Ancient Greek
Οὐκ εἰμὶ ἀπόστολος; οὐκ εἰμὶ ἐλεύθερος; οὐχὶ Ἰησοῦν Χριστὸν τὸν Κύριον ἡμῶν ἑώρακα; οὐ τὸ ἔργον μου ὑμεῖς ἐστε ἐν Κυρίῳ;
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44) 4.1-19
Not analysed yet
Εἶτα, ἵνα μὴ λέγῃ τις, Αὕτη οὖν ἡ τῶν τοσούτων ἱδρώτων ἀμοιβή; προσέθηκεν, Ἐπ' ἐλπίδι, τουτέστι, τῇ μελλούσῃ. Οὐδὲν οὖν ἕτερον τὸ στόμα ἀκήμωτον ὃν τοῦ ζώου τούτου βοᾷ, ἢ ὅτι τοὺς διδασκάλους τοὺς πονοῦντας δεῖ καὶ ἀμοιβῆς ἀπολαύειν. Εἰ ἡμεῖς ὑμῖν τὰ πνευματικὰ ἐσπείραμεν, μέγα, εἰ ἡμεῖς ὑμῶν τὰ σαρκικὰ θερίσομεν; Ἰδοὺ καὶ τέταρτον προστίθησι λογισμὸν ὑπὲρ τοῦ δεῖν παρέχειν. Ἐπειδὴ γὰρ εἶπε, Τίς στρατεύεται ἰδίοις ὀψωνίοις ποτέ; καὶ, Τίς φυτεύει ἀμπελῶνα; καὶ, Τίς ποιμαίνει ποίμνην; καὶ παρήγαγε τὸν βοῦν τὸν ἀλοῶντα, δείκνυσι καὶ ἄλλην αἰτίαν εὐλογωτάτην, δι' ἣν ἦσαν δίκαιοι λαβεῖν, ὡς πολλῷ μείζονα παρεσχηκότες, οὐκέτι ὡς καμόντες μόνον. Τίς οὖν ἐστιν; Εἰ ἡμεῖς ὑμῖν τὰ πνευματικὰ ἐσπείραμεν, μέγα, εἰ ἡμεῖς ὑμῶν τὰ σαρκικὰ θερίσομεν; Εἶδες δικαιοτάτην αἰτίαν καὶ τῶν προτέρων εὐλογωτέραν; Ἐκεῖ μὲν γὰρ, φησὶ, σαρκικὸς ὁ σπόρος, σαρκικὸς καὶ ὁ καρπός· ἐνταῦθα δὲ οὐχ οὕτως, ἀλλ' ὁ μὲν σπόρος πνευματικὸς, ἡ δὲ ἀντίδοσις σαρκική. Ἵνα γὰρ μὴ μέγα φρονῶσιν οἱ παρέχοντες τοῖς διδασκάλοις, ἔδειξεν ὅτι μείζονα λαμβάνουσιν, ἢ διδόασιν. Οἱ μὲν γὰρ γεωργοὶ, ἅπερ ἂν κατασπείρωσι, ταῦτα καὶ λαμβάνουσιν· ἡμεῖς δὲ σπείροντες εἰς τὰς ὑμετέρας ψυχὰς πνευματικὰ, θερίζομεν σαρκικά· τοιοῦτον γὰρ ἡ παρ' αὐτῶν διδομένη τροφή. Εἶτα καὶ ἐντρεπτικώτερον· Εἰ ἄλλοι τῆς ἐξουσίας ὑμῶν μετέχουσιν, οὐ πολλῷ μᾶλλον ἡμεῖς; Ἰδοὺ καὶ ἕτερος πάλιν λογισμὸς, καὶ αὐτὸς ἐκ παραδειγμάτων, ἀλλ' οὐχ ὁμοίων. Οὐδὲ γὰρ Πέτρου μέμνηται ἐνταῦθα, οὔτε τῶν ἀποστόλων, ἀλλ' ἑτέρων τινῶν νόθων, πρὸς οὓς ὕστερον ἀποδύεται, καὶ περὶ ὧν φησιν· Εἴ τις ὑμᾶς κατεσθίει, εἴ τις λαμβάνει, εἴ τις ἐπαίρεται, εἴ τις εἰς πρόσωπον ὑμᾶς διαίρει· καὶ τὸν πρὸς ἐκείνους ἤδη προανακρούεται πόλεμον. Διὸ οὐδὲ εἶπεν, Εἰ ἄλλοι λαμβάνουσι παρ' ὑμῶν, ἀλλὰ δεικνὺς αὐτῶν τὴν αὐθάδειαν καὶ τὴν τυραννίδα καὶ τὴν ἐμπορίαν, φησίν· Εἰ ἄλλοι τῆς ὑμῶν ἐξουσίας μετέχουσι· τουτέστι, κρατοῦσιν ὑμῶν, ἐξουσιάζουσιν, ὡς οἰκέταις ἀποκέχρηνται, οὐ λαμβάνοντες μόνον, ἀλλὰ καὶ μετὰ πολλῆς σπουδῆς καὶ τῆς αὐθεντίας. Διὸ προσέθηκεν, Οὐ πολλῷ μᾶλλον ἡμεῖς; ὅπερ οὐκ ἂν, εἰ περὶ τῶν ἀποστόλων ὁ λόγος ἦν, εἶπεν ἄν. Ἀλλ' εὔδηλον ὅτι τινὰς αἰνίττεται λυμεῶνας καὶ ἀπατῶντας αὐτούς. Ὥστε μετὰ τοῦ νόμου τοῦ Μωϋσέως καὶ ὑμεῖς αὐτοὶ νόμον τεθείκατε ὑπὲρ τοῦ δεῖν παρέχειν. Εἰπὼν δὲ, Οὐ πολλῷ μᾶλλον ἡμεῖς; οὐ κατασκευάζει διὰ τί οὐ πολλῷ μᾶλλον, ἀλλ' ἀφίησιν αὐτῶν τῷ συνειδότι τὸν ἔλεγχον, ὁμοῦ καὶ φοβῆσαι βουλόμενος καὶ ἐντρέψαι μειζόνως. Ἀλλ' οὐκ ἐχρησάμεθα τῇ ἐξουσίᾳ ταύτῃ. Τουτέστιν, Οὐκ ἐλάβομεν. Ὁρᾷς διὰ πόσων κατασκευάσας πρότερον, ὅτι οὐ παράνομον τὸ λαμβάνειν, τότε εἶπεν, ὅτι Οὐ λαμβάνομεν, ἵνα μὴ δόξῃ ὡς κεκωλυμένου ἀπέχεσθαι; Οὐ γὰρ, ἐπειδὴ μὴ ἔξεστι, φησὶν, οὐ λαμβάνω· ἔξεστι γὰρ, καὶ τοῦτο ἀπὸ πολλῶν ἀπεδείξαμεν, ἀπὸ τῶν ἀποστόλων, ἀπὸ τῶν ἐν βίῳ πραγμάτων, τοῦ στρατιώτου καὶ τοῦ γεωργοῦ καὶ τοῦ ποιμένος, ἀπὸ τοῦ νόμου Μωϋσέως, ἀπ' αὐτῆς τοῦ πράγματος τῆς φύσεως, ὅτι ἐσπείραμεν ὑμῖν πνευματικὰ, ἀφ' ὧν ὑμεῖς περὶ τοὺς ἄλλους πεποιήκατε· ἀλλ' ὥσπερ, ἵνα μὴ δόξῃ καταισχύνειν τοὺς ἀποστόλους τοὺς λαμβάνοντας, ταῦτα τέθεικεν, ἐντρέπων αὐτοὺς καὶ δεικνὺς, ὅτι οὐ κεκωλυμένου πράγματος ἀπέχεται· οὕτω πάλιν, ἵνα μὴ διὰ τῆς πολλῆς κατασκευῆς καὶ τῶν παραδειγμάτων τῶν πολλῶν, δι' ὧν ἔδειξεν ὅτι δεῖ λαμβάνειν, δόξῃ ἐπιζητεῖν τὸ λαμβάνειν καὶ διὰ τοῦτο ταῦτα λέγειν, ἤδη διορθοῦται αὐτό· καὶ σαφέστερον μὲν ὕστερον αὐτὸ τέθεικεν, ὅταν λέγῃ· Οὐκ ἔγραψα δὲ ταῦτα, ἵνα