# In epistulam i ad Corinthios (homiliae 1-44) 4.1-18

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44), Περὶ δὲ τῶν εἰδωλοθύτων οἴδαμεν ὅτι πάντες γνῶσιν ἔχομεν. Ἡ γνῶσις φυσιοῖ, ἡ δὲ ἀγάπη οἰκοδομεῖ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-i-ad-corinthios-homiliae-1-44/4.1-18

Ἐγὼ μὲν οὖν τὴν αἰτίαν εἶπον, δι' ἢν ἐνταῦθα σεσίγηται· σὺ δὲ, εἰ μὴ τοῦτό ἐστιν, εἰπὲ διὰ τί ἐν τῷ βαπτίσματι συντάττεται. Ἀλλ' οὐκ ἂν ἔχοις ἑτέραν αἰτίαν εἰπεῖν, ἢ τὸ, ὁμότιμον αὐτὸ εἶναι. Ὅταν γοῦν μηδεμίαν ἔχῃ τοιαύτην ἀνάγκην, ὅρα πῶς αὐτὸ συντάττει οὕτω λέγων· Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἡ ἀγάπη τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ ἡ κοινωνία τοῦ ἁγίου Πνεύματος μετὰ πάντων ὑμῶν· καὶ πάλιν, Διαιρέσεις δὲ χαρισμάτων εἰσὶ, τὸ δὲ αὐτὸ Πνεῦμα· καὶ διαιρέσεις διακονιῶν εἰσιν, ὁ δὲ αὐτὸς Κύριος· καὶ διαιρέσεις ἐνεργημάτων εἰσὶν, ὁ δὲ αὐτὸς Θεός. Ἀλλ' ἐπειδὴ νῦν πρὸς Ἕλληνας ὁ λόγος ἦν αὐτῷ καὶ τοὺς ἐξ Ἑλλήνων ἀσθενεστέρους, διὰ τοῦτο ταμιεύεται τέως· ὅπερ οὖν καὶ οἱ προφῆται ποιοῦσιν ἐπὶ τοῦ Υἱοῦ, οὐδαμοῦ σαφῶς αὐτοῦ μεμνημένοι διὰ τὴν ἀσθένειαν τῶν ἀκουόντων. Ἀλλ' οὐκ ἐν πᾶσιν ἡ γνῶσις, φησί. Ποία αὕτη; ἡ περὶ τοῦ Θεοῦ, ἢ ἡ περὶ τῶν εἰδωλοθύτων; Ἢ γὰρ τοὺς Ἕλληνας αἰνίττεται ἐνταῦθα, τοὺς πολλοὺς λέγοντας θεοὺς καὶ κυρίους, καὶ οὐκ εἰδότας τὸν ὄντα Θεόν· ἢ τοὺς ἐξ Ἑλλήνων ἀσθενεστέρους ἔτι, τοὺς οὐδέπω σαφῶς εἰδότας, ὅτι οὐ χρὴ δεδοικέναι τὰ εἴδωλα, καὶ ὅτι οὐδὲν εἴδωλον ἐν κόσμῳ. Τοῦτο δὲ εἰπὼν, ἠρέμα παρεμυθήσατο καὶ ἐπῆρε τούτους. Οὐδὲ γὰρ πάντα καθάπτεσθαι ἔδει, καὶ μάλιστα μέλλοντα πάλιν καθικνεῖσθαι αὐτῶν σφοδρότερον. Τινὲς δὲ τῇ συνειδήσει τοῦ εἰδώλου ἕως ἄρτι ὡς εἰδωλοθύτων ἐσθίουσι, καὶ ἡ συνείδησις αὐτῶν ἀσθενὴς οὖσα μολύνεται. Ἔτι τρέμουσι, φησὶ, τὰ εἴδωλα. Μὴ γάρ μοι τὴν παροῦσαν εἴπῃς κατάστασιν, καὶ ὅτι ἐκ προγόνων τὴν εὐσέβειαν ἐδέξω· ἀλλὰ παράπεμψον τὴν διάνοιαν εἰς ἐκείνους τοὺς χρόνους, καὶ ἐννόησον, ἄρτι τοῦ κηρύγματος καθισταμένου, καὶ τῆς ἀσεβείας ἔτι κρατούσης, καὶ βωμῶν καιομένων καὶ θυσιῶν καὶ σπονδῶν τελουμένων, καὶ τῶν πλειόνων Ἑλλήνων ὄντων, τοὺς ἐκ προγόνων διαδεξαμένους τὴν ἀσέβειαν, καὶ πατέρων καὶ πάππων καὶ ἐπιπάππων τοιούτων ὄντας ἐκγόνους, καὶ πολλὰ παρὰ τῶν δαιμόνων παθόντας κακὰ, ἀθρόον μεταστάντας, πῶς εἰκὸς ἦν διακεῖσθαι· πῶς δὲ δεδοικέναι καὶ τρέμειν τὰς τῶν δαιμόνων ἐπιβουλάς· δι' οὓς καὶ αἰνιττόμενος ἔλεγε· Τινὲς δὲ τῇ συνειδήσει τοῦ εἰδωλοθύτου. Οὔτε γὰρ ἐκκαλύπτει αὐτοὺς σαφῶς, ἵνα μὴ πλήξῃ, οὔτε παρατρέχει καθόλου, ἀλλ' ἀορίστως αὐτῶν μέμνηται, λέγων· Τινὲς δὲ τῇ συνειδήσει τοῦ εἰδωλοθύτου ἕως ἄρτι ὡς εἰδωλόθυτον ἐσθίουσι· τουτέστι, μετὰ τῆς αὐτῆς διανοίας, μεθ' ἧς πρότερον· καὶ ἡ συνείδησις αὐτῶν ἀσθενὴς οὖσα μολύνεται· οὐδέπω δυναμένη καταφρονῆσαι οὐδὲ καθάπαξ αὐτῶν καταγελάσαι, ἀλλ' ἔτι διακρινομένη. Ὥσπερ ἂν εἴ τις τῷ νεκροῦ ἅπτεσθαι νομίζοι μολύνειν ἑαυτὸν κατὰ Ἰουδαϊκὴν συνήθειαν, εἶτα ἑτέρους ὁρῶν ἁπτομένους μετὰ καθαροῦ συνειδότος, μὴ ἁπτόμενος μετὰ τῆς αὐτῆς γνώμης, μολύνοιτο· οὕτω κἀκεῖνοι τότε ἔπασχον. Τινὲς γὰρ, φησὶ, τῇ συνειδήσει τοῦ εἰδώλου ἕως ἄρτι. Οὐχ ἁπλῶς τὸ, Ἕως ἄρτι, τέθεικεν, ἀλλ' ἵνα δείξῃ ὅτι οὐδὲν ἤνυσαν μὴ συγκαταβαίνοντες. Οὐδὲ γὰρ οὕτως αὐτοὺς ἐνάγειν ἐχρῆν, ἀλλ' ἑτέρως πως λόγῳ πείθοντας καὶ διδασκαλίᾳ. Καὶ ἡ συνείδησις αὐτῶν ἀσθενὴς οὖσα μολύνεται. Οὐδαμοῦ τέως περὶ τὴν φύσιν τοῦ πράγματος τὸν λόγον ἵστησιν, ἀλλ' ἄνω καὶ κάτω περὶ τὸ συνειδὸς τοῦ μεταλαμβάνοντος στρέφεται. Δέδοικε γὰρ μή πως θέλων διορθῶσαι τὸν ἀσθενῆ, πλήξῃ τὸν ἰσχυρὸν, καὶ ἀσθενῆ καὶ τοῦτον ἐργάσηται. Διόπερ οὐχ ἧττον τούτου φείδεται, ἢ ἐκείνου. Καὶ οὐκ ἀφίησιν αὐτὸ νομισθῆναί τι, ἀλλὰ πολὺν κατασκευάζει τὸν λόγον, ὥστε μὴ τοῦτο ὑποπτευθῆναι. Βρῶμα δὲ ἡμᾶς οὐ παρίστησι τῷ Θεῷ. Οὔτε γὰρ ἐὰν φάγωμεν, περισσεύομεν· οὔτε ἐὰν μὴ φάγωμεν, ὑστεροῦμεν. Ὁρᾷς πῶς πάλιν αὐτῶν καθεῖλε τὸ φρόνημα; Εἰπὼν γὰρ ὅτι οὐ μόνον ἐκεῖνοι, ἀλλὰ πάντες γνῶσιν ἔχομεν, καὶ, ὅτι οὐδεὶς οὐδὲν ἔγνωκε καθὼς δεῖ γνῶναι, καὶ, ὅτι ἡ γνῶσις φυσιοῖ· εἶτα παραμυθησάμενος αὐτοὺς, καὶ εἰπὼν, ὅτι οὐκ ἐν πᾶσιν ἡ γνῶσις, καὶ ὅτι δι' ἀσθένειαν οὗτοι μολύνονται· ἵνα μὴ λέγωσιν ἐκεῖνοι, Καὶ τί πρὸς ἡμᾶς, εἰ μὴ ἐν πᾶσιν ἡ γνῶσις; διὰ τί γὰρ μὴ ἔχει γνῶσιν ὁ δεῖνα; διὰ τί ἀσθενής; ἵνα μὴ ταῦτα ἀνθυποφέρωσιν, οὐκ εὐθέως ἦλθεν ἐπὶ τὸ δεῖξαι σαφῶς, ὅτι διὰ τὴν ἐκείνου βλάβην ἀπέχεσθαι δεῖ· ἀλλὰ προακροβολισάμενος αὐτὸν μόνον πρῶτον, τὸ τούτου πλέον δείκνυσι. Ποῖον δὴ τοῦτο; Ὅτι εἰ καὶ μηδεὶς ἐβλάπτετο, μηδὲ ἡ τοῦ πλησίον προσῆν διαστροφὴ, οὐδὲ οὕτω δεῖ τοῦτο ποιεῖν· ματαιοπονεῖν γὰρ τοῦτό ἐστιν. Ὁ γὰρ ἀκούσας ὅτι βλάπτεται μὲν ἕτερος, αὐτὸς δὲ ἔχει τὸ κέρδος, οὐ σφόδρα ἀφίσταται, ἀλλὰ τότε μᾶλλον, ὅταν μάθῃ ὅτι οὐδὲν αὐτὸς ὠφελεῖται ἀπὸ τοῦ πράγματος. Διὰ τοῦτο πρῶτον τοῦτο τίθησι λέγων· Βρῶμα δὲ ἡμᾶς οὐ παρίστησι τῷ Θεῷ. Εἶδες πῶς αὐτὸ ἐξευτελίζει, ὃ ἐδόκει ἀπὸ τελείας γνώσεως γίνεσθαι; Οὔτε γὰρ ἐὰν φάγωμεν, περισσεύομεν· τουτέστιν, εὐδοκιμοῦμεν παρὰ τῷ Θεῷ, ὡς ἀγαθόν τι ποιήσαντες καὶ μέγα· οὔτε ἐὰν μὴ φάγωμεν, ὑστεροῦμεν· τουτέστιν, οὐκ ἔλαττόν τι ἔχομεν. Τέως μὲν οὖν αὐτὸ ἔδειξε περιττὸν καὶ οὐδέν· ὃ γὰρ μήτε γινόμενον ὠφελεῖ, μήτε μὴ γινόμενον βλάπτει, περιττὸν ἂν εἴη· προϊὼν δὲ καὶ τὴν βλάβην ἐκκαλύπτει πᾶσαν τοῦ πράγματος. Νῦν μέντοι τὴν εἰς τοὺς ἀδελφοὺς γινομένην λέγει· Βλέπετε γὰρ, φησὶ, μή πως ἡ ἐξουσία ὑμῶν αὕτη πρόσκομμα