# In epistulam i ad Corinthios (homiliae 1-44) 4.1-16

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44), Οὐκ οἴδατε ὅτι τὰ σώματα ὑμῶν μέλη τοῦ Χριστοῦ εἰσιν; ἄρας οὖν τὰ μέλη τοῦ Χριστοῦ, ποιήσω πόρνης μέλη; Μὴ γένοιτο.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-i-ad-corinthios-homiliae-1-44/4.1-16

Τοῦτο καὶ ἐφ' ἡμῶν γίνεται. Καὶ νῦν ἐστιν ὁ τῆς Βαβυλωνίας καμίνου βασιλεὺς, καὶ νῦν φλόγα ἀνάπτει χαλεπωτέραν ἐκείνης· ἔστι καὶ νῦν ὁ τοιαύτην εἰκόνα κελεύων θαυμάζειν· πάρεισιν αὐτῷ καὶ σατράπαι καὶ στρατιῶται καὶ γοητεύουσα μουσική· καὶ πολλοὶ θαυμάζουσι ταύτην τὴν εἰκόνα, τὴν ποικίλην, τὴν μεγάλην. Τοιοῦτον γάρ τί ἐστιν ἡ πλεονεξία, οἷον ἡ εἰκὼν ἐκείνη, οὐδὲ σιδήρου καταφρονοῦσα, ἀλλ' ἐξ ἀνομοίων μὲν συγκειμένη πραγμάτων, πάντα δὲ κελεύουσα θαυμάζειν, καὶ χαλκὸν καὶ σίδηρον καὶ ἃ πολλῷ τούτων ἐστὶν εὐτελέστερα. Ἀλλ' ὥσπερ ταῦτά ἐστιν, οὕτω καὶ οἱ τῶν παίδων ἐκείνων ζηλωταί εἰσι καὶ νῦν, οἱ λέγοντες· Τοῖς θεοῖς σου οὐ λατρεύομεν, καὶ τῇ εἰκόνι σου οὐ προσκυνοῦμεν, ἀλλὰ καὶ τὴν κάμινον τῆς πενίας ὑπομένομεν, καὶ τὴν ἄλλην ταλαιπωρίαν ἅπασαν ὑπὲρ τῶν τοῦ Θεοῦ νόμων. Καὶ οἱ μὲν πολλὰ ἔχοντες, καθάπερ κἀκεῖνοι τότε, καὶ ταύτην προσκυνοῦσι πολλάκις καὶ κατακαίονται· οἱ δὲ μηδὲν κεκτημένοι καὶ ταύτης καταφρονοῦσι, καὶ ἐν πενίᾳ ὄντες, ἐν δρόσῳ μᾶλλόν εἰσι τῶν ἐν εὐπορίᾳ ζώντων· καθάπερ καὶ τότε οἱ μὲν ἐμβαλόντες κατεκάησαν, οἱ δὲ ἐν μέσῳ ὄντες, ὥσπερ ἐν ὕδατι ἦσαν καὶ δρόσῳ. Καὶ ὁ τύραννος δὲ τότε ἐκεῖνος μᾶλλον ἐκαίετο τῇ φλογὶ, τοῦ θυμοῦ σφοδρότερον αὐτὸν ἀνάπτοντος, ἢ οἱ παῖδες ἐκεῖνοι. Ἐκείνων μὲν γὰρ οὐκ ἴσχυσε τὸ πῦρ οὐδὲ ἄκρων ἅψασθαι τῶν τριχῶν· τούτου δὲ πυρὸς σφοδρότερον κατέκαυσε τὴν διάνοιαν ἡ ὀργή. Ἐννόησον γὰρ ὅσον ἦν ἐπ' ὄψεσι τοσαύταις ὑπὸ παίδων αἰχμαλώτων αὐτὸν διαπτύεσθαι. Ἔδειξε γὰρ λοιπὸν, ὅτι καὶ τὴν πόλιν αὐτῶν ἔλαβεν, οὐ παρὰ τὴν οἰκείαν ἰσχὺν, ἀλλὰ παρὰ τὴν τῶν πολλῶν ἁμαρτίαν. Εἰ γὰρ τῶν δεδεμένων οὐκ ἴσχυσε περιγενέσθαι, καὶ ταῦτα ἐν καμίνῳ βεβλημένων, πῶς ἂν τούτων περιεγένετο