# In epistulam i ad Corinthios (homiliae 1-44) 4.1-20

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44), Οὐκ οἴδατε ὅτι οἱ τὰ ἱερὰ ἐργαζόμενοι, ἐκ τοῦ ἱεροῦ ἐσθίουσιν; οἱ τῷ θυσιαστηρίῳ προσεδρεύοντες, τῷ θυσιαστηρίῳ συμμερίζονται; Οὕτω καὶ ὁ Κύριος διέταξε τοῖς τὸ εὐαγγέλιον καταγγέλλουσιν, ἐκ τοῦ εὐαγγελίου ζῇν.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-i-ad-corinthios-homiliae-1-44/4.1-20

Ὅτι γὰρ οὐχ ὑπόκρισις ἦν τὰ εἰρημένα, ὅταν μηδὲν τοιοῦτον ἀναγκάζηται ποιεῖν ἢ λέγειν, ἀλλὰ τὴν διάθεσιν αὐτοῦ καὶ τὴν παῤῥησίαν δεῖξαι βούληται, ἄκουσον αὐτοῦ λέγοντος· Οὔτε ζωὴ οὔτε θάνατος, οὔτε ἄγγελοι οὔτε ἀρχαὶ οὔτε δυνάμεις, οὔτε ἐνεστῶτα οὔτε μέλλοντα, οὔτε ὕψωμα οὔτε βάθος, οὔτε τις ἑτέρα κτίσις δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. Εἶδες ἀγάπην πυρὸς θερμοτέραν; Οὕτω καὶ ἡμεῖς ἀγαπήσωμεν τὸν Χριστόν· καὶ γὰρ εὔκολον, ἂν βουλώμεθα. Οὐδὲ γὰρ ἐκεῖνος φύσει τοιοῦτος ἦν. Διά τοι τοῦτο καὶ τὰ πρότερα αὐτοῦ ἀνεγράφη τὰ ἐναντία τούτοις, ἵνα μάθωμεν ὅτι προαιρέσεως τὸ ἔργον, καὶ βουλομένοις ἅπαντα εὔκολα. Μὴ τοίνυν ἀπογνῶμεν, ἀλλὰ, κἂν λοίδορος ᾖς, κἂν πλεονέκτης, κἂν ὁτιοῦν, ἐννόησον ὅτι Παῦλος βλάσφημος ἦν καὶ διώκτης καὶ ὑβριστὴς, καὶ τῶν ἁμαρτωλῶν πρῶτος, καὶ ἐξαίφνης πρὸς αὐτὴν ἀνέβη τὴν κορυφὴν τῆς ἀρετῆς, καὶ οὐδὲν αὐτῷ κώλυμα τὰ πρότερα γέγονε· καίτοι γε οὐδεὶς οὕτω μετὰ τοσαύτης μανίας ἔχεται κακίας, μεθ' ὅσης ἐκεῖνος τοῦ πολέμου τοῦ κατὰ τῆς Ἐκκλησίας. Καὶ γὰρ τὴν ψυχὴν ἐπέδωκε τὴν ἑαυτοῦ τότε, καὶ ὅτι μὴ μυρίας εἶχε χεῖρας, ἵνα πάσαις βάλλῃ τὸν Στέφανον, ἤλγει. Ὅμως δὲ καὶ οὕτως εὗρεν ὅπως πλείοσιν αὐτὸν βάλῃ χερσὶ, ταῖς τῶν ψευδομαρτύρων, ὧν τὰ ἱμάτια ἐτήρει· καὶ ἡνίκα δὲ εἰς τὰς οἰκίας εἰσῄει, καθάπερ θηρίον οὕτως εἰσεπήδα, σύρων, σπαράττων ἄνδρας, γυναῖκας, θορύβου καὶ ταραχῆς καὶ μυρίων πολέμων πάντα πληρῶν. Οὕτω γοῦν καὶ φοβερὸς ἦν, ὡς τοὺς ἀποστόλους καὶ μετὰ τὴν ἀρίστην μεταβολὴν μηδέπω τολμᾷν κολλᾶσθαι αὐτῷ. Ἀλλ' ὅμως μετὰ πάντα ἐκεῖνα γέγονε τοιοῦτος, οἷος γέγονεν· οὐδὲν γὰρ δεῖ πλέον εἰπεῖν. Ποῦ τοίνυν εἰσὶν οἱ τὴν τῆς εἱμαρμένης ἀνάγκην ἐπιτειχίζοντες τῇ τῆς προαιρέσεως ἐλευθερίᾳ; Ἀκουέτωσαν ταῦτα, καὶ ἐπιστομιζέσθωσαν. Τὸν γὰρ βουλόμενον γενέσθαι ἀγαθὸν οὐδέν ἐστι τὸ κωλύον, κἂν τῶν πονηροτάτων ἔμπροσθεν ᾖ. Καὶ γὰρ πρὸς τοῦτο ἐπιτηδείως μᾶλλον ἔχομεν, ὅσον καὶ κατὰ φύσιν ἡμῖν ἐστιν ἡ ἀρετὴ, καὶ παρὰ φύσιν ἡ πονηρία, ὥσπερ οὖν τὸ νοσεῖν καὶ ὑγιαίνειν. Καὶ γὰρ ὀφθαλμοὺς ἡμῖν ἔδωκεν ὁ Θεὸς, οὐχ ἵνα ἀκολάστως βλέπωμεν, ἀλλ' ἵνα τὰ δημιουργήματα αὐτοῦ θαυμάζοντες, προσκυνῶμεν τὸν ποιήσαντα. Καὶ ὅτι αὕτη ἡ χρεία τῶν ὀφθαλμῶν, δῆλον ἐκ τῶν ὁρωμένων. Κάλλος μὲν γὰρ ἡλίου καὶ οὐρανοῦ ἐξ ἀπείρου βλέπομεν τοῦ διαστήματος· γυναικὸς δὲ εὐμορφίαν οὐκ ἄν τις ἐκ τοσούτου καταμάθοι. Ὁρᾷς, ὅτι πρὸς τοῦτο ἡμῖν μᾶλλον γεγένηται ὁ ὀφθαλμός; Πάλιν ἀκοὴν ἐποίησεν, οὐχ ἵνα βλάσφημα δεχώμεθα ῥήματα, ἀλλ' ἵνα σωτήρια δόγματα. Διά τοι τοῦτο, ὅταν μὲν ἀπηχές τι δέξηται, καὶ ναρκᾷ ἡ ψυχὴ καὶ τὸ σῶμα δὲ αὐτό. Λαλιὰ γὰρ πολυόρκου ἀνορθώσει τρίχας, φησί. Κἂν ὠμὸν, κἂν ἀπηνές τι ἀκούσωμεν, πάλιν φρίττομεν· ἂν δὲ ἐμμελές τι καὶ φιλάνθρωπον, καὶ γαννύμεθα καὶ χαίρομεν. Καὶ τὸ στόμα δὲ ἡμῶν αἰσχρὰ φθεγγόμενον, αἰσχύνεσθαι καὶ ἐγκαλύπτεσθαι ποιεῖ· ἂν δὲ σεμνὰ, μετὰ ἀδείας προΐεται ταῦτα καὶ ἐλευθερίας ἁπάσης. Τοῖς δὲ κατὰ φύσιν οὐδεὶς ἂν αἰσχυνθείη, ἀλλὰ τοῖς παρὰ φύσιν. Καὶ χεῖρες μὲν, ὅταν ἁρπάζωσι, κρύπτονται καὶ ἀπολογίας ἐπιζητοῦσιν· εἰ δὲ ἐλεημοσύνην δοῖεν, καὶ ἐγκαλλωπίζονται. Ὥστε ἂν ἐθέλωμεν, πολλὴν ἔχομεν πάντοθεν πρὸς ἀρετὴν τὴν ῥοπήν. Εἰ δὲ τὴν ἡδονήν μοι λέγεις τὴν ἀπὸ τῆς κακίας, ἐννόησον ὅτι καὶ τοῦτο πλέον παρὰ τῆς ἀρετῆς καρπούμεθα. Καὶ γὰρ τὸ συνειδὸς ἔχειν ἀγαθὸν, καὶ τὸ παρὰ πάντων θαυμάζεσθαι, καὶ τὸ χρηστὰς ἀναμένειν ἐλπίδας, πάντων ἥδιον τῷ φύσιν ἡδονῆς ἐπεσκεμμένῳ· ὥσπερ οὖν τἀναντία πάντων ὀδυνηρότερα τῷ λύπης εἰδότι φύσιν, οἷον τὸ παρὰ πάντων ὀνειδίζεσθαι, τὸ κατηγορεῖσθαι οἴκοθεν, τὸ τρέμειν καὶ δεδοικέναι καὶ τὰ μέλλοντα καὶ τὰ παρόντα.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg156.local001/.