γένηται τοῖς ἀσθενοῦσι τῶν ἀδελφῶν. Οὐκ εἶπεν, ὅτι Ἡ ἐξουσία ὑμῶν πρόσκομμα γίνεται, οὐδὲ ἀπεφήνατο, ἵνα μὴ ἀναισχυντοτέρους ποιήσῃ· ἀλλὰ πῶς· Βλέπετε· φοβῶν αὐτοὺς καὶ ἐντρέπων, καὶ ἐπὶ ἄρνησιν ἄγων τοῦ μὴ ποιεῖν. Καὶ οὐκ εἶπεν, Ἡ γνῶσις ὑμῶν αὕτη, ὅπερ ἦν ἐγκωμίου μᾶλλον· οὐδὲ, Ἡ τελειότης ὑμῶν αὕτη· ἀλλ', Ἡ ἐξουσία· ὅπερ προπετείας μᾶλλον καὶ αὐθαδείας καὶ ἀλαζονείας εἶναι ἐδόκει. Καὶ οὐκ εἶπε, Τοῖς ἀδελφοῖς, ἀλλὰ, Τοῖς ἀσθενοῦσι τῶν ἀδελφῶν· αὔξων τὴν κατηγορίαν, ὅτι οὐδὲ ἀσθενούντων φείδονται, καὶ ταῦτα ἀδελφῶν. Ἔστω γὰρ, οὐ διορθοῖς οὐδὲ ἐγείρεις· τί καὶ ὑποσκελίζεις καὶ προσπταίειν ποιεῖς, δέον χεῖρα ὀρέγειν; Ἀλλ' οὐ βούλει τοῦτο· οὐκοῦν μηδὲ καταβάλῃς. Εἰ μὲν γὰρ πονηρὸς ἦν, κολάσεως ἐδεῖτο· εἰ δὲ ἀσθενὴς, ἰατρείας. Νῦν δὲ οὐκ ἀσθενὴς μόνον, ἀλλὰ καὶ ἀδελφός. Ὅταν γάρ τις ἴδῃ σε τὸν ἔχοντα γνῶσιν ἐν εἰδωλείῳ κατακείμενον, οὐχὶ ἡ συνείδησις αὐτοῦ ἀσθενοῦς ὄντος οἰκοδομηθήσεται εἰς τὸ τὰ εἰδωλόθυτα ἐσθίειν; Εἰπὼν, Βλέπετε μὴ πρόσκομμα γένηται ἡ ἐξουσία ὑμῶν αὕτη, λέγει πῶς καὶ τίνι τρόπῳ γίνεται. Καὶ πανταχοῦ τὴν ἀσθένειαν τίθησιν, ἵνα μὴ δόξῃ τῆς τοῦ πράγματος φύσεως εἶναι ἡ βλάβη, καὶ φοβεροὶ φανῶσιν οἱ δαίμονες. Νῦν μὲν γὰρ ἐγγύς ἐστιν ἀποστῆναι τέλεον τῶν εἰδώλων, φησί· σὲ δὲ ὁρῶν ἐμφιλοχωροῦντα ἐκείνοις, ἀντὶ παραινέσεως τὸ πρᾶγμα δέχεται, καὶ ἐναπομένει καὶ αὐτός. Ὥστε οὐ τῆς ἀσθενείας μόνον ἐστὶ τῆς ἐκείνου, ἀλλὰ καὶ τῆς σῆς ἀκαιρίας ἡ ἐπιβουλή· σὺ γὰρ αὐτὸν ἀσθενέστερον ποιεῖς. Καὶ ἀπολεῖται ὁ ἀσθενῶν ἀδελφὸς ἐπὶ τῇ σῇ βρώσει, δι' ὃν Χριστὸς ἀπέθανε. Δύο γὰρ ἔχεις τὰ συγγνώμης σε ἀποστεροῦντα ἐπὶ τῇ βλάβῃ ταύτῃ, καὶ ὅτι ἀσθενὴς, καὶ ὅτι ἀδελφός· μᾶλλον δὲ καὶ τρίτον, καὶ πάντων φοβερώτερον. Ποῖον δὴ τοῦτο; Ὅτι Χριστὸς μὲν οὐδὲ ἀποθανεῖν παρῃτήσατο ὑπὲρ αὐτοῦ, σὺ δὲ αὐτῷ οὐδὲ συγκαταβαίνειν ἀνέχῃ. Διὰ δὴ τούτων καὶ ἀναμιμνήσκει τὸν τέλειον, τίς ἦν καὶ αὐτὸς ἔμπροσθεν, καὶ ὅτι ὑπὲρ αὐτοῦ ἀπέθανε. Καὶ οὐκ εἶπεν, Ὑπὲρ οὗ καὶ ἀποθανεῖν σε ἔδει, ἀλλ' ὃ πολλῷ μεῖζον ἦν, ὅτι καὶ Χριστὸς δι' αὐτὸν ἀπέθανεν. Εἶτα ὁ μὲν Δεσπότης ὁ σὸς ἀποθανεῖν ὑπὲρ αὐτοῦ οὐ παρῃτήσατο, σὺ δὲ καὶ οὕτως οὐδένα αὐτοῦ ποιῇ λόγον, ὡς μηδὲ τραπέζης ἐναγοῦς ἀποσχέσθαι δι' αὐτόν· ἀλλ' ἐᾷς αὐτὸν ἀπόλλυσθαι μετὰ τὴν σωτηρίαν τὴν οὕτω γενομένην, καὶ τὸ δὴ χαλεπώτατον, διὰ βρῶμα; Οὐδὲ γὰρ εἶπεν, Ἐπὶ τῇ σῇ τελειότητι, οὐδὲ, Ἐπὶ τῇ σῇ γνώσει, ἀλλ', Ἐπὶ τῇ σῇ βρώσει. Ὥστε τέσσαρα τὰ ἐγκλήματα καὶ σφόδρα μέγιστα, ὅτι καὶ ἀδελφὸς, καὶ ἀσθενῶν, καὶ οὗ τοσοῦτον ὁ Χριστὸς ἐποιήσατο λόγον ὡς καὶ ἀποθανεῖν ὑπὲρ αὐτοῦ, καὶ ὅτι μετὰ ταῦτα πάντα διὰ βρῶμα ἀπόλλυται. Οὕτω δὲ ἁμαρτάνοντες εἰς τοὺς ἀδελφοὺς, καὶ τύπτοντες αὐτῶν τὴν συνείδησιν ἀσθενοῦσαν, εἰς Χριστὸν ἁμαρτάνετε. Ὁρᾷς πῶς ἠρέμα καὶ κατὰ μικρὸν εἰς αὐτὴν τῆς παρανομίας τὴν κορυφὴν ἀνήγαγε τὸ ἁμάρτημα; Καὶ πάλιν τῆς ἀσθενείας μέμνηται τῆς ἐκείνων. Ὅπερ γὰρ ἐνόμιζον ὑπὲρ αὐτῶν εἶναι οὗτοι, τοῦτο πανταχοῦ εἰς τὴν αὐτῶν περιτρέπει κεφαλήν. Καὶ οὐκ εἶπε, Σκανδαλίζοντες, ἀλλὰ, Τύπτοντες, ὥστε τῇ ἐμφάσει τῆς λέξεως τὴν ὠμότητα ἐνδείξασθαι. Τί γὰρ ἀπηνέστερον ἀνθρώπου γένοιτ' ἂν τοῦ τὸν νοσοῦντα τύπτοντος; Καὶ γὰρ πληγῆς ἁπάσης χαλεπώτερον τὸ σκανδαλίζειν· πολλάκις γοῦν καὶ θάνατον τοῦτο εἰργάσατο. Καὶ πῶς εἰς Χριστὸν ἁμαρτάνουσιν; Ἑνὶ μὲν τρόπῳ, ὅτι τὰ τῶν οἰκετῶν αὐτὸς οἰκειοῦται· δευτέρῳ δὲ, ὅτι εἰς τὸ σῶμα αὐτοῦ καὶ εἰς τὸ μέλος τελοῦσιν οἱ τυπτόμενοι· τρίτῳ, ὅτι τὸ ἔργον αὐτοῦ, ὃ διὰ τῆς οἰκείας ᾠκοδόμησε σφαγῆς, τοῦτο οὗτοι καθαιροῦσι διὰ τὴν οἰκείαν φιλοτιμίαν. Διόπερ εἰ βρῶμα σκανδαλίζει τὸν ἀδελφόν μου, οὐ μὴ φάγω κρέα εἰς τὸν αἰῶνα. Τοῦτο, ὡς διδάσκαλος