πολέμου νόμῳ, πάντων τοιούτων ὄντων; Ὅθεν δῆλον ὅτι αἱ τῶν πολλῶν ἁμαρτίαι τὴν πόλιν παρέδωκαν. Ὅρα δὲ καὶ τὸ ἀκενόδοξον τῶν παίδων. Οὐ γὰρ ἐπεπήδησαν τῇ καμίνῳ, ἀλλὰ τοῦ Χριστοῦ τὴν παραγγελίαν ἄνωθεν ἐφύλαττον λέγοντος· Εὔχεσθε μὴ εἰσελθεῖν εἰς πειρασμόν· οὔτε ἔφυγον ἐπειδὴ ἤχθησαν, ἀλλ' ἔστησαν ἐν τῷ μέσῳ γενναίως, οὔτε μὴ καλοῦντος ἀγωνιζόμενοι, οὔτε καλοῦντος μαλακιζόμενοι, ἀλλὰ πρὸς πάντα ἕτοιμοι καὶ γενναῖοι, καὶ πάσης γέμοντες παῤῥησίας. Ἀκούσωμεν δὲ καὶ τί λέγουσιν, ἵνα κἀντεῦθεν μάθωμεν αὐτῶν τὸ φιλόσοφον φρόνημα· Ἔστι Θεὸς ἐν οὐρανοῖς δυνατὸς ἐξελέσθαι ἡμᾶς. Οὐ γὰρ ὑπὲρ ἑαυτῶν φροντίζουσιν, ἀλλὰ καὶ καίεσθαι μέλλοντες, ὑπὲρ τῆς τοῦ Θεοῦ δόξης μεριμνῶσιν. Ἵνα γὰρ μή ποτε, φησὶ, κατακαυθέντων ἡμῶν ἀσθένειαν τοῦ Θεοῦ καταγνῷς, ἤδη σοι τὸ δόγμα ἅπαν ἀπαγγέλλομεν ἀκριβῶς τὸ ἡμέτερον· Ἔστι Θεὸς ἐν οὐρανοῖς, οὐ τοιοῦτος, οἵα αὕτη εἰκὼν ἡ ἐπὶ γῆς, ἡ ἄψυχος καὶ ἄφωνος, ἀλλ' ἱκανὸς καὶ ἐκ μέσης καμίνου τῆς καιομένης ἐξαρπάσαι. Μὴ τοίνυν αὐτοῦ καταγνῷς ἀσθένειαν, ὅτι ἀφίησιν ἐμπεσεῖν. Οὕτως ἐστὶ δυνατὸς, ὥστε μετὰ τὸ ἐμπεσεῖν πάλιν ἡμᾶς ἐξαρπάσαι τῆς φλογός· Καὶ ἐὰν μὴ, γνωστὸν ἔστω σοι, ὦ βασιλεῦ, ὅτι τοῖς θεοῖς σου οὐ λατρεύομεν, καὶ τῇ εἰκόνι τῇ χρυσῇ ᾖ ἔστησας οὐ προσκυνοῦμεν. Ὅρα αὐτοὺς οἰκονομικῶς ἀγνοοῦντας τὸ μέλλον. Εἰ γὰρ προῄδεσαν, οὐδὲ ἦσαν θαυμαστοὶ, πεποιηκότες ὅπερ ἐποίησαν· τί γὰρ θαυμαστὸν, εἰ ἐνέχυρα ἔχοντες σωτηρίας, κατετόλμησαν τῶν δεινῶν; ἀλλ' ὁ μὲν Θεὸς ἐδοξάζετο, δυνηθεὶς ἐκβαλεῖν τῆς καμίνου· ἐκεῖνοι δὲ οὐκ ἂν ἐθαυμάσθησαν, ἅτε μὴ εἰς κινδύνους ἑαυτοὺς ῥίψαντες. Διὰ τοῦτο αὐτοὺς ἀφῆκεν ἀγνοῆσαι τὸ μέλλον, ἵνα αὐτοὺς δοξάσῃ πλέον. Καὶ καθάπερ αὐτοὶ ἠσφαλίζοντο τὸν βασιλέα μὴ ἀσθένειαν καταγνῶναι Θεοῦ, εἰ κατακαυθείησαν· οὕτως ὁ Θεὸς ἀμφότερα ἐποίησε, καὶ τὴν ἑαυτοῦ δύναμιν ἔδειξε, καὶ τὴν τῶν παίδων προθυμίαν λαμπροτέραν διαφανῆναι παρεσκεύασε. Πόθεν οὖν αὐτοῖς, φησὶ, ἡ ἀμφιβολία καὶ τὸ μὴ θαῤῥεῖν ὅτι πάντως σωθήσονται; Διὰ τὸ πάντως ἑαυτοὺς εὐτελεστέρους εἶναι νομίζειν, καὶ ἀναξίους τοιαύτης