# In epistulam i ad Corinthios (homiliae 1-44) 4.1-23

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44), Πᾶν τὸ ἐν μακέλλῳ πωλούμενον ἐσθίετε, μηδὲν ἀνακρίνοντες διὰ τὴν συνείδησιν.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-i-ad-corinthios-homiliae-1-44/4.1-23

Τὸ δὲ τοῦ Παύλου πολλὴν ἔχει τὴν ὑπερβολήν. Οἱ μὲν γὰρ ἄλλοι πάντες τὰ αὐτῶν ἀφέντες ἀγαθὰ, τοῖς τῶν πλησίον εἵλοντο κοινωνεῖν κακοῖς· ὁ δὲ Παῦλος πολλῷ μεῖζον ἐποίησεν. Οὐ γὰρ ταῖς ἑτέρων ἠθέλησε κοινωνῆσαι συμφοραῖς, ἀλλ' εἵλετο αὐτὸς εἶναι ἐν τοῖς ἐσχάτοις, ἵνα ἕτεροι γίνωνται ἐν ἀγαθοῖς. Οὐκ ἔστι δὲ ἴσον ὄντα ἐν τρυφῇ ῥῖψαι τρυφὴν καὶ κακουχεῖσθαι, αὐτὸν μόνον κακουχούμενον ἑτέρους ποιῆσαι εἶναι ἐν ἀδείᾳ καὶ τιμῇ. Ἐνταῦθα μὲν γὰρ εἰ καὶ μέγα τὸ ἀλλάξασθαι τὰ κακὰ τῶν ἀγαθῶν διὰ τὸν πλησίον, ἀλλ' ὅμως φέρει τινὰ παραμυθίαν τὸ κοινωνοὺς ἔχειν τῆς δυσημερίας· τὸ δὲ αὐτὸν μόνον ἐθέλειν εἶναι ἐν τοῖς λυπηροῖς, ἵνα ἕτεροι τῶν χρηστῶν ἀπολαύσωσι, τοῦτο πολλῷ νεανικωτέρας ψυχῆς καὶ τοῦ Παύλου φρονήματος. Οὐ ταύτῃ δὲ μόνον, ἀλλὰ καὶ ἑτέρᾳ ὑπερβολῇ μείζονι νικᾷ τοὺς προειρημένους ἅπαντας. Ὁ μὲν γὰρ Ἀβραὰμ καὶ οἱ λοιποὶ πάντες κινδύνοις ἑαυτοὺς περιέβαλον τοῖς ἐν τῷ παρόντι βίῳ, καὶ πάντες ἁπαξαπλῶς ἐκεῖνοι τοῦτον ᾔτουν τὸν θάνατον· ὁ δὲ Παῦλος τῆς δόξης τῆς μελλούσης ηὔξατο ἐκπεσεῖν ὑπὲρ τῆς τῶν ἑτέρων σωτηρίας. Ἔχω καὶ τρίτην εἰπεῖν ὑπερβολήν. Ποίαν δὲ ταύτην; Ὅτι ἐκείνων μὲν ἔνιοι, εἰ καὶ τῶν ἐπιβουλευσάντων προΐσταντο, ἀλλ' ὅμως ὧν τὴν δημαγωγίαν ἦσαν ἐγκεχειρισμένοι· καὶ ταὐτὸν συνέβαινεν, οἷον ἂν εἴ τις προΐσταιτο υἱοῦ φαύλου μὲν καὶ παρανόμου, υἱοῦ δὲ ὅμως· ὁ δὲ Παῦλος ὑπὲρ τούτων ἐβούλετο εἶναι ἀνάθεμα, ὧν οὐκ ἦν ἐμπεπιστευμένος τὴν προστασίαν· εἰς γὰρ τὰ ἔθνη ἦν ἀπεσταλμένος. Εἶδες ψυχῆς μέγεθος καὶ φρονήματος ὕψος αὐτὸν ὑπερβαῖνον τὸν οὐρανόν; Τοῦτο ζήλωσον· εἰ δὲ οὐ δύνασαι, κἂν τοὺς ἐν τῇ Παλαιᾷ λάμψαντας. Οὕτω γὰρ εὑρήσεις τό σοι συμφέρον, ἂν τὸ τοῦ πλησίον ζητῇς. Ὥστε ὅταν ὀκνῇς ἐπιμελεῖσθαι τοῦ ἀδελφοῦ, ἐννοήσας ὅτι οὐδὲ ἄλλως δυνήσῃ σωθῆναι, διὰ γοῦν σαυτὸν ἐκείνου πρόστηθι καὶ τῶν ἐκείνου πραγμάτων. Ἱκανὰ μὲν γὰρ καὶ τὰ εἰρημένα πεῖσαι, ὅτι ἄλλως οὐκ ἔνι τὸ ἡμῖν συμφέρον εὑρεῖν. Εἰ δὲ βούλει καὶ ἐκ τῶν ἐν συνηθείᾳ παραδειγμάτων τοῦτο μαθεῖν, ἐννόησον εἰ συμβαίη που πῦρ ἀναφθῆναι ἐν οἰκίᾳ, εἶτά τινες τῶν πλησίον οἰκούντων, τὸ ἑαυτῶν σκοποῦντες μὴ παρατάξωνται τοῖς κινδύνοις, ἀλλὰ καὶ κατακλείσαντες ἑαυτοὺς οἴκοι μείνωσι, δεδοικότες μή τις ἐπεισελθὼν ὑφέληταί τι τῶν ἔνδον, ὅσην ὑποστήσονται τιμωρίαν; Καὶ γὰρ τὸ πῦρ ἐπελθὸν ἅπαντα καταφλέξει τὰ ἐκείνων· καὶ ἐπειδὴ τὸ τοῦ πλησίον συμφέρον οὐκ εἶδον, καὶ τὸ ἑαυτῶν προσαπολλύουσι. Καὶ γὰρ ὁ Θεὸς βουλόμενος συνδῆσαι πάντας ἀλλήλοις, τοιαύτην τοῖς πράγμασιν ἐπέθηκεν ἀνάγκην, ὡς ἐν τῷ τοῦ πλησίον συμφέροντι τὸ τοῦ ἑτέρου δεδέσθαι· καὶ ὁ κόσμος ἅπας οὕτω συνέστηκε. Διὰ δὴ τοῦτο καὶ ἐν πλοίῳ, εἰ χειμῶνος γενομένου ὁ κυβερνήτης ἀφεὶς τὸ τῶν πολλῶν συμφέρον, τὸ ἑαυτοῦ ζητοίη μόνον, καὶ ἑαυτὸν καὶ ἐκείνους καταδύσει ταχέως. Καὶ ἑκάστη δὲ τέχνη εἰ τὸ ἑαυτῆς συμφέρον σκοποίη μόνον, οὐκ ἄν ποτε ὁ βίος σταίη, οὐδὲ ἡ τέχνη ἡ τοῦτο ζητοῦσα. Διὰ τοῦτο ὁ γεωργὸς οὐ τοσοῦτον σπείρει σῖτον, ὅσον ἀρκέσαι ἑαυτῷ· ἐπεὶ πάλαι καὶ ἑαυτὸν καὶ τοὺς ἄλλους ἀπώλεσεν ἄν· ἀλλὰ τὸ τῶν πολλῶν ζητεῖ· καὶ ὁ στρατιώτης, οὐχ ἵνα ἑαυτὸν διασώσῃ παρατάττεται πρὸς κινδύνους, ἀλλ' ἵνα καὶ τὰς πόλεις ἐν ἀσφαλείᾳ καταστήσῃ· καὶ ὁ ἔμπορος οὐ τοσαῦτα κομίζει, ὅσα αὐτῷ μόνον ἀρκέσαι, ἀλλ' ὅσα καὶ ἑτέροις πολλοῖς. Εἰ δὲ λέγοι τις, ὅτι Οὐχὶ τὸ ἐμὸν, ἀλλὰ τὸ ἑαυτοῦ ἕκαστος σκοπῶν, ταῦτα ποιεῖ· καὶ γὰρ χρήματα ἑαυτῷ καὶ δόξαν καὶ ἀσφάλειαν κτώμενος, ἅπαντα πραγματεύεται ταῦτα· ὥστε τὸ ἐμὸν ζητῶν συμφέρον, τὸ ἑαυτοῦ ζητεῖ· τοῦτο καὶ ἐγώ φημι, καὶ πάλαι ἀκοῦσαι ἐβουλόμην, καὶ ὑπὲρ τούτου πάντα τὸν λόγον ἐποιησάμην, ὥστε δεῖξαι, ὅτι τότε τὸ ἑαυτοῦ συμφέρον ὁ πλησίον ζητεῖ, ὅταν τὸ σὸν σκοπήσῃ. Ἐπειδὴ γὰρ ἑτέρως οὐκ ἠνείχοντο ἄνθρωποι τὰ τοῦ πλησίον ζητεῖν, εἰ μὴ εἰς ταύτην κατασταῖεν τὴν ἀνάγκην, διὰ τοῦτο οὕτως αὐτὰ συνέζευξεν ὁ Θεὸς, καὶ οὐκ ἀφίησι πρότερον ἐπὶ τὸ οἰκεῖον συμφέρον ἐλθεῖν, μὴ διὰ τῶν ἀλλοτρίων συμφερόντων ὁδεύσαντας. Τοῦτο μὲν οὖν ἀνθρώπινον, τὸ οὕτως ἐπὶ τὸ τοῦ πλησίον συμφέρον ἰέναι· δεῖ δὲ μὴ ἐντεῦθεν, ἀλλ' ἀπὸ τῶν τῷ Θεῷ δοκούντων πείθεσθαι. Οὐδὲ γὰρ ἔνι σωθῆναι μὴ τοῦτο ἔχοντα· ἀλλὰ κἂν τὴν ἄκραν φιλοσοφίαν ἀσκῇς, τῶν δὲ λοιπῶν ἀπολλυμένων ἀμελῇς, οὐδεμίαν κτήσῃ παρὰ Θεῷ παῤῥησίαν. Πόθεν δῆλον; Ἀφ' ὧν ὁ μακάριος ἀπεφήνατο Παῦλος. Ἐὰν γὰρ ψωμίσω μου τὰ ὑπάρχοντα, καὶ παραδῶ τὸ σῶμά μου, ἵνα καυθῇ, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι, φησίν. Ὁρᾷς πόσον ὁ Παῦλος ἐπιζητεῖ παρ' ἡμῶν; καίτοι γε ὁ ψωμίσας οὐ τὸ ἑαυτοῦ, ἀλλὰ τὸ τοῦ πλησίον ἐζήτησεν. Ἀλλ' οὐκ ἀρκεῖ τοῦτο μόνον, φησί· μετὰ γὰρ γνησιότητος αὐτὸ βούλεται γίνεσθαι καὶ συμπαθείας πολλῆς. Διὰ γὰρ τοῦτο καὶ ἐνομοθέτησεν αὐτὸ ὁ Θεὸς, ἵνα εἰς σύνδεσμον ἀγάπης ἀγάγῃ. Ὅταν οὖν ἐκεῖνος μὲν τοσοῦτον ἀπαιτῇ μέτρον, ἡμεῖς δὲ μηδὲ τὸ ἔλαττον παρέχωμεν, τίνος ἐσόμεθα ἄξιοι συγγνώμης; Καὶ πῶς, φησὶ, τῷ Λὼτ ἔλεγεν ὁ Θεὸς διὰ τῶν ἀγγέλων, Σώζων σῶζε τὴν ἑαυτοῦ ψυχήν; εἰπὲ, πότε, καὶ διὰ τί. Ὅτε ἡ κόλασις ἐφέρετο, οὐχ ὅτε διορθοῦσθαι ἔδει, ἀλλ' ὅτε κατεγνωσμένοι ἦσαν καὶ ἀνίατα ἐνόσουν, καὶ πρεσβῦται καὶ νέοι εἰς τοὺς αὐτοὺς ἐξεπήδησαν ἔρωτας, καὶ κατακαίεσθαι αὐτοὺς λοιπὸν ἐχρῆν, καὶ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὅτε οἱ κεραυνοὶ καταφέρεσθαι ἔμελλον. Ἄλλως δὲ οὐδὲ περὶ κακίας καὶ ἀρετῆς τοῦτο εἴρηται, ἀλλὰ περὶ τῆς θεηλάτου πληγῆς. Τί γὰρ ἔδει ποιεῖν; εἰπέ μοι· καθέζεσθαι καὶ δέχεσθαι τὴν τιμωρίαν, καὶ μηδὲν ἐκείνους ὠφελοῦντα κατακαίεσθαι; Ἀλλὰ ἀνοίας τοῦτο ἐσχάτης ἦν. Οὐδὲ γὰρ ἐγὼ τοῦτό φημι, ὅτι ἁπλῶς καὶ εἰκῆ δεῖ κολάζεσθαι παρὰ τὸ τῷ Θεῷ δοκοῦν· ἀλλ' ὅταν ἐν κακίᾳ ἄνθρωπος διατρίβῃ, τότε κελεύω μέσον ἑαυτὸν ἐμβαλόντα, διορθοῦν· εἰ μὲν βούλει, διὰ τὸ τοῦ πλησίον· εἰ δὲ μὴ, κἂν διὰ τό σοι λυσιτελοῦν. Τὸ μὲν γὰρ βέλτιον ἐκεῖνο· εἰ δὲ μὴ φθάνεις πρὸς ἐκεῖνο τὸ ὕψος, κἂν διὰ τοῦτο ποίει. Καὶ μηδεὶς τὸ ἑαυτοῦ ζητείτω, ἵνα τὸ ἑαυτοῦ εὕρῃ· καὶ ἐννοήσαντες, ὅτι οὔτε ἀκτημοσύνη, οὔτε μαρτύριον, οὔτε ἄλλο οὐδὲν ἡμῶν προστῆναι δυνήσεται, ἂν μὴ τὴν ἄκραν ἀγάπην ἔχωμεν, ταύτην πρὸ τῶν ἄλλων διατηρῶμεν, ἵνα καὶ τῶν ἄλλων δι' αὐτῆς ἐπιτύχωμεν καὶ τῶν παρόντων καὶ τῶν ἐπηγγελμένων ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg156.local001/.
