Ancient Greek
Βλέπετε γὰρ τὴν κλῆσιν ὑμῶν, ἀδελφοὶ, ὅτι οὐ πολλοὶ σοφοὶ κατὰ σάρκα, οὐ πολλοὶ δυνατοὶ, οὐ πολλοὶ εὐγενεῖς· ἀλλὰ τὰ μωρὰ τοῦ κόσμου ἐξελέξατο ὁ Θεὸς, ἵνα καταισχύνῃ τοὺς σοφούς.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44) 3.1-5
Not analysed yet
Τίς οὖν ἡμῶν σοφώτερος τῶν οὐ τὴν Πλάτωνος ἐχόντων σοφίαν, ἀλλ' αὐτὸν τὸν Χριστὸν, τοῦτο τοῦ Θεοῦ βουληθέντος; Τί δέ ἐστιν, Ἀπὸ Θεοῦ; Ὅταν μεγάλα εἴπῃ περὶ τοῦ Μονογενοῦς, τότε προσάπτει τὸν Πατέρα, ἵνα μὴ νομίσῃ τις ἀγέννητον εἶναι τὸν Υἱόν. Ἐπειδὴ οὖν εἶπεν, ὅτι τοσαῦτα ἴσχυσε, καὶ τὸ πᾶν ἀνέθηκε τῷ Υἱῷ, σοφίαν αὐτὸν λέγων ἡμῖν γεγενῆσθαι καὶ δικαιοσύνην καὶ ἁγιασμὸν καὶ ἀπολύτρωσιν. Διὰ τοῦ Υἱοῦ πάλιν τὸ πᾶν ἀνατιθεὶς τῷ Πατρὶ εἶπεν· Ἀπὸ Θεοῦ. Διὰ τί δὲ μὴ εἶπεν, Ἐσόφισεν ἡμᾶς, ἀλλ', Ἐγενήθη ἡμῖν σοφία; Τὸ δαψιλὲς ἐνδεικνύμενος τῆς δωρεᾶς· ὡς ἂν εἰ ἔλεγεν· Ἑαυτὸν ἡμῖν ἔδωκε. Καὶ ὅρα πῶς ὁδῷ προβαίνει. Πρότερον γὰρ ἡμᾶς σοφοὺς ἐποίησεν ἀπαλλάξας τῆς πλάνης, καὶ τότε δικαίους καὶ ἁγίους, τὸ Πνεῦμα χαρισάμενος, καὶ οὕτως ἀπήλλαξεν ἡμᾶς ἁπάντων τῶν κακῶν, ὥστε αὐτοῦ εἶναι. Καὶ οὐ τῆς οὐσιώσεως τοῦτο δηλωτικὸν, ἀλλὰ τῆς πίστεως. Ἀλλαχοῦ μὲν οὖν φησιν, ὅτι ἡμεῖς ἐγενόμεθα δικαιοσύνη ἐν αὐτῷ, οὕτω λέγων· Τὸν μὴ γνόντα ἁμαρτίαν, ἁμαρτίαν ὑπὲρ ἡμῶν ἐποίησεν, ἵνα ἡμεῖς γενώμεθα δικαιοσύνη Θεοῦ ἐν αὐτῷ· νῦν δὲ αὐτόν φησι δικαιοσύνην ἡμῖν γεγενῆσθαι, ὥστε ἔξεστι τῷ βουλομένῳ μετέχειν δαψιλῶς. Οὐ γὰρ ὁ δεῖνα σοφοὺς ἐποίησε καὶ ὁ δεῖνα, ἀλλ' ὁ Χριστός. Ὁ τοίνυν καυχώμενος, ἐν αὐτῷ καυχάσθω, μὴ ἐν τῷ δεῖνι καὶ τῷ δεῖνι· παρὰ τοῦ Χριστοῦ γέγονεν ἅπαντα. Διὸ εἰπὼν, Ὃς ἐγενήθη ἡμῖν σοφία καὶ δικαιοσύνη καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις, ἐπήγαγεν· Ἵνα, καθὼς γέγραπται, Ὁ καυχώμενος, ἐν Κυρίῳ καυχάσθω. Διὰ τοῦτο καὶ σφοδρῶς κατηνέχθη κατὰ τῆς τῶν Ἑλλήνων σοφίας, ἵνα τούτῳ αὐτῷ πείσῃ τοὺς ἀνθρώπους, ὥσπερ οὖν καὶ ἔστι δίκαιον, ἐν Θεῷ καυχᾶσθαι. Ὅταν γὰρ παρ' ἑαυτῶν τὰ ὑπὲρ ἑαυτοὺς ζητῶμεν, οὐδὲν μωρότερον, οὐδὲν ἀσθενέστερον ἡμῶν γίνεται. Γλῶτταν μὲν γὰρ ἔχειν ἠκονημένην, δυνατὸν, δόγματα δὲ ἰσχυρὰ, ἀμήχανον· ἀλλὰ τοῖς τῶν ἀραχνίων ὑφάσμασιν ἐοίκασιν οἱ λογισμοὶ καθ' ἑαυτοὺς ὄντες. Εἰς τοῦτο γάρ τινες παρήλασαν μανίας, ὡς μηδὲν ἀληθὲς εἶναι λέγειν τῶν ὄντων, ἀλλὰ πάντα ἐναντία διϊσχυρίζεσθαι τῶν φαινομένων. Μηδὲν τοίνυν εἴπῃς σαυτοῦ, ἀλλ' ἐν πᾶσιν ἐν Θεῷ καυχῶ· μηδενὶ ἀνθρώπῳ τί ποτε λογίσῃ. Εἰ γὰρ Παύλῳ οὐδὲν χρὴ λογίζεσθαι, πολλῷ μᾶλλον ἑτέροις· Ἐγὼ γὰρ, φησὶν, ἐφύτευσα, Ἀπολλὼς ἐπότισεν, ἀλλ' ὁ Θεὸς ηὔξανεν. Ὁ μαθὼν ἐν Κυρίῳ καυχᾶσθαι, οὐδέποτε ἐπαρθήσεται, ἀλλ' ἀεὶ καὶ μετριάσει, καὶ ἐν πᾶσιν ἔσται εὐχάριστος. Ἀλλ' οὐ τὰ τῶν Ἑλλήνων τοιαῦτα, ἀλλὰ πάντα ἑαυτοῖς ἀνατιθέασι. Διὸ καὶ ἀπὸ ἀνθρώπων ποιοῦσι θεούς· οὕτως αὐτοὺς ἡ ἀπόνοια ἐξετραχήλισεν. Ὥρα δὴ λοιπόν ἐστι πρὸς τὴν τούτων ἐξελθεῖν μάχην. Ποῦ τοίνυν κατελίπομεν τὸν λόγον τῇ προτέρᾳ; Ἐλέγομεν, ὅτι οὐκ ἦν δυνατὸν κατὰ ἀνθρωπίνην ἀκολουθίαν περιγενέσθαι τῶν φιλοσόφων τοὺς ἁλιέας· ἀλλ' ὅμως γέγονε δυνατόν· ὅθεν δῆλον, ὅτι χάριτι γέγονεν. Ἐλέγομεν, ὅτι οὐκ ἦν δυνατὸν οὐδὲ ἐννοῆσαι αὐτοὺς τοσαῦτα κατορθώματα· καὶ ἐδείξαμεν, ὅτι οὐ μόνον ἐνενόησαν, ἀλλὰ καὶ εἰς τέλος ἤγαγον μετὰ πολλῆς τῆς εὐκολίας. Τὸ αὐτὸ δὴ καὶ σήμερον γυμνάσωμεν τοῦ λόγου τὸ κεφάλαιον, πόθεν αὐτοῖς ἐπῆλθε προσδοκῆσαι τῆς οἰκουμένης περιγενέσθαι, εἰ μὴ εἶδον τὸν Χριστὸν ἀναστάντα. Μὴ γὰρ ἐξεστήκεσαν, ὥστε τοιοῦτόν τι λογίσασθαι ἁπλῶς καὶ εἰκῆ; Καὶ γὰρ ὑπερβάλλει πᾶσαν μανίαν τὸ προσδοκῆσαι ἄνευ θείας χάριτος τοσούτου περιγενέσθαι πράγματος. Πῶς δ' ἂν