Ancient Greek
Περὶ δὲ ὧν ἐγράψατέ μοι· καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι· διὰ δὲ τὰς πορνείας ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω, καὶ ἑκάστη τὸν ἴδιον ἄνδρα.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44) 4.1-17
Not analysed yet
Βαβαί. ποῦ τὴν δουλείαν ἔθηκεν. Ὥσπερ οὐδὲν ὠφελεῖ ἡ περιτομὴ, οὐδὲ βλάπτει ἡ ἀκροβυστία, οὕτως οὐδὲ ἡ δουλεία οὐδὲ ἡ ἐλευθερία. Καὶ ἵνα δείξῃ τοῦτο σαφέστερον ἐκ περιουσίας, φησίν· Ἀλλ' εἰ καὶ δύνασαι ἐλεύθερος γενέσθαι, μᾶλλον χρῆσαι· τουτέστι, μᾶλλον δούλευε. Καὶ τί δήποτε τὸν δυνάμενον ἐλευθερωθῆναι κελεύει μένειν δοῦλον; Θέλων δεῖξαι, ὅτι οὐδὲν βλάπτει ἡ δουλεία, ἀλλὰ καὶ ὠφελεῖ. Καὶ οὐκ ἀγνοῶ μὲν ὅτι τινὲς τὸ, Μᾶλλον χρῆσαι, περὶ ἐλευθερίας φασὶν εἰρῆσθαι, λέγοντες, ὅτι Εἰ δύνασαι ἐλευθερωθῆναι, ἐλευθερώθητι· πολὺ δὲ ἀπεναντίας τῷ τρόπῳ τοῦ Παύλου τὸ ῥῆμα, εἰ τοῦτο αἰνίττοιτο. Οὐ γὰρ ἂν παραμυθούμενος τὸν δοῦλον, καὶ δεικνὺς οὐδὲν ἠδικημένον, ἐκέλευσε γενέσθαι ἐλεύθερον. Εἶπε γὰρ ἄν τις ἴσως· Τί οὖν; ἂν μὴ δύνωμαι, ἠδίκημαι καὶ ἠλάττωμαι; Οὐ τοίνυν τοῦτό φησιν, ἀλλ' ὅπερ ἔφην, θέλων δεῖξαι ὅτι οὐδὲν πλέον γίνεται τῷ ἐλευθέρῳ γενομένῳ, φησί· Κἂν κύριος ᾖς τοῦ ἐλευθερωθῆναι, μένε δουλεύων μᾶλλον. Εἶτα καὶ τὴν αἰτίαν ἐπάγει· Ὁ γὰρ ἐν Κυρίῳ κληθεὶς δοῦλος, ἀπελεύθερος Κυρίου ἐστίν· ὁμοίως καὶ ὁ ἐλεύθερος κληθεὶς, δοῦλός ἐστι τοῦ Χριστοῦ. Ἐν γὰρ τοῖς κατὰ Χριστὸν, φησὶν, ἀμφότεροι ἴσοι· ὁμοίως γὰρ καὶ σὺ τοῦ Χριστοῦ δοῦλος, ὁμοίως καὶ ὁ δεσπότης ὁ σός. Πῶς οὖν ὁ δοῦλος ἀπελεύθερος; Ὅτι ἠλευθέρωσέ σε οὐ τῆς ἁμαρτίας μόνον, ἀλλὰ καὶ τῆς ἔξωθεν δουλείας μένοντα δοῦλον. Οὐ γὰρ ἀφίησιν εἶναι δοῦλον τὸν δοῦλον, οὐδὲ ἄνθρωπον μένοντα ἐν δουλείᾳ· τοῦτο γάρ ἐστι τὸ θαυμαστόν. Καὶ πῶς ἐλεύθερός ἐστιν ὁ δοῦλος, μένων δοῦλος; Ὅταν παθῶν ἀπηλλαγμένος ᾖ καὶ τῶν τῆς ψυχῆς νοσημάτων, ὅταν χρημάτων καταφρονῇ καὶ ὀργῆς καὶ τῶν ἄλλων τῶν τοιούτων παθῶν. Τιμῆς ἠγοράσθητε, μὴ γίνεσθε δοῦλοι ἀνθρώπων. Οὗτος ὁ λόγος οὐ πρὸς οἰκέτας μόνον, ἀλλὰ καὶ πρὸς ἐλευθέρους εἴρηται. Ἔστι γὰρ καὶ δοῦλον ὄντα μὴ εἶναι δοῦλον, καὶ ἐλεύθερον ὄντα δοῦλον εἶναι. Καὶ πῶς ὁ δοῦλος ὢν, οὐκ ἔστι δοῦλος; Ὅταν διὰ τὸν Θεὸν πάντα ποιῇ, ὅταν μὴ ὑποκρίνηται μηδὲ κατ' ὀφθαλμοδουλείαν ἀνθρώπων τι πράττῃ· τουτέστι, δουλεύοντα ἀνθρώποις ἐλεύθερον εἶναι. Ἢ πῶς