Ancient Greek
Περὶ δὲ τῆς λογίας τῆς εἰς τοὺς ἁγίους, καθὼς διέταξα ταῖς Ἐκκλησίαις τῆς Γαλατίας, οὕτω καὶ ὑμεῖς ποιήσατε.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44) 3.1-43
Not analysed yet
Τίνος δὲ ἕνεκεν εἶπε, Τυχὸν, καὶ οὐκ ἀπεφήνατο; Ὅτι οὐ πάντα προῄδει Παῦλος, καὶ συμφερόντως. Διὰ τοῦτο οὐδὲ ἁπλῶς ἀποφαίνεται, ἵνα, κἂν μὴ γένηται, ἔχῃ καταφυγὴν, τότε ἀδιορίστως προειπεῖν, καὶ τὴν τοῦ Πνεύματος ἐξουσίαν ἄγουσαν αὐτὸν, ὅπουπερ ἐβούλετο, οὐκ ἔνθα αὐτὸς ἐπεθύμει· ὃ καὶ ἐν τῇ δευτέρᾳ τίθησιν Ἐπιστολῇ, τῆς μελλήσεως ἕνεκεν ἀπολογούμενος, καὶ λέγων· Ἢ ἃ βουλεύομαι, κατὰ σάρκα βουλεύομαι, ἵνα ᾖ παρ' ἐμοὶ τὸ ναὶ ναὶ, καὶ τὸ οὒ οὔ. Ἵνα ὑμεῖς με προπέμψητε, οὗ ἐὰν πορεύωμαι. Καὶ τοῦτο ἀγάπης καὶ φιλοστοργίας πολλῆς. Οὐ θέλω γὰρ ἄρτι ὑμᾶς ἐν παρόδῳ ἰδεῖν· ἐλπίζω γάρ τινα χρόνον ἐπιμεῖναι πρὸς ὑμᾶς, ἐὰν ὁ Κύριος ἐπιτρέψῃ. Ταῦτα δὲ ἔλεγεν, ὁμοῦ μὲν τὴν ἀγάπην ἐνδεικνύμενος, ὁμοῦ δὲ τοὺς ἁμαρτάνοντας φοβῶν, οὐ μὴν ἐκκεκαλυμμένως, ἀλλὰ προσχήματι φιλίας. Ἐπιμενῶ δὲ ἐν Ἐφέσῳ ἕως τῆς Πεντηκοστῆς. Εἰκότως ἀκριβῶς αὐτοῖς ἅπαντα λέγει, καθάπερ φίλοις δηλῶν. Καὶ γὰρ τοῦτο φιλίας, τὸ τὴν αἰτίαν εἰπεῖν, δι' ἣν οὐ παρεγένετο, δι' ἣν μέλλει, καὶ ποῦ διατρίβει. Θύρα γάρ μοι ἀνέῳγε μεγάλη καὶ ἐνεργὴς, καὶ ἀντικείμενοι πολλοί. Καὶ εἰ μεγάλη, πῶς ἀντικείμενοι; Δι' αὐτὸ μὲν τοῦτο οἱ ἀντικείμενοι πολλοὶ, ἐπειδὴ μεγάλη ἡ πίστις, ἐπειδὴ μεγάλη καὶ εὐρεῖα ἡ εἴσοδος. Τί δέ ἐστιν, Θύρα μεγάλη; Πολλοί εἰσιν οἱ παρεσκευασμένοι τὴν πίστιν δέξασθαι, πολλοὶ ἕτοιμοι προσελθεῖν καὶ ἐπιστρέψαι· εὐρύχωρός μοι ἡ εἴσοδος, ἀκμαζούσης λοιπὸν τῆς τῶν προσιόντων διανοίας εἰς τὴν τῆς πίστεως ὑπακοήν. Διὰ τοῦτο σφοδρῶς ὁ διάβολος ἔπνει, ἐπειδὴ πολλοὺς ἑώρα ἀφισταμένους αὐτοῦ. Διὸ δὴ καὶ ἀμφοτέρων ἕνεκεν μεῖναι ἐχρῆν, καὶ ἐπειδὴ μέγα τὸ κέρδος, καὶ ὅτι πολὺς ὁ ἀγών. Καὶ τούτῳ δὲ αὐτοὺς παρεθάῤῥυνε τῷ εἰπεῖν, ὅτι πανταχοῦ λοιπὸν ὁ λόγος ἐνεργεῖται, καὶ βλαστάνει ῥᾳδίως. Εἰ δὲ πολλοὶ οἱ ἐπιβουλεύοντες, καὶ τοῦτο σημεῖον τῆς τοῦ Εὐαγγελίου προκοπῆς. Οὐδέποτε γὰρ ὁ πονηρὸς δαίμων ἐκεῖνος ἀγριαίνει, ἀλλ' ἢ ὅταν πολλὰ τῶν σκευῶν αὐτοῦ ἁρπαζόμενα ἴδῃ. Καὶ ἡμεῖς τοίνυν, ὅταν τι μέγα καὶ γενναῖον ἐργάσασθαι βουληθῶμεν, μὴ τοῦτο σκοπῶμεν, ὅτι πολὺν ἔχει πόνον, ἀλλ' εἰς τὸ κέρδος βλέπωμεν. Ὅρα γοῦν καὶ Παῦλον οὐ διὰ τοῦτο ὀκνοῦντα, οὐ διὰ τοῦτο ἀναδυόμενον, ἐπειδὴ ἀντικείμενοι πολλοὶ, ἀλλ', ἐπειδὴ μεγάλη ἦν ἡ θύρα, ἐπικείμενον καὶ παραμένοντα. Καὶ γὰρ, ὅπερ ἔφην, σημεῖον τοῦτο ἦν τοῦ γυμνοῦσθαι τὸν διάβολον. Οὐδὲ γὰρ ἔστι, μικρὰ καὶ φαῦλα πράξαντας, παροξῦναι τὸ πονηρὸν θηρίον ἐκεῖνο. Ὥστε ὅταν ἴδῃς ἄνδρα δίκαιον μεγάλα κατορθοῦντα, καὶ μυρία πάσχοντα δεινὰ, μὴ θαυμάσῃς. Τοὐναντίον γὰρ ἔδει θαυμάζειν, εἰ πολλὰς λαμβάνων ὁ διάβολος πληγὰς, ἔμελλεν ἡσυχάζειν καὶ πράως φέρειν τὰ τραύματα. Οὐδὲ γὰρ, εἰ ὄφις κεντούμενος συνεχῶς ἀγριαίνοι καὶ ἐφάλλοιτο τῷ κεντοῦντι, θαυμάζειν χρή. Καὶ γὰρ ὄφεως παντὸς χαλεπώτερον ἕρπει ὁ διάβολος πᾶσιν ἐπιπηδῶν, καὶ ὥσπερ σκορπίος τὸ κέντρον ἄρας. διανίσταται. Μὴ δὴ τοῦτο ὑμᾶς θορυβείτω· καὶ γὰρ τὸν ἐκ πολέμου καὶ νίκης καὶ σφαγῆς ἐπανιόντα ἀνάγκη καὶ ᾑμάχθαι, πολλάκις δὲ καὶ τραύματα ἔχειν. Καὶ σὺ τοίνυν ὅταν ἴδῃς τινὰ ἐλεημοσύνας ποιοῦντα, καὶ ἄλλα μυρία ἐργαζόμενον ἀγαθὰ, καὶ ταύτῃ συγκόπτοντα τοῦ διαβόλου τὴν δύναμιν, εἶτα πειρασμοῖς περιπεσόντα καὶ κινδύνοις, μὴ διὰ τοῦτο θορυβηθῇς· διὰ γὰρ τοῦτο περιέπεσε πειρασμοῖς, ἐπειδὴ σφόδρα ἔπληξε τὸν διάβολον. Καὶ πῶς ὁ Θεὸς συνεχώρησε, φησίν; Ἵνα μᾶλλον στεφανωθῇ, ἵνα πλείονα πληγὴν λάβῃ ἐκεῖνος. Ὅταν γὰρ μετὰ τὸ ἀγαθὰ ποιεῖν καὶ δεινὰ πάσχων εὐχαριστῇ διαπαντὸς, πλήττεται ὁ διάβολος. Μέγα μὲν γὰρ, καὶ ἐξ οὐρίας φερομένων τῶν πραγμάτων, καὶ ἐλεεῖν καὶ ἀρετῆς ἀντέχεσθαι· πολλῷ δὲ μεῖζον τὸ δεινὰ πάσχοντα, μὴ ἀφίστασθαι τῆς καλῆς ταύτης ἐργασίας. Οὗτός ἐστιν ὁ διὰ τὸν Θεὸν μάλιστα ταῦτα ποιῶν. Ὥστε κἂν κινδυνεύωμεν, ἀγαπητοὶ, κἂν ὁτιοῦν πάσχωμεν, μετὰ πλείονος ἐχώμεθα τῆς προθυμίας τῶν ὑπὲρ ἀρετῆς πόνων. Οὐδὲ γὰρ οὗτος ὁ τῆς ἀντιδόσεως καιρός. Μὴ τοίνυν ἐνταῦθα ἀπαιτῶμεν τοὺς στεφάνους, ἵνα μὴ ἐν τῷ καιρῷ τῶν στεφάνων ἐλαττώσωμεν ἡμῶν τὴν ἀμοιβήν. Καθάπερ γὰρ ἐπὶ τῶν τεχνιτῶν οἱ μὲν ἑαυτοὺς τρέφοντες καὶ ἐργαζόμενοι, μείζονα τὸν μισθὸν λαμβάνουσιν, οἱ δὲ παρὰ τοῖς μισθωσαμένοις τρεφόμενοι, ὑποτέμνονται τοῦ μισθοῦ οὐ μικρὸν μέρος· οὕτω καὶ ἐπὶ τῶν ἁγίων ὁ μὲν μυρία ποιῶν ἀγαθὰ καὶ μυρία πάσχων κακὰ, ἀκέραιον ἔχει τὸν μισθὸν, καὶ πολὺ πλείονα τὴν ἀμοιβὴν, οὐχ ὑπὲρ τῶν ἀγαθῶν ὧν ἐποίησε μόνον, ἀλλὰ καὶ ὑπὲρ τῶν κακῶν ὧν ἔπαθεν· ὁ δὲ ἀνέσεως ἐνταῦθα ἀπολαύων καὶ τρυφῆς, οὐχ οὕτως ἔχει λαμπροὺς τοὺς στεφάνους ἐκεῖ. Μὴ τοίνυν ἐνταῦθα ζητῶμεν τὴν ἀντίδοσιν, ἀλλὰ τότε μάλιστα χαίρωμεν, ὅταν κατορθοῦντες πάσχωμεν κακῶς. Οὐ γὰρ τὸν ἐκ τῶν κατορθωμάτων μόνον, ἀλλὰ καὶ τὸν τῶν πειρασμῶν μισθὸν ἡμῖν ὁ Θεὸς ἐκεῖ ταμιεύεται.