# In epistulam i ad Corinthios (homiliae 1-44) 3.1-42

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44), Ὁ πρῶτος ἄνθρωπος ἐκ γῆς χοϊκὸς, ὁ δεύτερος ἄνθρωπος ὁ Κύριος ἐξ οὐρανοῦ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-i-ad-corinthios-homiliae-1-44/3.1-42

Τὸ μὲν γὰρ τρόπαιον αὐτὸς ἔστησε, τῶν δὲ στεφάνων καὶ ἡμᾶς ἀπολαῦσαι ἐποίησε, καὶ τοῦτο οὐκ ἐξ ὀφειλῆς, ἀλλ' ἀπὸ φιλανθρωπίας μόνης. Ἄρα οὖν, ἀδελφοὶ, ἑδραῖοι γίνεσθε, ἀμετακίνητοι. Δικαία λοιπὸν καὶ εὔκαιρος ἡ παραίνεσις· οὐδὲν γὰρ οὕτω σαλεύει, ὡς τὸ εἰκῆ νομίζειν κόπτεσθαι καὶ μάτην. Περισσεύοντες ἐν τῷ ἔργῳ τοῦ Κυρίου πάντοτε· τουτέστιν, ἐν τῷ βίῳ τῷ καθαρῷ. Καὶ οὐκ εἶπεν, Ἐργαζόμενοι τὸ ἀγαθὸν, ἀλλὰ, Περισσεύοντες, ἵνα μετὰ περιουσίας αὐτὸ ποιῶμεν, καὶ τὰ σκάμματα ὑπερβαίνωμεν. Εἰδότες ὅτι ὁ κόπος ὑμῶν οὐκ ἔστι κενὸς ἐν Κυρίῳ. Τί λέγεις; πάλιν κόπος; Ἀλλὰ στεφάνους ἔχων, καὶ ὑπὲρ τῶν οὐρανῶν. Ὁ μὲν γὰρ πρότερος ὁ μετὰ τὸν παράδεισον, κόλασις τῶν ἁμαρτηθέντων· οὗτος δὲ ὑπόθεσις τῶν μελλόντων βραβείων. Ὥστε οὐδ' ἂν εἴη κόπος ταύτῃ τε καὶ τῷ πολλῆς τῆς ἄνωθεν ἀπολαύειν βοηθείας· διὸ καὶ ἐπήγαγεν. Ἐν Κυρίῳ. Ὁ μὲν γὰρ πρότερος, ἵνα δίκην δῶμεν· οὗτος δὲ, ἵνα τῶν μελλόντων τύχωμεν ἀγαθῶν. Μὴ τοίνυν καθεύδωμεν, ἀγαπητοί· οὐ γὰρ ἔστιν, οὐκ ἔστι ῥᾳθυμοῦντα τῆς βασιλείας τῶν οὐρανῶν ἐπιτυχεῖν, οὐδὲ τρυφῶντας καὶ μαλακιζομένους. Ἀγαπητὸν γὰρ κατατεινομένους καὶ ὑπωπιάζοντας τὸ σῶμα, καὶ μυρία ὑπομένοντας ἐπίπονα, δυνηθῆναι τυχεῖν τῶν ἀγαθῶν ἐκείνων. Ἢ οὐχ ὁρᾶτε τουτὶ τὸ μέσον τοῦ οὐρανοῦ πρὸς τὴν γῆν ὅσον ἐστὶ, καὶ ἡλίκος ὁ πόλεμος ἐφέστηκε, καὶ πῶς ὀξύῤῥοπον ἄνθρωπος πρὸς τὴν κακίαν, καὶ πῶς εὐπερίστατον ἡ ἁμαρτία, καὶ ὅσαι ἐν μέσῳ παγίδες; Τί τοίνυν τοσαύτας ἐπισυρόμεθα φροντίδας ἐκτὸς τῶν φυσικῶν, καὶ πλείονα παρέχομεν ἑαυτοῖς πράγματα, καὶ μείζονα ποιοῦμεν τὰ φορτία; οὐκ ἀρκεῖ τὸ ὑπὲρ γαστρὸς φροντίζειν καὶ ἱματίων καὶ οἰκίας; οὐκ ἀρκεῖ ἡ μέριμνα τῶν ἀναγκαίων; Καίτοι γε καὶ τούτων ἀπήγαγεν ὁ Χριστὸς, λέγων· Μὴ μεριμνήσητε τῇ ψυχῇ ὑμῶν τί φάγητε, μηδὲ τῷ σώματι ὑμῶν τί ἐνδύσησθε. Εἰ δὲ ὑπὲρ τῆς ἀναγκαίας τροφῆς καὶ περιβολῆς μεριμνᾷν οὐ χρὴ, οὐδὲ ὑπὲρ τῆς ἐπιούσης ἡμέρας, οἱ τὸν τοσοῦτον φορυτὸν ἐπεισάγοντες, καὶ καταχωννύντες ἑαυτοὺς, πότε δυνήσονται ἀνανεῦσαι; Οὐκ ἤκουσας Παύλου λέγοντος, Οὐδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου μερίμναις; Ἡμεῖς δὲ καὶ τρυφῶμεν καὶ γαστριζόμεθα