# In epistulam i ad Corinthios (homiliae 1-44) 3.1-8

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44), Κἀγὼ, ἀδελφοὶ, οὐκ ἡδυνήθην ὑμῖν λαλῆσαι ὡς πνευματικοῖς, ἀλλ' ὡς σαρκικοῖς, ὡς νηπίοις ἐν Χριστῷ. Γάλα ὑμᾶς ἐπότισα, καὶ οὐ βρῶμα· οὔπω γὰρ ἠδύνασθε. Ἀλλ' οὐδὲ ἔτι νῦν δύνασθε· ἔτι γὰρ σαρκικοί ἐστε.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-i-ad-corinthios-homiliae-1-44/3.1-8

Πῶς οὖν, φησὶ, λέγει αὐτὸν διάκονον γεγενῆσθαι περιτομῆς; Περὶ τῆς κατὰ σάρκα οἰκονομίας ἐκεῖ λέγων, καὶ οὐδὲ τούτῳ τῷ τρόπῳ, ᾧ νῦν εἰρήκαμεν· ἐκεῖ μὲν γὰρ διάκονον τὸν πληρωτήν φησιν, οὐχὶ τὸν οἴκοθεν παρασχόμενον τὰ ἀγαθά. Καὶ οὐκ εἶπεν, Οἱ προσαγόμενοι ὑμᾶς εἰς τὴν πίστιν, ἀλλὰ, Δι' ὧν ἐπιστεύσατε· πάλιν ἐκείνοις τὸ πλέον διδοὺς, καὶ τοὺς διακόνους κἀντεῦθεν δηλῶν. Εἰ τοίνυν ἑτέρῳ διηκονοῦντο, πῶς οὗτοι τὴν ἀξίαν ἁρπάζουσι; Σὺ δέ μοι σκόπει, πῶς οὐδαμῶς αὐτοῖς ἐγκαλεῖ ὡς ἁρπάζουσιν, ἀλλὰ τοῖς παρέχουσιν· ἡ γὰρ ὑπόθεσις τοῦ σφάλματος ἐν τῷ πλήθει ἦν· καὶ γὰρ ἐκεῖνοι εἰ ἀπέστησαν, οὗτοι διελύοντο. Δύο τοίνυν κατεσκεύασε σοφῶς, ὅθεν τε ἔδει καθελεῖν τὸ ἁμάρτημα, ἐκεῖθεν ὑπορύξας, καὶ πρὸς ἐκείνους ἀπέχθειαν μὴ κτησάμενος, μηδὲ φιλονεικοτέρους ποιήσας. Καὶ ἑκάστῳ ὡς ὁ Κύριος ἔδωκεν. Οὐδὲ γὰρ αὐτὸ τοῦτο τὸ μικρὸν παρ' ἑαυτῶν, ἀλλὰ παρὰ τοῦ Θεοῦ τοῦ ἐγχειρίζοντος. Ἵνα γὰρ μὴ λέγωσι, Τί οὖν; τοὺς διακονουμένους ἡμῖν οὐ στέρξομεν; Ναὶ, φησὶν, ἀλλ' εἰδέναι χρὴ μέχρι τίνος· οὐδὲ γὰρ τοῦτο αὐτὸ παρ' αὐτῶν, ἀλλὰ παρὰ τοῦ δόντος Θεοῦ. Ἐγὼ ἐφύτευσα, Ἀπολλὼς ἐπότισεν, ἀλλ' ὁ Θεὸς ηὔξανε. Τουτέστι, Πρῶτος κατέβαλον τὸν λόγον· ὥστε δὲ μὴ ξηρανθῆναι τοῖς πειρασμοῖς τὰ σπέρματα, Ἀπολλὼς τὰ παρ' ἑαυτοῦ προσέθηκε· τὸ δὲ πᾶν, τοῦ Θεοῦ γέγονεν. Ὥστε οὔτε ὁ φυτεύων ἔστι τι, οὔτε ὁ ποτίζων, ἀλλ' ὁ αὐξάνων Θεός. Ὁρᾷς πῶς αὐτοὺς παραμυθεῖται, ὥστε μὴ τραχυτέρους γενέσθαι τῷ ἀκοῦσαι· Τίς ἐστιν ὁ δεῖνα, καὶ τίς ὁ δεῖνα; ἀμφότερα γὰρ φορτικὰ, καὶ τὸ εἰπεῖν, Τίς ἐστιν ὁ δεῖνα, καὶ τίς ἐστιν ὁ δεῖνα; καὶ τὸ εἰπεῖν, Οὔτε ὁ φυτεύων, οὔτε ὁ ποτίζων ἔστι τι. Πῶς οὖν αὐτὰ παρεμυθήσατο; Τῷ τε ἐπὶ τοῦ οἰκείου προσώπου προσάγειν τὴν ἐξουδένωσιν. Τίς γάρ ἐστι Παῦλος; τίς δὲ Ἀπολλώς; καὶ τῷ τὸ πᾶν ἀναθεῖναι τῷ πάντα δεδωκότι Θεῷ. Εἰπὼν γὰρ, ὅτι Οὗτος ἐφύτευσε, καὶ προσθεὶς, ὅτι οὐδέν ἐστιν ὁ φυτεύων, ἐπήγαγεν· Ἀλλ' ὁ αὐξάνων Θεός. Καὶ οὐδὲ μέχρι τούτου ἔστη, ἀλλ' ἑτέρᾳ ἐπαγωγῇ πάλιν αὐτὸ θεραπεύει λέγων· Ὁ φυτεύων δὲ καὶ ὁ ποτίζων, ἕν εἰσι. Διὰ γὰρ τούτου καὶ ἕτερον κατασκευάζει, τὸ μὴ ἐπαίρεσθαι κατ' ἀλλήλων. Ἓν δὲ εἶναι αὐτούς φησι, πρὸς τὸ μηδὲν δύνασθαι ἄνευ τοῦ αὐξάνοντος Θεοῦ. Τοῦτο δὲ εἰπὼν, οὐδὲ τοὺς πολλὰ κάμνοντας ἀφῆκε κατεξανίστασθαι τῶν ἐλάττονα εἰσενεγκάντων, οὔτε τοὺς ἑτέρους τούτοις φθονεῖν. Εἶτα, ἐπειδὴ τοῦτο ῥᾳθυμοτέρους ἐποίει, τὸ πάντας ἓν εἶναι νομίζεσθαι, καὶ τοὺς πολλὰ καμόντας καὶ τοὺς ἐλάττω, ὅρα πῶς αὐτὸ διωρθώσατο, εἰπών· Ἕκαστος δὲ τὸν ἴδιον μισθὸν λήψεται κατὰ τὸν ἴδιον κόπον. Ὡς ἂν εἰ ἔλεγε· Μὴ φοβοῦ, ὅτι εἶπον, ὅτι ἕν εἰσι· πρὸς γὰρ τὸ τοῦ Θεοῦ ἔργον παραβαλλόμενοι, ἕν εἰσιν· ἐπεὶ πόνων ἕνεκεν οὐκ εἰσὶν, ἀλλὰ ἕκαστος τὸν ἴδιον μισθὸν λήψεται. Εἶτα καὶ λιπαίνει πλέον αὐτὸ, κατορθώσας ὅπερ ἐβούλετο, καὶ χαρίζεται ἐν οἷς ἔξεστι μετὰ φιλοτιμίας. Θεοῦ γάρ ἐσμεν συνεργοί· Θεοῦ γεωργιόν ἐστε, Θεοῦ οἰκοδομή ἐστε. Ὁρᾷς πῶς καὶ αὐτοῖς ἔργον ἔδωκεν οὐ μικρὸν, κατασκευάσας πρότερον, ὅτι τὸ πᾶν ἐστι τοῦ Θεοῦ; Ἐπειδὴ γὰρ ἀεὶ παραινεῖ πείθεσθαι τοῖς ἡγουμένοις, διὰ τοῦτο οὐ σφόδρα ἐξευτελίζει τοὺς διδασκάλους. Θεοῦ γεώργιόν ἐστε. Ἐπειδὴ γὰρ εἶπεν, Ἐφύτευσα, τῇ τροπῇ ἐπέμεινεν. Εἰ δὲ Θεοῦ γεώργιον, οὐκ ἀπὸ τῶν γεωργούντων ὑμᾶς, ἀλλ' ἀπὸ τοῦ Θεοῦ καλεῖσθαι δίκαιον. Οὐ γὰρ ἀγρὸς γεωργοῦ καλεῖται, ἀλλὰ τοῦ οἰκοδεσπότου. Θεοῦ οἰκοδομή ἐστε. Πάλιν ἡ οἰκοδομὴ οὐ τοῦ τεχνίτου, ἀλλὰ τοῦ δεσπότου ἐστίν. Εἰ δὲ οἰκοδομή ἐστε, οὐ χρὴ διεσπάσθαι· ἐπεὶ οὐκ ἂν εἴη τοῦτο οἰκοδομή. Εἰ γεώργιόν ἐστε, διαιρεῖσθαι οὐ χρὴ, ἀλλ' ἑνὶ φραγμῷ τῷ τῆς ὁμονοίας τειχίζεσθαι. Κατὰ τὴν χάριν τοῦ Θεοῦ τὴν δοθεῖσάν μοι, ὡς σοφὸς ἀρχιτέκτων, θεμέλιον τέθεικα. Σοφὸν ἑαυτὸν ἐκάλεσεν ἐνταῦθα, οὐκ ἐπαίρων ἑαυτὸν, ἀλλὰ τύπον αὐτοῖς διδοὺς, καὶ δεικνὺς, ὅτι τοῦτό ἐστι σοφοῦ, τὸ ἕνα θεῖναι θεμέλιον. Ὅρα γοῦν πῶς μετριάζει. Εἰπὼν γὰρ σοφὸν ἑαυτὸν, οὐκ ἀφῆκεν αὐτοῦ τοῦτο εἶναι, ἀλλ' ὅλον ἑαυτὸν πρότερον ἀναθεὶς τῷ Θεῷ, τότε ἑαυτὸν οὕτως ἐκάλεσε· Κατὰ γὰρ τὴν χάριν τοῦ Θεοῦ τὴν δοθεῖσάν μοι, φησίν. Ὁμοῦ γὰρ δείκνυσιν, ὅτι καὶ τὸ πᾶν ἐστι τοῦ Θεοῦ, καὶ ὅτι τοῦτο μάλιστά ἐστι χάρις, τὸ μὴ διῃρῆσθαι, ἀλλ' ἐφ' ἑνὶ κεῖσθαι θεμελίῳ. Ἄλλος ἐποικοδομεῖ· ἕκαστος δὲ βλεπέτω, πῶς ἐποικοδομεῖ. Ἐνταῦθά μοι δοκεῖ εἰς τὸν περὶ τῆς πολιτείας λοιπὸν αὐτοὺς ἐμβάλλειν ἀγῶνα, ἐπειδὴ συνῆψεν ἅπαξ καὶ ἓν ἐποίησε. Θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστιν Ἰησοῦς Χριστός. Οὐ δύναται δὲ, ἕως ἂν ᾖ ἀρχιτέκτων· ἂν δὲ τεθῇ, οὐκέτι ἐστὶν ἀρχιτέκτων.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg156.local001/.