εὐεργεσίας. Καὶ ὅτι οὐ στοχαζόμενος τοῦτο λέγω, εἰς τὴν κάμινον ἐμπεσόντες, τοιαῦτα ἀπωδύροντο λέγοντες· Ἡμάρτομεν, ἠνομήσαμεν, οὐκ ἔστιν ἡμῖν ἀνοῖξαι τὸ στόμα. Διὰ ταῦτα ἔλεγον· Καὶ ἐὰν μή. Εἰ δὲ μὴ φανερῶς εἶπον τοῦτο, οἷον, ὅτι Δυνατὸς μὲν ἔστιν ὁ Θεὸς ἐξελέσθαι ἡμᾶς, ἐὰν δὲ μὴ ἐξέληται, διὰ τὰς ἁμαρτίας οὐκ ἐξελεῖται, μὴ θαυμάσῃς· καὶ γὰρ ἔδοξαν ἂν παρὰ τοῖς βαρβάροις τοῦ Θεοῦ τὴν ἀσθένειαν τῇ τῶν οἰκείων ἁμαρτημάτων συσκιάζειν προφάσει. Διὰ τοῦτο περὶ τοῦ δυνατοῦ μόνον διαλεχθέντες, τὴν αἰτίαν οὐ τιθέασι. Καὶ ἄλλως δὲ πεπαιδευμένοι καλῶς ἦσαν μὴ πολυπραγμονεῖν τοῦ Θεοῦ τὰς κρίσεις. Ταῦτα τοίνυν εἰπόντες ἐνέβησαν εἰς τὸ πῦρ, καὶ οὔτε ἐνύβρισαν εἰς τὸν βασιλέα, οὔτε κατέστρεψαν τὴν εἰκόνα. Τὸν γὰρ ἀνδρεῖον τοιοῦτον εἶναι χρὴ, σώφρονα καὶ ἐπιεικῆ, καὶ μάλιστα ἐν τοῖς κινδύνοις, ἵνα μὴ δόξῃ θυμῷ καὶ κενοδοξίᾳ πρὸς τοιούτους ἀγῶνας ἰέναι, ἀλλὰ ἀνδρείᾳ καὶ σωφροσύνῃ. Ὁ μὲν γὰρ ὑβρίζων, ἐκείνων τῶν ἐγκλημάτων ὑπομένει τὴν ὑπόνοιαν· ὁ δὲ ὑπομένων καὶ ἑλκόμενος καὶ μετ' ἐπιεικείας ἀγωνιζόμενος, οὐχ ὡς ἀνδρεῖος θαυμάζεται μόνον, ἀλλὰ καὶ ἐπὶ τῇ σωφροσύνῃ καὶ τῇ ἐπιεικείᾳ οὐχ ἧττον ἀνακηρύττεται· ὅπερ καὶ αὐτοὶ τότε ἐποίησαν, τήν τε ἀνδρείαν ἐπιδεικνύμενοι καὶ τὴν ἐπιείκειαν ἅπασαν, καὶ οὐδὲν ἐπὶ μισθῷ πράττοντες οὐδὲ ἀντιδόσει καὶ ἀνταμοιβῇ. Καὶ ἐὰν μὴ θελήσῃ, φησὶν, ἡμᾶς ἐξελέσθαι, τοῖς θεοῖς σου οὐ λατρεύομεν· ἔχομεν γὰρ ἤδη τὰς ἀμοιβὰς, καταξιωθέντες ἀπαλλαγῆναι τῆς ἀσεβείας, καὶ διὰ τοῦτο κατακαῦσαι τὰ σώματα. Καὶ ἡμεῖς τοίνυν ἔχοντες ἤδη τὴν ἀντίδοσιν (καὶ γὰρ ἔχομεν, καταξιωθέντες αὐτὸν ἐπιγνῶναι, καταξιωθέντες γενέσθαι μέλη Χριστοῦ), μὴ ποιήσωμεν αὐτὰ μέλη πόρνης. Ἐν γὰρ τῷ φρικωδεστάτῳ τούτῳ χρὴ καταλῦσαι τὸν λόγον, ἵνα ἀκμάζοντα ἔχοντες τῆς ἀπειλῆς τὸν φόβον, μένωμεν τοῦ χρυσίου καθαρώτεροι τῷ φόβῳ τούτῳ γινόμενοι. Οὕτω γὰρ δυνησόμεθα πορνείας ἀπαλλαγέντες τὸν Χριστὸν ἰδεῖν· ὃν γένοιτο πάντας ἡμᾶς μετὰ παῤῥησίας θεάσασθαι κατὰ τὴν ἡμέραν ἐκείνην, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg156.local001/.