ἄριστος, τὸ δι' ἑαυτοῦ παιδεύειν ἃ λέγει. Καὶ οὐκ εἶπεν, Εἴτε δικαίως, εἴτε ἀδίκως· ἀλλ' ὁπωσοῦν. Καὶ οὐ λέγω, φησὶν, εἰδωλόθυτον, ὃ καὶ δι' ἑτέραν αἰτίαν κεκώλυται· ἀλλ' εἴ τι καὶ τῶν ἐν ἐξουσίᾳ καὶ συγκεχωρημένων σκανδαλίζει, καὶ ἐκείνων ἀφέξομαι· καὶ οὐ μίαν οὐδὲ δευτέραν ἡμέραν, ἀλλὰ τὸν πάντα χρόνον τῆς ζωῆς μου· Οὐ μὴ γὰρ φάγω, φησὶ, κρέα εἰς τὸν αἰῶνα. Καὶ οὐκ εἶπεν, Ἵνα μὴ ἀπολέσω τὸν ἀδελφόν· ἀλλ', Ἵνα μηδὲ ἁπλῶς σκανδαλίσω. Καὶ γὰρ ἐσχάτης ἀνοίας τὰ περισπούδαστα τῷ Χριστῷ, καὶ τοιαῦτα ὡς καὶ θάνατον ἑλέσθαι δι' αὐτὰ, ταῦτα οὕτως ἡμᾶς εὐκαταφρόνητα νομίζειν, ὡς μηδὲ βρωμάτων ἀπέχεσθαι δι' αὐτά. Ταῦτα δὲ οὐ πρὸς ἐκείνους μόνον, ἀλλὰ καὶ πρὸς ἡμᾶς ἂν ἔχοι καιρὸν λέγεσθαι, τοὺς καταφρονοῦντας τῆς τῶν πλησίον σωτηρίας, καὶ τὰ σατανικὰ ἐκεῖνα φθεγγομένους ῥήματα. Τὸ γὰρ λέγειν, Τί δέ μοι μέλει, ἂν ὁ δεῖνα σκανδαλίζηται, καὶ ὁ δεῖνα ἀπόλλυται; τῆς ὠμότητος τῆς ἐκείνου καὶ τῆς ἀπανθρωπίας ἐστί. Καίτοι γε τότε μὲν καὶ τῆς τῶν σκανδαλιζομένων ἦν ἀσθενείας τὸ συμβαῖνον· ἐφ' ἡμῶν δὲ οὐκέτι. Τοιαῦτα γὰρ ἁμαρτάνομεν, ἃ καὶ τοὺς ἰσχυροὺς σκανδαλίζει. Ὅταν γὰρ τύπτωμεν καὶ ἁρπάζωμεν καὶ πλεονεκτῶμεν, καὶ ὡς ἀνδραπόδοις τοῖς ἐλευθέροις ἀποχρώμεθα, τίνα οὐχ ἱκανὰ ταῦτα σκανδαλίσαι; Μὴ γὰρ εἴπῃς ὅτι ὁ δεῖνα ὑποδηματοῤῥάφος, μηδ' ὅτι δευσοποιὸς ἕτερος, μηδ' ὅτι χαλκοτύπος ἄλλος· ἀλλ' ἐννόησον ὅτι πιστὸς καὶ ἀδελφός. Ἐκείνων γάρ ἐσμεν μαθηταὶ τῶν ἁλιέων, τῶν τελωνῶν, τῶν σκηνοῤῥάφων, ἐκείνου τοῦ τραφέντος ἐν οἰκίᾳ τέκτονος, καὶ τὴν μνηστὴν τούτου μητέρα καταξιώσαντος σχεῖν, καὶ ἐκ σπαργάνων ἐπὶ φάτνης κειμένου, καὶ οὐκ ἔχοντος ὅπου κλίνῃ τὴν κεφαλὴν, τοῦ τοσαῦτα ὁδοιποροῦντος, ὡς καὶ κοπιᾷν ἀπὸ τῆς ὁδοιπορίας, τοῦ παρ' ἑτέρων τρεφομένου.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg156.local001/.
