# In epistulam i ad Corinthios (homiliae 1-44) 3.1-7

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44), Σοφίαν δὲ λαλοῦμεν ἐν τοῖς τελείοις· σοφίαν δὲ οὐ τοῦ αἰῶνος τούτου, οὐδὲ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου τῶν καταργουμένων· ἀλλὰ λαλοῦμεν Θεοῦ σοφίαν ἐν μυστηρίῳ, τὴν ἀποκεκρυμμένην, ἣν προώρισεν ὁ Θεὸς πρὸ τῶν αἰώνων εἰς δόξαν ἡμῶν.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-i-ad-corinthios-homiliae-1-44/3.1-7

Τί οὖν; ἀφείθη, φησὶν, αὐτοῖς τὸ ἐπὶ τοῦ σταυροῦ ἁμάρτημα; καὶ γὰρ εἶπεν· Ἄφες αὐτοῖς. Εἰ μετενόησαν, ἀφείθη. Καὶ γὰρ ὁ μυρίαις βαλὼν χερσὶ τὸν Στέφανον, καὶ διώξας τὴν Ἐκκλησίαν Παῦλος, τῆς Ἐκκλησίας προστάτης ἐγένετο. Οὕτως οὖν κἀκείνοις ἀφείθη τοῖς βουληθεῖσι μεταγνῶναι· ὃ δὴ καὶ ὁ Παῦλος βοῶν ἔλεγε· Λέγω οὖν· Μὴ ἔπταισαν ἵνα πέσωσι; Μὴ γένοιτο. Καὶ πάλιν, Μὴ ἀπώσατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ ὃν προέγνω; Μὴ γένοιτο. Εἶτα δεικνὺς ὅτι οὐκ ἀπεκλείσθη αὐτῶν ἡ μετάνοια, τεκμήριον τὴν ἐπιστροφὴν τὴν ἑαυτοῦ παρήγαγε λέγων· Καὶ γὰρ ἐγὼ Ἰσραηλίτης εἰμί. Τὸ δὲ, Οὐκ ἔγνωσαν, ἐμοὶ δοκεῖ οὐ περὶ Χριστοῦ ἐνταῦθα εἰρῆσθαι, ἀλλὰ περὶ αὐτῆς τοῦ πράγματος τῆς οἰκονομίας· οἷον, τί ἐβούλετο ὁ θάνατος καὶ ὁ σταυρὸς, οὐκ ᾔδεισαν. Καὶ γὰρ καὶ ἐκεῖ οὐκ εἶπεν, ὅτι Ἐμὲ οὐκ οἴδασιν, ἀλλ', Οὐκ οἴδασι τί ποιοῦσι, τουτέστι, τὴν οἰκονομίαν τὴν τελουμένην καὶ τὸ μυστήριον ἀγνοοῦσιν. Οὐ γὰρ ᾔδεσαν, ὅτι οὕτω λάμψαι ἔχει ὁ σταυρὸς, ὅτι τῆς οἰκουμένης γίνεται σωτηρία καὶ τοῦ Θεοῦ πρὸς τοὺς ἀνθρώπους καταλλαγὴ, καὶ ἡ πόλις αὐτῶν ἁλώσεται, καὶ δεινὰ ὑποστήσονται τὰ ἔσχατα. Σοφίαν δὲ καὶ τὸν Χριστὸν καλεῖ καὶ τὸν σταυρὸν καὶ τὸ κήρυγμα. Εὐκαίρως δὲ Κύριον δόξης ἐκάλεσεν. Ἐπειδὴ γὰρ ὁ σταυρὸς ἀδοξίας εἶναι δοκεῖ, δείκνυσιν ὅτι μεγάλη ἦν δόξα ὁ σταυρός. Ἀλλὰ μεγάλης ἔδει σοφίας, οὐ μόνον τὸ τὸν Θεὸν εἰδέναι, ἀλλὰ καὶ μαθεῖν τοῦ Θεοῦ τὴν οἰκονομίαν ταύτην· ἡ δὲ ἔξωθεν σοφία οὐχὶ τοῦ προτέρου μόνον, ἀλλὰ καὶ τούτου γέγονε κώλυμα. Ἀλλὰ, καθὼς γέγραπται, ἃ ὀφθαλμὸς οὐκ εἶδεν, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν. Καὶ ποῦ γέγραπται ταῦτα; Λέγεται γὰρ γεγράφθαι, καὶ ὅταν μὴ διὰ τῶν ῥημάτων, ἀλλὰ δι' αὐτῶν τῶν πραγμάτων κείμενα ᾖ, ὡς ἐπὶ τῶν ἱστοριῶν· ἢ ὅταν τὸ αὐτὸ μὲν νόημα κείμενον ᾖ, μὴ ἐπ' αὐτῶν δὲ τῶν ῥημάτων, ὡς ἐνταῦθα. Τὸ γὰρ, Οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ, ὄψονται, καὶ οἳ οὐκ ἀκηκόασι συνήσουσι· τοῦτο ταυτόν ἐστι τῷ, Ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσεν. Ἢ τοῦτο τοίνυν φησὶν, ἢ εἰκὸς καὶ γεγράφθαι ἐν βίβλοις, καὶ ἠφανίσθαι τὰ βιβλία. Καὶ γὰρ πολλὰ διεφθάρη βιβλία, καὶ ὀλίγα διεσώθη, καὶ ἐπὶ τῆς προτέρας αἰχμαλωσίας. Καὶ τοῦτο δῆλον ἐν ταῖς Παραλειπομέναις· καὶ γάρ φησιν ὁ Ἀπόστολος, ὅτι Ἀπὸ Σαμουὴλ καὶ τῶν ἑξῆς προφητῶν πάντες εἰρήκασι περὶ αὐτοῦ. Καὶ οὐ πάντως φέρεται ταῦτα· τὸν δὲ Παῦλον ἅτε νομομαθῆ ὄντα καὶ Πνεύματι φθεγγόμενον εἰκὸς εἰδέναι πάντα μετὰ ἀκριβείας. Καὶ τί λέγω περὶ τῆς αἰχμαλωσίας; Καὶ γὰρ πρὸ τῆς αἰχμαλωσίας πολλὰ ἠφάνιστο βιβλία, τῶν Ἰουδαίων εἰς ἐσχάτην ἀσέβειαν ἐξοκειλάντων. Καὶ δῆλον ἐκ τοῦ τέλους τῆς τετάρτης τῶν Βασιλειῶν· τὸ γὰρ Δευτερονόμιον μόλις που εὕρηται ἐν κοπρίᾳ κατακεχωσμένον. Ἄλλως δὲ εἰσὶ καὶ διπλαῖ πολλαχοῦ προφητεῖαι τοῖς συνετωτέροις εὐκατάληπτοι, ἐξ ὧν πολλὰ τῶν ἀσαφῶν ἔστιν εὑρεῖν. Τί οὖν; οὐκ εἶδεν ὀφθαλμὸς, ἃ ἡτοίμασεν ὁ Θεός; Οὐχί· τίς γὰρ τῶν ἀνθρώπων εἶδε τὰ οἰκονομεῖσθαι μέλλοντα; Ἆρα οὖν οὐδὲ οὖς ἤκουσεν, οὐδὲ ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη; καὶ πῶς; Εἰ γὰρ οἱ προφῆται εἶπον, πῶς, φησὶν, οὖς οὐκ ἤκουσεν, οὐδὲ ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη; Οὐκ ἀνέβη· οὐ γὰρ περὶ αὐτῶν μόνον φησὶν, ἀλλὰ περὶ πάσης τῆς ἀνθρωπίνης φύσεως. Τί οὖν; οἱ προφῆται οὐκ ἤκουσαν; Ἤκουσαν μὲν, ἀλλ' οὐκ ἦν ἀνθρώπου οὖς τὸ οὖς τὸ προφητικόν· οὐ γὰρ ὡς ἄνθρωποι ἤκουσαν, ἀλλ' ὡς προφῆται. Διό φησι, Προσέθηκέ μοι ὠτίον ἀκούειν, τὴν προσθήκην τὴν ἀπὸ τοῦ Πνεύματος λέγων. Ὅθεν δῆλον, ὅτι πρὶν ἢ ἀκοῦσαι, οὐδὲ ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη. Μετὰ γὰρ τὴν τοῦ Πνεύματος δόσιν οὐκ ἦν καρδία ἀνθρώπου, ἀλλὰ καρδία πνευματικὴ ἡ τῶν προφητῶν, καθάπερ καὶ αὐτός φησι· Νοῦν Χριστοῦ ἔχομεν. Ὃ δὲ λέγει, τοῦτό ἐστι· Πρὶν ἢ Πνεύματος ἀπολαῦσαι καὶ μαθεῖν τὰ ἀπόῤῥητα, οὐδὲ ἡμῶν τις οὐδὲ τῶν προφητῶν αὐτὰ ἐνενόησε. Πῶς γὰρ, ὅπου οὐδὲ ἄγγελοι αὐτὰ ᾔδεσαν; Τί γὰρ χρὴ λέγειν, φησὶ, περὶ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου, ὅπου γε οὐδεὶς ἀνθρώπων ταῦτα ἠπίστατο, οὐδὲ αἱ ἄνω δυνάμεις; Ποῖα δὴ ταῦτα; Ὅτι διὰ τῆς δοκούσης εἶναι μωρίας τοῦ κηρύγματος κρατήσει τῆς οἰκουμένης, καὶ τὰ ἔθνη εἰσενεχθήσεται, καὶ ὅτι καταλλαγὴ τοῦ Θεοῦ πρὸς ἀνθρώπους ἔσται, καὶ τοσαῦτα ἡμῖν ἥξει τὰ ἀγαθά. Πῶς οὖν ἔγνωμεν; Ἡμῖν δὲ, φησὶν, ὁ Θεὸς ἀπεκάλυψε διὰ τοῦ Πνεύματος αὐτοῦ. Οὐ διὰ τῆς ἔξωθεν σοφίας· αὕτη γὰρ, καθάπερ τις θεραπαινὶς ἠτιμωμένη, οὐκ ἀφείθη ἔνδον εἰσελθεῖν, καὶ παρακύψαι εἰς τὰ δεσποτικὰ μυστήρια.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg156.local001/.
