# In epistulam i ad Corinthios (homiliae 1-44) 4.1-10

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44), Ταῦτα δὲ, ἀδελφοὶ, μετεσχημάτισα εἰς ἐμαυτὸν καὶ Ἀπολλὼ δι' ὑμᾶς, ἵνα ἐν ἡμῖν μάθητε, τὸ μὴ ὑπὲρ ὃ γέγραπται φρονεῖν.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-i-ad-corinthios-homiliae-1-44/4.1-10

Καὶ ἐπὶ τῶν κακῶν τὸ αὐτὸ τοῦτο πάσχοντες πάλιν, οὐκ ὄντα οὖν τινα ἀγαθὰ καὶ καλὰ εἶναι δοκοῦντα τοῖς πολλοῖς, ὡς ἀγαθὰ ἀπὸ τῆς αὐτῆς συνηθείας διώκομεν· ὥστε ἑκατέρωθεν φθείρεσθαι. Τάχα πολλοῖς ἀσαφέστερον εἶναι δοκεῖ τὸ λεχθέν· οὐκοῦν ἀνάγκη αὐτὸ σαφέστερον εἰπεῖν. Ὅταν πορνεύωμεν (δεῖ γὰρ ἀπὸ τῶν εἰρημένων ἄρξασθαι), ἀνθρώπους φοβούμεθα μᾶλλον, ἢ τὸν Θεόν. Ἐπεὶ οὖν οὕτως ἑαυτοὺς ὑπεθήκαμεν ἐκείνοις, καὶ δεσπότας ἡμῶν αὐτοὺς ἐποιήσαμεν, πολλὰ δὲ τοῖς δεσπόταις τούτοις καὶ ἄλλα δοκεῖ εἶναι κακὰ οὐκ ὄντα κακὰ, κἀκεῖνα φεύγομεν πάλιν ὁμοίως. Οἷον τὸ ἐν πενίᾳ ζῇν πολλοῖς δοκεῖ εἶναι αἰσχρόν· καὶ φεύγομεν τὴν πενίαν, οὐκ ἐπειδή ἐστιν αἰσχρὸν, οὐδὲ ἐπειδὴ τοῦτο πεπείσμεθα, ἀλλ' ἐπειδὴ τοῖς δεσπόταις ἡμῶν εἶναι δοκεῖ τοῦτο αἰσχρὸν, κἀκείνους δεδοίκαμεν. Πάλιν τὸ ἀτιμάζεσθαι καὶ εὐκαταφρόνητον εἶναι καὶ πάσης ἐκτὸς δυναστείας, δοκεῖ τοῖς πολλοῖς ὁμοίως εἶναι αἰσχύνης πολλῆς καὶ εὐτελείας. Τοῦτο πάλιν φεύγομεν, οὐδὲ αὐτοῦ καταγινώσκοντες, ἀλλὰ διὰ τὴν τῶν δεσποτῶν ἡμῶν ψῆφον. Πάλιν καὶ ἐκ τοῦ ἐναντίου τὴν αὐτὴν ὑπομένομεν λύμην· τὸ γὰρ πλουτεῖν ἀγαθὸν εἶναι δοκεῖ, καὶ ὁ τῦφος καὶ αἱ δόξαι καὶ τὸ περίβλεπτον εἶναι· καὶ τοῦτο πάλιν διώκομεν, οὐδὲ ἐνταῦθα τὴν τῶν πραγμάτων ἐπισκεψάμενοι φύσιν ὅτι καλὴ, ἀλλ' ἀπὸ τῆς δόξης τῶν δεσποτῶν ἡμῶν πεπεισμένοι. Δεσπότης γὰρ ἡμῶν ὁ δῆμός ἐστι· καὶ ὁ πολὺς ὄχλος δεσπότης ὠμὸς καὶ τύραννος χαλεπός. Οὐδὲ γὰρ ἐπιταγῆς αὐτῷ δεῖ πρὸς τὸ ἀκουσθῆναι παρ' ἡμῶν, ἀλλ' ἀρκεῖ μόνον ἡμᾶς εἰδέναι τί βούλεται, καὶ χωρὶς ἐπιτάγματος εἴκομεν· τοσαύτῃ εὐνοίᾳ περὶ αὐτὸν κεχρήμεθα. Καὶ ὁ μὲν Θεὸς καθ' ἑκάστην ἀπειλῶν καὶ νουθετῶν τὴν ἡμέραν, οὐκ ἀκούεται· ὁ δὲ πολὺς ὄχλος καὶ ἄτακτος καὶ συρφετώδης οὐδὲ ἐπιταγῆς χρείαν ἔχει, ἀλλ' ἀρκεῖ μόνον δεῖξαι τίσιν ἀρέσκεται, καὶ πάντα ὑπακούομεν εὐθέως. Καὶ πῶς ἄν τις τούτους, φησὶν, ἀποφύγῃ τοὺς δεσπότας; Εἰ μεῖζον αὐτῶν φρόνημα λάβοι, εἰ τὴν τῶν πραγμάτων ἐπισκέψαιτο φύσιν, εἰ καταγνοίη τῆς τῶν πολλῶν ψήφου, εἰ πρὸ τῶν ἄλλων ἁπάντων ἐν τοῖς ὄντως αἰσχροῖς παιδεύσει ἑαυτὸν μὴ ἀνθρώπους, ἀλλὰ τὸν ἀκοίμητον ὀφθαλμὸν δεδοικέναι, καὶ ἐν τοῖς ἀγαθοῖς πάλιν τοὺς παρ' ἐκείνου στεφάνους ζητεῖν. Οὕτω γὰρ οὐδὲ ἐν τοῖς ἄλλοις αὐτῶν ἀνεξόμεθα. Ὁ γὰρ, ἡνίκα ἂν κατορθοῖ, μὴ ἀξίους κρίνας ἐκείνους εἰδέναι αὐτοῦ τὰ κατορθώματα, ἀλλ' ἀρκούμενος τῇ τοῦ Θεοῦ ψήφῳ, οὐδὲ ἐν τοῖς ἐναντίοις λόγον αὐτῶν ἕξει τινά. Καὶ πῶς αὐτὸ τοῦτο ἔσται, φησίν; Ἐννόησον τί μὲν ἄνθρωπος, τί δὲ Θεὸς, καὶ τίνα ἀφεὶς τίνι προσφεύγεις, καὶ ταχέως διορθώσῃ τὸ πᾶν. Ἄνθρωπος ὑπὸ τὴν αὐτὴν ἁμαρτίαν σοὶ κεῖται καὶ τὴν κρίσιν καὶ τὴν κόλασιν· ἄνθρωπος ματαιότητι ὡμοιώθη, καὶ κρίσιν ὀρθὴν οὐκ ἔχει, καὶ δεῖται τῆς ἄνωθεν διορθώσεως· ἄνθρωπος, γῆ καὶ σποδὸς, κἂν ἐπαινέσῃ, πολλάκις ἁπλῶς ἐπαινέσεται, ἢ πρὸς χάριν, ἢ πρὸς ἀπέχθειαν· κἂν διαβάλῃ καὶ κατηγορήσῃ, πάλιν ἀπὸ τῆς αὐτῆς τοῦτο ἐργάσεται γνώμης. Ἀλλ' οὐχ ὁ Θεὸς οὕτως, ἀλλ' ἄληπτος ἡ ψῆφος αὐτοῦ, καὶ καθαρὰ ἡ κρίσις αὐτοῦ. Καὶ χρὴ διὰ ταῦτα ἀεὶ πρὸς αὐτὸν καταφεύγειν· οὐ διὰ ταῦτα δὲ μόνον, ἀλλ' ὅτι καὶ αὐτὸς ἐποίησε, καὶ φείδεταί σου μάλιστα πάντων, καὶ αὐτοῦ σοῦ μᾶλλόν σε ἀγαπᾷ. Τί τοίνυν ἀφέντες ἔχειν θαυμαστὸν ἐπαινέτην, πρὸς ἄνθρωπον