πάλιν ἐλεύθερός τις ὢν, γίνεται δοῦλος; Ὅταν διακονῆται ἀνθρώποις πονηράν τινα διακονίαν ἢ διὰ γαστριμαργίαν, ἢ διὰ χρημάτων ἐπιθυμίαν, ἢ διὰ δυναστείαν. Ὁ γὰρ τοιοῦτος πάντων ἐστὶ δουλικώτερος, κἂν ἐλεύθερος ᾖ. Σκόπει δὲ ταῦτα ἀμφότερα· Δοῦλος ἦν ὁ Ἰωσὴφ, ἀλλ' οὐκ ἀνθρώπων δοῦλος· διὸ καὶ ἐν τῇ δουλείᾳ πάντων ἐλευθέρων ἐλευθερώτερος ἦν. Τῇ δεσποίνῃ γοῦν οὐκ εἶξεν, εἰς ἅπερ ἠθέλησεν ἡ κεκτημένη. Πάλιν ἐλευθέρα ἦν ἐκείνη, καὶ πάντων ἦν δουλικωτέρα, τὸν θεράποντα κολακεύουσα καὶ παρακαλοῦσα· ἀλλ' οὐκ ἔπεισε τὸν ἐλεύθερον, ὃ μὴ ἠθέλησε, ποιῆσαι. Οὐκ ἄρα δουλεία τὸ πρᾶγμα ἦν, ἀλλ' ἐλευθερία ἡ ἀνωτάτω. Τί γὰρ ἐνεποδίσθη πρὸς ἀρετὴν ἐκεῖνος ἀπὸ τῆς δουλείας; Ἀκουέτωσαν δοῦλοι καὶ ἐλεύθεροι· Τίς ἐδούλευσεν; ὁ ἀξιούμενος, ἢ ἡ ἀξιοῦσα; ἡ παρακαλοῦσα, ἢ ὁ καταφρονῶν ἱκετευούσης; Καὶ γὰρ εἰσὶν ὄροι δούλων παρὰ τοῦ Θεοῦ κείμενοι· καὶ μέχρι ποῦ δεῖ φυλάττειν αὐτοὺς, καὶ τοῦτο νενομοθέτηται, καὶ ὑπερβαίνειν αὐτοὺς οὐ χρή. Ὅταν γὰρ μηδὲν ὁ δεσπότης ἐπιτάττῃ τῶν μὴ δοκούντων τῷ Θεῷ, ἕπεσθαι δεῖ καὶ πείθεσθαι· περαιτέρω δὲ μηκέτι· οὕτω γὰρ ὁ δοῦλος ἐλεύθερος γίνεται. Ἂν δὲ περαιτέρω προΐῃς, κἂν ἐλεύθερος ᾖς, ἐγένου δοῦλος. Τοῦτο γοῦν αἰνίττεται λέγων· Μὴ γίνεσθε δοῦλοι ἀνθρώπων. Εἰ δὲ μὴ τοῦτο, ἀλλ' ἐκέλευσε καταλιμπάνειν δεσπότας, καὶ ἐλευθέρους φιλονεικεῖν γίνεσθαι, πῶς παρῄνει λέγων· Ἕκαστος ἐν τούτῳ μενέτω, ἐν ᾧ ἐκλήθη; καὶ ἀλλαχοῦ, Ὅσοι εἰσὶν ὑπὸ ζυγὸν δοῦλοι, τοὺς ἰδίους δεσπότας πάσης τιμῆς ἀξίους ἡγείσθωσαν, καὶ μὴ καταφρονείτωσαν οἱ πιστοὺς ἔχοντες δεσπότας, ὅτι ἀδελφοί εἰσιν οἱ τῆς εὐεργεσίας ἀντιλαμβανόμενοι; Καὶ Ἐφεσίοις δὲ καὶ Κολασσαεῦσιν ἐπιστέλλων, τὰ αὐτὰ διατάττεται καὶ νομοθετεῖ. Ὅθεν δῆλον, ὅτι οὐ ταύτην ἀναιρεῖ τὴν δουλείαν, ἀλλὰ τὴν ἀπὸ τῆς κακίας καὶ ἐλευθέροις γινομένην, ἥπερ ἐστὶ χαλεπωτάτη, κἂν ἐλεύθερός τις ὢν αὐτῇ δουλεύῃ. Τί γὰρ ἀπώναντο οἱ τοῦ Ἰωσὴφ ἀδελφοὶ ἐλεύθεροι ὄντες; οὐχὶ πάντων ἦσαν τῶν δούλων δουλικώτεροι, καὶ πρὸς τὸν πατέρα ψευδόμενοι, καὶ πρὸς τοὺς ἐμπόρους τὰ μὴ ὄντα λέγοντες, καὶ πρὸς τὸν ἀδελφόν; Ἀλλ' οὐκ ὁ ἐλεύθερος τοιοῦτος, ἀλλὰ πανταχοῦ καὶ ἐν πᾶσιν ἀληθής· καὶ οὐδὲν αὐτὸν δουλώσασθαι ἠδυνήθη, οὐ δεσμὸς, οὐ δουλεία, οὐ δεσποίνης ἔρως, οὐ τὸ ἐν ἀλλοτρίᾳ εἶναι· ἀλλ' ἔμενεν ἐλεύθερος πανταχοῦ. Τοῦτο γὰρ μάλιστά ἐστιν ἐλευθερία, ὅταν καὶ ἐν δουλείᾳ διαλάμπῃ.