αὐτὸ κατώρθωσαν μαινόμενοι καὶ ἐξεστηκότες; Εἰ δὲ ἐσωφρόνουν, ὥσπερ οὖν καὶ τὰ πράγματα ἔδειξε, πῶς ἄνευ τοῦ λαβεῖν ἐνέχυρα ἀξιόπιστα ἐκ τῶν οὐρανῶν καὶ τῆς ἄνωθεν ἀπολαῦσαι ῥοπῆς, ὑπέμενον πρὸς τοσούτους ἐξελθεῖν πολέμους, καὶ γῆς καὶ θαλάττης κατατολμῆσαι, καὶ πρὸς μεταβολὴν τῶν τῆς οἰκουμένης ἁπάσης ἐθῶν τῶν ἐν χρόνῳ τοσούτῳ παγέντων ἄνθρωποι δώδεκα ἀποδύσασθαι, καὶ στῆναι γενναίως οὕτω; Καὶ τὸ δὴ μεῖζον, πρὸς τὸν οὐρανὸν καλοῦντες καὶ τὰς ἄνω διατριβὰς, πόθεν προσεδόκων πείθειν τοὺς ἀκούοντας; Καὶ εἰ μὲν ἦσαν ἐν δόξῃ καὶ πλούτῳ καὶ δυναστείᾳ καὶ παιδεύσει τραφέντες, μάλιστα μὲν οὐδὲ οὕτω πρὸς τοσοῦτον ὄγκον πραγμάτων εἰκὸς ἦν αὐτοὺς ἐπαρθῆναι· πλὴν ἀλλὰ μᾶλλόν τινα λόγον εἶχεν ἡ προσδοκία· νῦν δὲ οἱ μὲν πρὸς λίμνας, οἱ δὲ περὶ δέρματα ἠσχόληντο, οἱ δὲ περὶ τελωνίαν. Οὐδὲν δὲ τούτων τῶν ἐπιτηδευμάτων ἀχρηστότερον πρὸς φιλοσοφίαν καὶ πρὸς τὸ πεῖσαι μεγάλα φαντάζεσθαι, καὶ μάλιστα ὅταν μὴ παράδειγμά τις ἔχῃ. Μᾶλλον δὲ οὐ μόνον παραδείγματα οὐκ εἶχον, ὅτι περιέσονται, ἀλλ' ὅτι καὶ οὐ περιέσονται, καὶ ταῦτα δὴ ἔναυλα. Πολλοὶ γὰρ ἐπιχειρήσαντες καινοτομίαις ἐσβέσθησαν (οὐχὶ τὰ παρ' Ἕλλησι λέγω· ἐκεῖνα γὰρ οὐδὲ ἦσαν, ἀλλὰ παρ' αὐτοῖς τοῖς Ἰουδαίοις ἐν αὐτῷ τῷ καιρῷ), οὐχὶ μετὰ δώδεκα ἀνθρώπων, ἀλλὰ μετὰ πλήθους πολλοῦ τοῖς πράγμασιν ἐπιτιθέμενοι. Καὶ γὰρ Θευδᾶς καὶ Ἰούδας συστήματα ἔχοντες μεγάλα ἀνθρώπων μετὰ τῶν μαθητῶν ἀπώλοντο. Καὶ ὁ παρ' ἐκείνων φόβος ἱκανὸς ἦν τούτους παιδεῦσαι, εἰ μὴ σφόδρα ἦσαν πεπεισμένοι, ὅτι ἄνευ θείας δυνάμεως ἀμήχανον περιγενέσθαι. Εἰ δὲ καὶ προσεδόκων κρατῆσαι, ποίαις ἐλπίσι τοσούτους ἀνεδέχοντο κινδύνους, εἰ μὴ πρὸς τὰ μέλλοντα ἑώρων; Θῶμεν δὲ, ὅτι καὶ ἤλπιζον κρατῆσαι· τί προσεδόκων κερδαίνειν ἐκ τοῦ προσάγειν ἅπαντας τῷ μὴ ἀναστάντι, καθώς φατε;