καταφεύγομεν, τὸν οὐδὲν, τὸν εἰκῆ, τὸν ἁπλῶς; Πονηρόν σε λέγει καὶ μιαρὸν οὐκ ὄντα τοιοῦτον; Ταύτῃ μᾶλλον αὐτὸν ἐλέησον, καὶ δάκρυσον ὅτι διέφθαρται, καὶ καταφρόνησον αὐτοῦ τῆς δόξης, ὅτι πεπήρωται αὐτοῦ τὰ τῆς διανοίας ὄμματα· ἐπεὶ καὶ οἱ ἀπόστολοι ταῦτα ἤκουσαν, καὶ κατεγέλων τῶν διαβαλλόντων. Ἀλλ' ἀγαθόν σε λέγει καὶ χρηστόν; Ἂν μὲν τοιοῦτος ᾖς, μηδόλως χαυνωθῇς ὑπὸ τῆς δόξης· ἂν δὲ μὴ ᾖς τοιοῦτος, πλέον καταφρόνησον, καὶ χλευασίαν τὸ πρᾶγμα εἶναι νόμιζε. Βούλει μαθεῖν τῶν πολλῶν τὰς κρίσεις, πῶς εἰσὶ διεφθαρμέναι καὶ ἄχρηστοι καὶ γέλωτος ἄξιαι, καὶ αἱ μὲν μεμηνότων καὶ ἐξεστηκότων, αἱ δὲ παίδων ὑποτιτθίων; Ἄκουσον ἄνωθεν. Ἐρῶ δέ σοι κρίσεις οὐχὶ τὰς τοῦ δήμου μόνον, ἀλλὰ καὶ τὰς τῶν δοκούντων εἶναι σοφωτάτων, τῶν ἐξ ἀρχῆς νομοθετῶν. Τίς γὰρ ἂν δόξειε παρὰ τοῖς πολλοῖς σοφώτερος εἶναι τοῦ νομισθέντος ἀξίου πόλεσι καὶ δήμοις νομοθετεῖν; Ἀλλ' ὅμως τοῖς σοφοῖς τούτοις τὸ πορνεύειν οὐδὲν εἶναι δοκεῖ πονηρὸν οὐδὲ κολάσεως ἄξιον. Οὐδεὶς γοῦν τῶν νόμων τῶν ἔξωθεν αὐτὸ ἐκόλασεν, οὐδὲ εἰς δικαστήριον εἵλκυσεν ἐντεῦθεν· ἀλλὰ κἂν ἑλκύσῃ τις ὑπὲρ τούτων, καταγελῶσιν οἱ πολλοὶ, καὶ οὐκ ἀνέξεται ὁ δικάζων. Τὸ κυβεύειν πάλιν τῆς παρ' αὐτῶν τιμωρίας ἐστὶν ἐλεύθερον, καὶ οὐδεὶς ὑπὲρ τούτων δίκην ἔδωκέ ποτε παρ' ἐκείνοις. Τὸ μεθύειν καὶ γαστρίζεσθαι οὐ μόνον οὐκ ἔστιν ἔγκλημα, ἀλλὰ καὶ κατόρθωμα παρὰ πολλοῖς εἶναι νενόμισται· καὶ ἐν τοῖς στρατιωτικοῖς δείπνοις πολλὴ ἡ τοῦ πράγματος ἅμιλλα, καὶ οἱ μάλιστα σωφρονούσης διανοίας καὶ σώματος ἐῤῥωμένου δεόμενοι, οὗτοι μάλιστα τῇ τυραννίδι παραδέδονται τῆς μέθης, καὶ τὸ σῶμα παραλύοντες, καὶ τὴν ψυχὴν σκοτοῦντες, καὶ τῶν νομοθετῶν οὐδεὶς τοῦτο ἐκόλασε τὸ ἁμάρτημα.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg156.local001/.