οὕτω γένηται ἐν ἐμοί· ἐνταῦθα δέ φησιν, ὅτι Οὐκ ἐχρησάμεθα τῇ ἐξουσίᾳ ταύτῃ. Καὶ τὸ δὴ μεῖζον, ὅτι οὐδὲ ἐκεῖνο ἔχοι τις ἂν εἰπεῖν, ὅτι Ἐν εὐρυχωρίᾳ ὄντες οὐκ ἐχρησάμεθα, ἀλλὰ καὶ ἀνάγκης κατεπειγούσης, οὐκ εἴξαμεν τῇ ἀνάγκῃ· ὃ καὶ ἐν τῇ δευτέρᾳ φησίν· Ἄλλας Ἐκκλησίας ἐσύλησα, λαβὼν ὀψώνια πρὸς τὴν ὑμῶν διακονίαν· καὶ παρὼν πρὸς ὑμᾶς καὶ ὑστερηθεὶς, οὐ κατενάρκησα οὐδενός· καὶ ἐν ταύτῃ πάλιν· Καὶ πεινῶμεν καὶ διψῶμεν καὶ γυμνητεύομεν καὶ κολαφιζόμεθα. Καὶ ἐνταῦθα πάλιν τὸ αὐτὸ αἰνίττεται λέγων, Ἀλλὰ πάντα στέγομεν. Εἰπὼν γὰρ, ὅτι Πάντα στέγομεν, καὶ λιμὸν αἰνίττεται καὶ στενοχωρίαν πολλὴν καὶ τὰ ἄλλα πάντα. Ἀλλ' οὐδὲ οὕτως ἠναγκάσθημεν, φησὶ, λῦσαι τὸν νόμον, ὃν ἑαυτοῖς τεθείκαμεν. Διὰ τί; Ἵνα μὴ ἐγκοπήν τινα δῶμεν τῷ εὐαγγελίῳ τοῦ Χριστοῦ. Ἐπειδὴ γὰρ ἀσθενέστερον Κορίνθιοι διέκειντο, Ἵνα μὴ πλήξωμεν ὑμᾶς, φησὶ, λαμβάνοντες, εἱλόμεθα καὶ ὑπὲρ τὰ ἐπιτεταγμένα ποιῆσαι, ἢ ἐγκοπήν τινα δοῦναι τῷ εὐαγγελίῳ, τουτέστι, τῇ κατηχήσει ὑμῶν. Εἰ δὲ ἡμεῖς, καὶ ἐπιτετραμμένον ἡμῖν, καὶ πολλὴν πάσχοντες βίαν, καὶ ἀποστόλους ἔχοντες ὑπόδειγμα, οὐκ ἐποιήσαμεν, Ἵνα μὴ ἐγκοπὴν δῶμεν (καὶ οὐκ εἶπεν, ἀνατροπὴν, ἀλλ' Ἐγκοπὴν, καὶ οὐχ ἁπλῶς ἐγκοπὴν, ἀλλ', Ἐγκοπήν τινα· ἵνα μηδὲ τὴν τυχοῦσαν, ὡς ἂν εἴποι τις, μέλλησιν καὶ ἀναβολὴν ἐμποιήσωμεν τῷ δρόμῳ τοῦ λόγου)· εἰ τοίνυν ἡμεῖς τοσαύτῃ ἐχρησάμεθα τῇ σπουδῇ, φησὶ, πόσῳ μᾶλλον ὑμᾶς τοὺς καὶ πολὺ τῶν ἀποστόλων ἀποδέοντας, καὶ οὐδὲ νόμον ἔχοντας εἰπεῖν τὸν ἐπιτρέποντα, ἀλλὰ καὶ τοὐναντίον τῶν κεκωλυμένων ἁπτομένους καὶ τῶν ἐπὶ βλάβῃ μεγάλῃ τοῦ εὐαγγελίου, οὐκ ἐπὶ τὸ μὴ ἐγκοπὴν μόνον δοῦναι, ἀλλ' οὐδὲ ἀνάγκην ὁρῶντας ἐπικειμένην, ἀπέχεσθαι δεῖ; Τοῦτον γὰρ ἅπαντα τὸν λόγον δι' ἐκείνους ἐκίνησε τοὺς διὰ τῆς βρώσεως τῶν εἰδωλοθύτων σκανδαλίζοντας τοὺς ἀσθενεστέρους ἀδελφούς. Ταῦτα δὲ καὶ ἡμεῖς ἀκούωμεν, ἀγαπητοί· ἵνα μὴ καταφρονῶμεν τῶν σκανδαλιζομένων, μηδὲ ἐγκοπήν τινα ποιῶμεν τῷ εὐαγγελίῳ τοῦ Χριστοῦ· ἵνα μὴ προδιδῶμεν τὴν ἡμετέραν σωτηρίαν. Μὴ γάρ μοι λέγε, ὅταν σκανδαλίζηται ὁ ἀδελφὸς, ὅτι Οὐ κεκώλυται τὸ καὶ τὸ, ἐφ' ᾧ σκανδαλίζεται, καὶ ὅτι ἐφεῖται. Ἐγὼ γάρ σοι μείζονα λέγω, ὅτι κἂν αὐτὸς ὁ Χριστὸς ἐπιτετραφὼς ᾖ, ἴδῃς δέ τινα βλαπτόμενον, ἐπίσχες καὶ μὴ χρήσῃ τῇ ἐπιτροπῇ. Τοῦτο γὰρ καὶ Παῦλος ἐποίησεν, ἐξὸν λαβεῖν Χριστοῦ συγχωρήσαντος, μὴ λαβών. Καὶ γὰρ φιλάνθρωπος ὢν ὁ Δεσπότης, πολλὴν τοῖς ἐπιτάγμασιν ἐκέρασεν ἡμερότητα τοῖς αὐτοῦ, ἵνα μὴ μόνον ἐξ ἐπιταγῆς, ἀλλὰ καὶ ἐξ οἰκείας πολλὰ ποιῶμεν γνώμης. Καὶ γὰρ ἠδύνατο, εἰ μὴ τοῦτο ἐβούλετο, μᾶλλον ἐπιτεῖναι τὰ ἐπιτάγματα, καὶ εἰπεῖν· Ὁ μὴ διόλου νηστεύων, κολαζέσθω· ὁ μὴ παρθενεύων, τιμωρείσθω· ὁ μὴ πάντα ἀποδυόμενος τὰ ὄντα, δίκην διδότω τὴν ἐσχάτην. Ἀλλ' οὐκ ἐποίησε τοῦτο, σοὶ παρέχων, εἰ βουληθείης, φιλοτιμεῖσθαι. Διὰ τοῦτο καὶ ὅτε περὶ παρθενίας διελέγετο, ἔλεγεν· Ὁ δυνάμενος χωρεῖν, χωρείτω· καὶ ἐπὶ τοῦ πλουσίου τὰ μὲν ἐπέταξε, τὰ δὲ ἐπέτρεψε τῇ ἐξουσίᾳ τῆς διανοίας. Οὐ γὰρ εἶπε, Πώλησον τὰ ὑπάρχοντα, ἀλλ', Εἰ θέλεις τέλειος εἶναι, πώλησον. Ἀλλ' ἡμεῖς οὐ μόνον οὐ φιλοτιμούμεθα οὐδὲ ὑπερβαίνομεν τὰ προστάγματα, ἀλλὰ καὶ τοῦ μέτρου τῶν κελευσθέντων σφόδρα ἀπολιμπανόμεθα. Καὶ Παῦλος μὲν ἐλίμωττεν, ἵνα μὴ ἐγκοπὴν τῷ εὐαγγελίῳ δῷ· ἡμεῖς δὲ οὐδὲ τῶν ἀποκειμένων ἡμῖν ἅψασθαι τολμῶμεν, μυρίας ὁρῶντες ἀνατρεπομένας ψυχάς. Τρωγέτω γὰρ, φησὶν, ὁ σὴς, καὶ μὴ τρωγέτω ὁ πένης· κατεσθιέτω ὁ σκώληξ, καὶ μὴ περιβαλλέσθω ὁ γυμνός· ἀναλισκέσθω πάντα τῷ χρόνῳ, καὶ μὴ τρεφέσθω ὁ Χριστὸς, καὶ ταῦτα πεινῶν. Καὶ τίς τοῦτο εἶπε; φησί. Τοῦτο γάρ ἐστι σφόδρα τὸ δεινὸν, ὅτι οὐκ ἐν τοῖς ῥήμασιν, ἀλλ' ἐν τοῖς πράγμασι ταῦτα λέγεται. Καὶ γὰρ ἧττον ἂν ἦν δεινὸν ἐπὶ τῶν ῥημάτων λεγόμενον, ἢ ἐπὶ τῶν ἔργων γινόμενον. Ἦ γὰρ οὐ ταῦτα βοᾷ καθ' ἑκάστην ἡμέραν ἡ ἀπάνθρωπος καὶ ὠμὴ τυραννὶς, ἡ φιλαργυρία τοῖς αὑτῆς αἰχμαλώτοις; Προκείσθω καὶ συκοφάνταις καὶ λῃσταῖς καὶ ἐπιβούλοις πρὸς τρυφὴν τὰ ὑμέτερα, καὶ μὴ τοῖς πεινῶσι μηδὲ τοῖς δεομένοις διατροφή. Οὐ γὰρ ὑμεῖς ποιεῖτε τοὺς λῃστάς; οὐ γὰρ ὑμεῖς τῷ πυρὶ τῶν βασκάνων παρέχετε τροφήν; οὐ γὰρ ὑμεῖς ποιεῖτε τοὺς δραπέτας καὶ τοὺς ἐπιβούλους, καθάπερ δέλεαρ αὐτοῖς τὸν ὑμέτερον προτιθέντες πλοῦτον; τίς ἡ μανία αὕτη; Μανία γὰρ καὶ παραπληξία σαφὴς, τὰ μὲν κιβώτια μεστὰ ἱματίων ποιεῖν, τὸν δὲ κατ' εἰκόνα Θεοῦ γενόμενον καὶ καθ' ὁμοίωσιν, γυμνὸν καὶ τρέμοντα ὑπὸ τοῦ κρυμοῦ περιορᾷν, καὶ μόλις ὀρθούμενον. Ἀλλὰ προφασίζεται, φησὶ, τὸν τρόμον καὶ τὴν ἀσθένειαν. Εἶτα οὐ δέδοικας μὴ σκηπτὸς ἄνωθεν ἀπὸ τοῦ ῥήματος ἀναφθεὶς τούτου κατενεχθῇ; διαῤῥήγνυμαι γὰρ ὑπὸ τοῦ θυμοῦ· σύγγνωτε. Σὺ μὲν γὰρ γαστριζόμενος καὶ πιαινόμενος, καὶ εἰς ἑσπέραν βαθεῖαν τὸν πότον παρατείνων, καὶ μαλακοῖς ἐνθαλπόμενος στρώμασιν, οὐκ ἀξιοῖς δοῦναι δίκην, οὕτω παρανόμως τοῖς τοῦ Θεοῦ χρώμενος δώροις (οὐδὲ γὰρ ἵνα μεθύωμεν, ὁ οἶνος· οὐδ' ἵνα γαστριζώμεθα, ἡ τροφὴ γέγονεν· οὐδ' ἵνα διασπῶμεν τὴν γαστέρα, τὰ σιτία)· τὸν δὲ πένητα, τὸν ἄθλιον, τὸν οὐδὲν ἄμεινον νεκροῦ διακείμενον, τοῦτον εὐθύνας ἀπαιτεῖς ἀκριβεῖς, καὶ οὐ δέδοικας τοῦ Χριστοῦ τὸ δικαστήριον τὸ φρικτὸν ἐκεῖνο καὶ φοβερόν; Καὶ γὰρ εἰ ὑποκρίνεται, ἐξ ἀνάγκης ὑποκρίνεται καὶ ἐνδείας διὰ τὴν ὠμότητα τὴν σὴν καὶ τὴν ἀπανθρωπίαν τὴν τοιούτων δεομένην προσωπείων, τὴν μὴ ἐπικλωμένην πρὸς ἔλεον. Τίς γὰρ οὕτως ἄθλιος καὶ ταλαίπωρος, ὡς μηδεμιᾶς ἀνάγκης ἐπικειμένης ὑπὲρ ἑνὸς ἄρτου τοιαῦτα ἀσχημονεῖν καὶ κόπτεσθαι καὶ τοσαύτην ὑπομένειν δίκην; Ὥστε ἡ ὑπόκρισις ἡ ἐκείνου τῆς σῆς ἀπανθρωπίας περιέρχεται γιγνομένη κήρυξ. Ἐπειδὴ γὰρ ἱκετεύων καὶ λιπαρῶν καὶ ἐλεεινὰ προϊέμενος ῥήματα, καὶ ὀδυρόμενος