# In epistulam i ad Corinthios (homiliae 1-44) 4.1-24

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44), Ἐπαινῶ δὲ ὑμᾶς, ὅτι πάντα μου μέμνησθε, καὶ καθὼς παρέδωκα ὑμῖν τὰς παραδόσεις, οὕτω κατέχετε.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-i-ad-corinthios-homiliae-1-44/4.1-24

Καὶ οὐδὲ τούτῳ ἠρκέσθη μόνον, ἀλλὰ καὶ πάλιν προσέθηκεν εἰπὼν, ὅτι Ὀφείλει ἐξουσίαν ἔχειν ἐπὶ τῆς κεφαλῆς ἡ γυνὴ διὰ τοὺς ἀγγέλους. Δείκνυσιν ὅτι οὐκ ἐν τῷ καιρῷ τῆς εὐχῆς μόνον, ἀλλὰ καὶ διηνεκῶς ἐγκεκαλύφθαι δεῖ. Ἐπὶ δὲ τοῦ ἀνδρὸς οὐκέτι τὸν τοῦ καλύμματος, ἀλλὰ τὸν τῆς κόμης οὕτω γυμνάζει λόγον· καλύπτεσθαι μὲν γὰρ τότε μόνον κωλύει, ὅταν εὔχηται, κομᾷν δὲ ἀεὶ ἀποτρέπει. Διὰ τοῦτο ὥσπερ ἐπὶ τῆς γυναικὸς εἶπεν, Εἰ δὲ οὐ κατακαλύπτεται, καὶ κειράσθω· οὕτω καὶ ἐπὶ τοῦ ἀνδρὸς, ὅτι Ἐὰν κομᾷ, ἀτιμία αὐτῷ ἐστιν. Οὐκ εἶπεν, Ἐὰν καλύπτηται, ἀλλ' Ἐὰν κομᾷ. Διὸ καὶ ἀρχόμενος ἔλεγε· Πᾶς ἀνὴρ προσευχόμενος ἢ προφητεύων, κατὰ κεφαλῆς ἔχων. Οὐκ εἶπε, Κεκαλυμμένος, ἀλλὰ, Κατὰ κεφαλῆς ἔχων, δεικνὺς ὅτι κἂν γυμνῇ εὔχηται τῇ κεφαλῇ, κόμην δὲ ἔχῃ, ἴσος ἐστὶ τῷ κεκαλυμμένῳ. Ἡ γὰρ κόμη, φησὶν, ἀντὶ περιβολαίου δέδοται. Εἰ δὲ οὐ καλύπτεται γυνὴ, καὶ κειράσθω· εἰ δὲ αἰσχρὸν γυναικὶ κείρεσθαι ἢ ξυρᾶσθαι, κατακαλυπτέσθω. Ἐν προοιμίοις μὲν γὰρ τὸ μὴ γυμνὴν ἔχειν τὴν κεφαλὴν ἀπαιτεῖ· προϊὼν δὲ καὶ τὸ διηνεκὲς αἰνίττεται λέγων, Ἓν γάρ ἐστι καὶ τὸ αὐτὸ τῇ ἐξυρημένῃ, καὶ τὸ μετ' ἐπιμελείας καὶ σπουδῆς ἁπάσης. Οὐδὲ γὰρ καλύπτεσθαι εἶπεν ἁπλῶς, ἀλλὰ κατακαλύπτεσθαι, ὥστε ἀκριβῶς πάντοθεν περιεστάλθαι. Καὶ τῇ εἰς ἄτοπον ἀπαγωγῇ ἐντρέπει, σφοδρῶς καθαπτόμενος καὶ λέγων, Εἰ δὲ οὐ κατακαλύπτεται, καὶ κειράσθω. Εἰ γὰρ τὸ ἀπὸ τοῦ νόμου τοῦ Θεοῦ κάλυμμα τεθὲν ῥίπτεις, φησὶ, καὶ τὸ ἀπὸ τῆς φύσεως ῥῖψον. Εἰ δὲ λέγει τις, Καὶ πῶς ἂν εἴη τοῦτο αἰσχύνη τῇ γυναικὶ, εἰ εἰς τὴν δόξαν ἀναβαίνει τοῦ ἀνδρός; ἐκεῖνο ἂν εἴποιμεν, ὅτι οὐκ ἀναβαίνει, ἀλλὰ καὶ τῆς οἰκείας ἐκπίπτει τιμῆς. Τὸ γὰρ μὴ εἴσω τῶν οἰκείων ὅρων μένειν καὶ τῶν τεθέντων παρὰ τοῦ Θεοῦ νόμων, ἀλλ' ὑπερβαίνειν, οὐκ ἐπίδοσίς ἐστιν, ἀλλ' ἐλάττωσις. Ὥσπερ γὰρ ὁ τῶν ἀλλοτρίων ἐφιέμενος, καὶ ἁρπάζων τὰ μὴ ἑαυτοῦ, οὐ πλέον τι προσέλαβεν, ἀλλ' ἠλάττωται καὶ ὃ εἶχεν ἀπολέσας, ὅπερ οὖν καὶ ἐν τῷ παραδείσῳ γέγονεν· οὕτω καὶ ἡ γυνὴ οὐ προσλαμβάνει τοῦ ἀνδρὸς τὴν εὐγένειαν, ἀλλὰ καὶ τὴν τῆς γυναικὸς ἀπόλλυσιν εὐσχημοσύνην. Καὶ οὐκ ἐντεῦθεν μόνον αὐτῇ τὰ τῆς αἰσχύνης, ἀλλὰ καὶ ἀπὸ τῆς πλεονεξίας. Λαβὼν τοίνυν τὸ ὡμολογημένον αἰσχρὸν, καὶ εἰπὼν, Εἰ δὲ αἰσχρὸν γυναικὶ κείρεσθαι ἢ ξυρᾶσθαι, τίθησι τὸ παρ' ἑαυτοῦ λοιπὸν λέγων, Κατακαλυπτέσθω. Καὶ οὐκ εἶπε, Κομάτω, ἀλλὰ, Κατακαλυπτέσθω, ἀμφότερα ταῦτα ἓν εἶναι νομοθετῶν, καὶ ἑκατέρωθεν αὐτὰ κατασκευάζων, ἀπό τε τῶν νενομισμένων, ἀπό τε τῶν ἐναντίων. Τήν τε γὰρ περιβολὴν καὶ τὴν κόμην ἓν εἶναί φησι· τήν τε ἐξυρημένην καὶ τὴν γυμνὴν ἔχουσαν κεφαλὴν, τὸ αὐτὸ πάλιν· Ἓν γάρ ἐστι, φησὶ, καὶ τὸ αὐτὸ τῇ ἐξυρημένῃ. Εἰ δὲ λέγοι τις, Καὶ πῶς ἐστιν ἓν, εἴ γε αὕτη μὲν τὸ κάλυμμα τῆς φύσεως ἔχει, ἐκείνη δὲ ἡ ἐξυρημένη οὐδὲ τοῦτο; ἐροῦμεν ὅτι τῇ προαιρέσει κἀκεῖνο ἔῤῥιψε τῷ γυμνὴν ἔχειν τὴν κεφαλήν· εἰ δὲ μὴ γυμνὴν τῶν τριχῶν, τοῦτο τῆς φύσεώς ἐστιν, οὐκ ἐκείνης. Ὥστε καὶ ἡ ἐξυρημένη γυμνὴν ἔχει τὴν κεφαλὴν, κἀκείνη ὁμοίως. Διὰ γὰρ τοῦτο τῇ φύσει ἐπέτρεψεν αὐτὴν σκεπάσαι, ἵνα καὶ ἀπ' ἐκείνης τοῦτο μαθοῦσα καλύπτηται. Εἶτα καὶ αἰτίαν τίθησιν, ὅπερ ἔφην πολλαχοῦ, καθάπερ ἐλευθέροις