ τὸ πᾶν ἀπώλετο· καὶ κατασχεῖν ἑαυτὴν ἡ σὰρξ οὐ δύναται, οὐδὲ πρὸς μίαν ἀρκέσαι ἡμέραν. Ἐγείρεται ἐν δυνάμει. Τότε γὰρ αὐτοῦ οὐδὲν περιέσται λοιπόν. Διὰ δὴ τοῦτο καὶ ἐκείνων ἐδεήθη τῶν ὑποδειγμάτων, ἵνα μὴ ταῦτα ἀκούοντες πολλοὶ, ὅτι ἐν ἀφθαρσίᾳ καὶ δόξῃ καὶ δυνάμει ἐγείρονται, νομίσωσι μηδεμίαν εἶναι διαφορὰν τῶν ἀνισταμένων. Πάντες μὲν γὰρ ἀνίστανται, καὶ ἐν δυνάμει καὶ ἐν ἀφθαρσίᾳ καὶ ἐν δόξῃ ταύτῃ τῇ τῆς ἀφθαρσίας, οὐ μέντοι τῆς τιμῆς τῆς αὐτῆς οὐδὲ τῆς ἀσφαλείας πάντες. Σπείρεται σῶμα ψυχικὸν, ἐγείρεται σῶμα πνευματικόν. Ἔστι σῶμα ψυχικὸν, καὶ ἔστι σῶμα πνευματικόν. Τί λέγεις; τοῦτο δὲ οὐ πνευματικόν; Πνευματικὸν μὲν, ἀλλ' ἐκεῖνο πολλῷ πλέον. Νῦν μὲν γὰρ καὶ ἀφίπταται τοῦ Πνεύματος τοῦ ἁγίου πολλάκις ἡ πολλὴ χάρις, ἁμαρτανόντων μεγάλα τινῶν, καὶ τοῦ πνεύματος δὲ παρόντος τῆς ψυχῆς ἡ ζωὴ τῆς σαρκός· καὶ τὸ τοιοῦτο κενόν ἐστι τούτου χωρίς· τότε δὲ οὐχ οὕτως, ἀλλὰ διηνεκῶς παραμένει τῇ σαρκὶ τῶν δικαίων, καὶ αὐτοῦ ἔσται τὸ κράτος παρούσης καὶ τῆς ψυχῆς. Ἢ γάρ τι τοιοῦτον ᾐνίξατο, εἰπὼν, Πνευματικὸν, ἢ ὅτι κουφότερον ἔσται καὶ λεπτότερον, καὶ οἷον καὶ ἐπ' ἀέρος ὀχεῖσθαι, μᾶλλον δὲ ἀμφότερα. Εἰ δὲ ἀπιστεῖς τῷ λόγῳ, ὅρα τὰ ἐπουράνια σώματα τὰ οὕτω λαμπρὰ καὶ διαρκῆ τέως καὶ ἐν ἀγηράτῳ λήξει διαμένοντα, καὶ πίστευσον ἐντεῦθεν, ὅτι δύναται ὁ Θεὸς ποιῆσαι καὶ ταῦτα τὰ φθαρτὰ ἄφθαρτα καὶ πολλῷ βελτίω τῶν ὁρωμένων. Οὕτω καὶ γέγραπται· Ἐγένετο ὁ πρῶτος ἄνθρωπος Ἀδὰμ εἰς ψυχὴν ζῶσαν· ὁ ἔσχατος Ἀδὰμ εἰς πνεῦμα ζωοποιοῦν. Καίτοι τὸ μὲν γέγραπται, τὸ δὲ οὐ γέγραπται· πῶς οὖν εἶπεν, ὅτι Γέγραπται; Ἀπὸ τῆς τῶν πραγμάτων ἐκβάσεως αὐτὸ μετέφρασεν· ὅπερ ἔθος αὐτῷ συνεχῶς ποιεῖν. Καὶ γὰρ ἔθος τοῦτο προφήτου. Καὶ γὰρ τὴν Ἱερουσαλὴμ πόλιν δικαιοσύνης ἔφησεν ὁ προφήτης κληθήσεσθαι, καὶ οὐκ ἐκλήθη. Τί οὖν; ἐψεύσατο ὁ προφήτης; Οὐδαμῶς· τὴν γὰρ διὰ τῶν πραγμάτων ἔκβασιν λέγει. Καὶ τὸν Χριστὸν δὲ Ἐμμανουήλ· καὶ οὐδὲ αὐτὸς οὕτω κέκληται, ἀλλὰ τὰ πράγματα ταύτην ἀφίησι τὴν φωνήν. Οὕτω καὶ ἐνταῦθα, Ὁ ἔσχατος Ἀδὰμ εἰς πνεῦμα ζωοποιοῦν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg156.local001/.