καὶ μεθύομεν, καὶ ὑπὲρ μὲν τῶν ἔξω κοπτόμεθα πραγμάτων, ἐν δὲ τοῖς τοῦ οὐρανοῦ μαλακιζόμεθα. Οὐκ ἴστε ὅτι ὑπὲρ ἄνθρωπον ἡ ἐπαγγελία; Οὐκ ἔστι χαμαὶ βαδίζοντα τῶν οὐρανίων ἁψίδων ἐπιβῆναι· ἡμεῖς δὲ οὐ κατὰ ἄνθρωπον σπουδάζομεν ζῇν, ἀλλὰ καὶ ἀλόγων ἐγενόμεθα χείρους. Οὐκ ἴστε ποίῳ παραστησόμεθα βήματι; οὐκ ἐννοεῖτε ὅτι καὶ ῥημάτων καὶ ἐνθυμημάτων ἀπαιτούμεθα δίκας, καὶ οὐδὲ πραγμάτων φροντίζομεν; Ὁ γὰρ ἐμβλέψας γυναικὶ, φησὶ, πρὸς τὸ ἐπιθυμῆσαι αὐτῆς, ἤδη ἐμοίχευσεν αὐτήν. Ἀλλ' ὅμως οἱ καὶ ὄψεως περιέργου λόγον ὑπέχοντες, οὐ παραιτοῦνται καὶ αὐτῇ ἐνσήπεσθαι τῇ ἁμαρτίᾳ. Ὁ λέγων τῷ ἀδελφῷ αὑτοῦ, Μωρὲ, εἰς τὴν γέενναν ἐμπεσεῖται· ἡμεῖς δὲ οὐδὲ τοῦ μυρίοις αὐτοὺς καταισχύνειν ὀνείδεσι καὶ ποικίλως ἐπιβουλεύειν ἀφιστάμεθα. Ὁ τὸν φιλοῦντα φιλῶν, οὐδὲν ἔχει τοῦ ἐθνικοῦ πλέον· ἡμεῖς δὲ καὶ τούτοις βασκαίνομεν. Τίνα οὖν ἕξομεν συγγνώμην, ὅταν, ὑπερβῆναι τὰ παλαιὰ κελευόμενοι σκάμματα, καὶ ἐλάττονα ἐκείνου τοῦ μέτρου τὴν ἑαυτῶν πολιτείαν ὑφαίνωμεν; τίς ἡμᾶς ἐξαιρήσεται λόγος; τίς παραστήσεται καὶ βοηθήσει κολαζομένοις; Οὐκ ἔστιν οὐδεὶς, ἀλλ' ἀνάγκη πᾶσα οἰμώζοντας, ὀδυρομένους, βρύχοντας τοὺς ὀδόντας, στρεβλουμένους εἰς τὸ σκότος ἀπάγεσθαι τὸ ἀφεγγὲς ἐκεῖνο, εἰς τὰς ἀπαραιτήτους ὀδύνας, εἰς τὰς ἀνηκέστους τιμωρίας. Διὸ δέομαι καὶ παρακαλῶ, καὶ αὐτῶν ἅπτομαι τῶν γονάτων, ἕως ἂν ἔχωμεν τὸ μικρὸν τοῦτο τῆς ζωῆς ἐφόδιον, κατανυγῆναι τοῖς εἰρημένοις, ἐπιστραφῆναι, βελτίους γενέσθαι, ἵνα μὴ κατὰ τὸν πλούσιον ἐκεῖνον ἀνήνυτα ἐκεῖ θρηνῶμεν ἀπελθόντες, καὶ ἀνίατα λοιπὸν ὀδυρώμεθα. Κἂν γὰρ πατέρα ἔχῃς, κἂν υἱὸν, κἂν φίλον, κἂν ὁντιναοῦν παῤῥησίαν ἔχοντα πρὸς τὸν Θεὸν, οὐδείς σέ ποτε ἐξαιρήσεται τούτων ὑπὸ τῶν οἰκείων ἔργων προδιδόμενον. Τοιοῦτον γὰρ ἐκεῖνο τὸ δικαστήριον· ἀπὸ τῶν πράξεων δικάζει μόνων, καὶ ἄλλως ἐκεῖ σωθῆναι οὐκ ἔνι. Καὶ ταῦτα λέγω, οὐχ ἵνα λυπήσω, οὐδ' ἵνα εἰς ἀπόγνωσιν ἐμβάλω, ἀλλ' ἵνα μὴ ματαίαις μηδὲ ψυχραῖς ἐλπίσι τρεφόμενοι, καὶ εἰς τὸν δεῖνα θαῤῥοῦντες, τῆς καθ' ἑαυτοὺς ἀμελήσωμεν ἀρετῆς. Ἂν μὲν γὰρ ῥᾳθυμήσωμεν, οὐ δίκαιος, οὐ προφήτης, οὐκ ἀπόστολος, οὐδεὶς ἡμῖν παραστήσεται· ἂν δὲ σπουδάσωμεν, ἀρκοῦσαν τὴν ἀπὸ τῶν ἔργων συνηγορίαν ἔχοντες, μετὰ παῤῥησίας ἀπολαυσόμεθα καὶ τῶν ἀγαθῶν τῶν ἀποκειμένων τοῖς τὸν Θεὸν ἀγαπῶσιν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, καὶ τὰ ἑξῆς.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg156.local001/.