διαλεγόμενος. Τίς οὖν ἡ αἰτία; Ἀνὴρ μὲν γὰρ ὀφείλει κατακαλύπτεσθαι, εἰκὼν καὶ δόξα Θεοῦ ὑπάρχων. Πάλιν ἑτέρα αὕτη αἰτία· οὐδὲ γὰρ ὅτι κεφαλὴν ἔχει τὸν Χριστὸν μόνον οὐκ ὀφείλει καλύπτεσθαι, φησὶ, τὴν κεφαλὴν, ἀλλ' ὅτι καὶ ἄρχει τῆς γυναικός. Τὸν γὰρ ἄρχοντα τῷ βασιλεῖ προσιόντα τὸ τῆς ἀρχῆς σύμβολον ἔχειν δεῖ. Ὥσπερ οὖν οὐδεὶς τῶν ἀρχόντων χωρὶς ζώνης καὶ χλανίδος τολμήσειεν ἂν φανῆναι τῷ τὸ διάδημα ἔχοντι· οὕτω μηδὲ σὺ χωρὶς τῶν συμβόλων τῆς ἀρχῆς, ὅπερ ἐστὶ τὸ μὴ καλύπτεσθαι, προσεύχου τῷ Θεῷ, ἵνα μὴ ὑβρίζῃς καὶ σαυτὸν καὶ τὸν τετιμηκότα. Τὸ αὐτὸ δὲ καὶ ἐπὶ τῆς γυναικὸς εἴποι τις ἄν· καὶ γὰρ καὶ ἐκείνῃ ὕβρις τὸ μὴ ἔχειν τὰ σύμβολα τῆς ὑποταγῆς. Γυνὴ δὲ δόξα ἀνδρός ἐστιν. Ἄρα φυσικὴ ἡ ἀρχὴ τοῦ ἀνδρός. Εἶτα ἐπειδὴ ἀπεφήνατο, καὶ λογισμοὺς καὶ αἰτίας τίθησι πάλιν ἑτέρας, ἐπὶ τὴν προτέραν σε ἄγων δημιουργίαν, καὶ λέγων οὕτως· Οὐ γάρ ἐστιν ἀνὴρ ἐκ γυναικὸς, ἀλλὰ γυνὴ ἐξ ἀνδρός. Εἰ δὲ τὸ ἔκ τινος εἶναι, δόξα ἐκείνου ἐξ οὗ ἐστι, πολλῷ μᾶλλον τὸ ἐοικότα εἶναι. Καὶ γὰρ οὐκ ἐκτίσθη ὁ ἀνὴρ διὰ τὴν γυναῖκα, ἀλλ' ἡ γυνὴ διὰ τὸν ἄνδρα. Δευτέρα αὕτη ὑπεροχὴ πάλιν, μᾶλλον δὲ καὶ τρίτη καὶ τετάρτη. Πρώτη, ὅτι κεφαλὴ ἡμῶν ὁ Χριστὸς, ἡμεῖς δὲ τῆς γυναικός· δευτέρα, ὅτι ἡμεῖς δόξα Θεοῦ, ἡμῶν δὲ ἡ γυνή· τρίτη, ὅτι οὐχ ἡμεῖς ἐκ τῆς γυναικὸς, ἀλλ' ἐκείνη ἐξ ἡμῶν· τετάρτη, ὅτι οὐχ ἡμεῖς δι' αὐτὴν, ἀλλ' ἐκείνη δι' ἡμᾶς. Διὰ τοῦτο ὀφείλει ἡ γυνὴ ἐξουσίαν ἔχειν ἐπὶ τῆς κεφαλῆς. Διὰ τοῦτο, ποῖον; εἰπέ μοι. Διὰ ταῦτα τὰ εἰρημένα ἅπαντα, φησὶ, μᾶλλον δὲ οὐ διὰ ταῦτα μόνον, ἀλλὰ καὶ Διὰ τοὺς ἀγγέλους. Εἰ γὰρ τοῦ ἀνδρὸς καταφρονεῖς, φησὶ, τοὺς ἀγγέλους αἰδέσθητι.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg156.local001/.