καὶ δακρύων καὶ δι' ὅλης περιιὼν τῆς ἡμέρας, οὐδὲ τῆς ἀναγκαίας εὐπορεῖ τροφῆς, ἐπενόησεν ἴσως καὶ ταύτην τὴν μηχανὴν, οὐκ ἐκείνῳ τοσαύτην, ὅσην σοὶ, φέρουσαν τὴν ἀσχημοσύνην καὶ τὴν κατηγορίαν. Ἐκεῖνος μὲν γὰρ ἐλεεῖσθαι δίκαιος, ὅτι εἰς τοσαύτην κατῆλθεν ἀνάγκην· ἡμεῖς δὲ μυρίων ἄξιοι τιμωριῶν, ὅτι τοὺς πένητας τοιαῦτα βιαζόμεθα πάσχειν. Εἰ γὰρ ἐξ εὐκολίας ἐπεκλώμεθα, οὐκ ἄν ποτε εἵλετο ἐκεῖνος τοιαῦτα ὑπομένειν. Καὶ τί λέγω γύμνωσιν καὶ τρόμον; Τὸ γὰρ τούτου φρικωδέστερον ἐρῶ, ὅτι καὶ παῖδας ἠναγκάσθησαν πηρῶσαί τινες ἄωρον ἄγοντας ἡλικίαν, ἵνα τῆς ἡμετέρας ἀναισθησίας καθίκωνται. Ἐπειδὴ γὰρ βλέποντες καὶ γυμνοὶ περιιόντες, οὔτε ἀπὸ τῆς ἡλικίας οὔτε ἀπὸ τῆς συμφορᾶς ἐπεσπάσαντο τοὺς ἀνηλεεῖς, προσέθηκαν τοῖς τοσούτοις κακοῖς ἑτέραν χαλεπωτέραν τραγῳδίαν, ἵνα λύσωσι τὸν λιμὸν, κουφότερον εἶναι νομίζοντες ἀπεστερῆσθαι τοῦ κοινοῦ τούτου φωτὸς καὶ τῆς πᾶσι δεδομένης ἀκτῖνος, ἢ λιμῷ παλαίειν διηνεκεῖ καὶ τὸν οἴκτιστον ὑπομένειν θάνατον. Ἐπειδὴ γὰρ οὐ πενίαν ἐμάθετε ἐλεεῖν, ἀλλὰ τέρπεσθαι συμφοραῖς, πληροῦσιν ὑμῶν τὴν ἀκόρεστον ἐπιθυμίαν, καὶ ἑαυτοῖς καὶ ὑμῖν χαλεπωτέραν τῆς γεέννης ἀνάπτοντες τὴν φλόγα. Καὶ ἵνα μάθητε ὅτι διὰ τοῦτο ταῦτα γίνεται καὶ τὰ τοιαῦτα, τεκμήριον ὑμῖν ὡμολογημένον ἐρῶ, πρὸς ὃ μηδεὶς ἀντερεῖ. Εἰσὶν ἕτεροι πένητες κοῦφοι καὶ μετέωροι τὰς ψυχὰς, καὶ οὐκ εἰδότες φέρειν λιμὸν, ἀλλὰ πάντα μᾶλλον, ἢ τοῦτο ὑπομένοντες. Οὗτοι πολλάκις ὑμῖν ἐλεεινοῖς καὶ σχήμασι καὶ ῥήμασιν ἐντυχόντες, ἐπειδὴ οὐδὲν ὤνησαν τὰς ἱκετηρίας ἀφέντες ἐκείνας, τοὺς θαυματοποιοὺς ὑμῖν λοιπὸν παρήλασαν, οἱ μὲν δέρματα ὑποδημάτων μασώμενοι πεπονηκότων, οἱ δὲ κατὰ τῆς κεφαλῆς ἥλους ὀξεῖς διαπείροντες, ἕτεροι πεπηγόσιν ὕδασιν ὑπὸ τοῦ κρυμοῦ γυμνῇ τῇ γαστρὶ προσομιλοῦντες, ἄλλοι δὲ ἕτερα ἀτοπώτερα τούτων ὑπομένοντες, ἵνα τὸ πονηρὸν περιστήσωσι θέατρον.