Ancient Greek
Τοῦτο δὲ παραγγέλλων, οὐκ ἐπαινῶ ὅτι οὐκ εἰς τὸ κρεῖττον, ἀλλ' εἰς τὸ ἧττον συνέρχεσθε.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44) 4.1-25
Not analysed yet
Πῶς δέ φησι παρὰ τοῦ Κυρίου παρειληφέναι; οὐδὲ γὰρ παρῆν τότε, ἀλλὰ τῶν διωκόντων ἦν. Ἵνα μάθῃς ὅτι οὐδὲν πλέον ἔχει ἐκείνη ἡ τράπεζα τῆς μετὰ ταῦτα. Καὶ γὰρ καὶ σήμερον αὐτός ἐστιν ὁ πάντα ἐργαζόμενος καὶ παραδιδοὺς, ὥσπερ καὶ τότε. Οὐ διὰ τοῦτο δὲ μόνον τῆς νυκτὸς ἀναμιμνήσκει ἐκείνης, ἀλλ' ἵνα καὶ ἑτέρως ἡμᾶς κατανύξῃ. Ὥσπερ γὰρ ἐκείνων μάλιστα μεμνήμεθα τῶν ῥημάτων, ὧν ἂν τελευταῖον παρὰ τῶν ἀπιόντων ἀκούσωμεν, καὶ πρὸς τοὺς κληρονόμους τοὺς ἐκείνων, εἰ τολμήσαιεν αὐτῶν παραβῆναι τὰς ἐντολὰς, ἐντρέποντες αὐτοὺς λέγομεν, Ἐννοήσατε ὅτι ταύτην ὑστέραν ἀφῆκε πρὸς ὑμᾶς τὴν φωνὴν ὁ πατὴρ, καὶ μέχρι τῆς ἑσπέρας ἧς ἔμελλεν ἐκπνεῖν ταῦτα ἐπέσκηπτεν· οὕτω καὶ ὁ Παῦλος καὶ ἐντεῦθεν φρικτὸν ποιῆσαι τὸν λόγον βουλόμενος, Ἀναμνήσθητε, φησὶν, ὅτι ταύτην ἐσχάτην ὑμῖν δέδωκε τὴν μυσταγωγίαν, καὶ ἐν αὐτῇ τῇ νυκτὶ, ᾗ καὶ σφάττεσθαι ὑπὲρ ὑμῶν ἔμελλε, ταῦτα ἐνετέλλετο, καὶ παραδιδοὺς ὑμῖν τὸ δεῖπνον ἐκεῖνο, μετ' ἐκεῖνο οὐκέτι προσέθηκεν ἕτερον. Εἶτα καὶ αὐτὰ λοιπὸν διηγεῖται τὰ γεγενημένα λέγων ὅτι, Ἔλαβεν ἄρτον, καὶ εὐχαριστήσας ἔκλασε, καὶ εἶπε· Λάβετε, φάγετε· τοῦτό μού ἐστι τὸ σῶμα τὸ ὑπὲρ ὑμῶν κλώμενον. Εἰ τοίνυν ἐπ' εὐχαριστίᾳ προσέρχῃ, καὶ σὺ μηδὲν ἀνάξιον ποίει τῆς εὐχαριστίας, μηδὲ καταίσχυνε τὸν ἀδελφὸν, μηδὲ περιόρα πεινῶντα, μὴ μέθυε, μὴ ὕβριζε τὴν Ἐκκλησίαν. Προσέρχῃ γὰρ εὐχαριστῶν ὑπὲρ ὧν ἀπέλαυσας. Οὐκοῦν καὶ αὐτὸς ἀμοιβὴν ἀποδίδου, καὶ μὴ ἀπόσχιζε σεαυτὸν τοῦ πλησίον. Καὶ γὰρ ὁ Χριστὸς πᾶσιν ἐξίσης ἔδωκε λέγων, Λάβετε, φάγετε. Ἐκεῖνος τὸ σῶμα ἐξίσης ἔδωκε, σὺ δὲ οὐδὲ τὸν κοινὸν ἄρτον δίδως ἐξίσης; καὶ γὰρ ὑπὲρ ἁπάντων ὁμοίως ἐκλάσθη, καὶ σῶμα γέγονεν ὑπὲρ ἁπάντων ἐξίσης. Ὁμοίως καὶ τὸ ποτήριον μετὰ τὸ δειπνῆσαι, λέγων, Τοῦτο τὸ ποτήριον ἡ καινὴ διαθήκη ἐστὶν ἐν τῷ ἐμῷ αἵματι· τοῦτο ποιεῖτε, ὁσάκις ἂν πίνητε, εἰς τὴν ἐμὴν ἀνάμνησιν. Τί λέγεις; ἀνάμνησιν τοῦ Χριστοῦ ποιεῖς, καὶ πένητας παρορᾷς, καὶ οὐ φρίττεις; Ἀλλ' εἰ μὲν υἱοῦ ἢ ἀδελφοῦ τετελευτηκότος ἀνάμνησιν ἐποίεις, ἐπλήγης ἂν ὑπὸ τοῦ συνειδότος, εἰ μὴ τὸ ἔθος ἐπλήρωσας, καὶ πένητας ἐκάλεσας· τὴν δὲ τοῦ Δεσπότου σου ποιῶν ἀνάμνησιν, οὐδὲ τραπέζης ἁπλῶς μεταδίδως; Τί δέ ἐστιν ὅ φησιν, ὅτι, Τοῦτο τὸ ποτήριον ἡ καινὴ διαθήκη ἐστίν; Ἦν γὰρ καὶ τῆς παλαιᾶς διαθήκης ποτήριον, αἱ σπονδαὶ καὶ τὸ αἷμα τῶν ἀλόγων· καὶ γὰρ μετὰ τὸ θῦσαι ποτηρίῳ καὶ φιάλῃ τὸ αἷμα δεχόμενοι οὕτως ἔσπενδον. Ἐπεὶ οὖν ἀντὶ αἵματος ἀλόγων αἷμα εἰσήγαγε τὸ αὐτοῦ, ἵνα μή τις θορυβηθῇ τοῦτο ἀκούων, ἀνέμνησε τῆς παλαιᾶς θυσίας ἐκείνης. Εἶτα εἰπὼν περὶ τοῦ δείπνου ἐκείνου, συνάπτει τὰ παρόντα τοῖς τότε, ἵνα, ὡς ἐν αὐτῇ ἐκείνῃ τῇ ἑσπέρᾳ, καὶ ἐπ' αὐτῆς κείμενοι στιβάδος, καὶ παρ' αὐτοῦ τοῦ Χριστοῦ λαμβάνοντες τὴν θυσίαν ταύτην, οὕτω καὶ νῦν διακέωνται, καί φησιν· Ὁσάκις γὰρ ἂν ἐσθίητε τὸν ἄρτον τοῦτον, καὶ τὸ ποτήριον τοῦτο πίνητε, τὸν θάνατον τοῦ Κυρίου καταγγέλλετε, ἄχρις οὗ ἂν ἔλθῃ. Ὥσπερ γὰρ ὁ Χριστὸς καὶ ἐπὶ τοῦ ἄρτου καὶ ἐπὶ τοῦ ποτηρίου, Εἰς τὴν ἐμὴν ἀνάμνησιν ποιεῖτε τοῦτο, ἔφη, τὴν αἰτίαν ἐκκαλύπτων ἡμῖν τῆς τοῦ μυστηρίου δόσεως, καὶ μετὰ τῶν ἄλλων καὶ ταύτην εἶναι λέγων ἀρκοῦσαν ἡμῖν εἰς εὐλαβείας ὑπόθεσιν· ὅταν γὰρ ἐννοήσῃς τί πέπονθεν ὁ Δεσπότης σου διὰ σὲ, φιλοσοφώτερος ἔσῃ· οὕτω καὶ ὁ Παῦλος ἐνταῦθά φησιν· Ὁσάκις ἂν ἐσθίητε, τὸν θάνατον αὐτοῦ καταγγέλλετε. Καὶ τοῦτο ἐκεῖνο τὸ δεῖπνόν ἐστιν. Εἶτα δεικνὺς ὅτι ἕως τῆς συντελείας αὐτὸ μένει, φησίν· Ἕως ἂν ἔλθῃ. Ὥστε ὃς ἂν ἐσθίῃ τὸν ἄρτον τοῦτον, ἢ πίνῃ τὸ ποτήριον τοῦ Κυρίου ἀναξίως, ἔνοχος ἔσται τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ Κυρίου. Τί δήποτε; Ὅτι ἐξέχεεν αὐτὸ, καὶ σφαγὴν τὸ πρᾶγμα ἀπέφηνεν, οὐκέτι θυσίαν. Ὥσπερ οὖν καὶ τότε οἱ κεντήσαντες οὐχ ἵνα πίωσιν ἐκέντησαν, ἀλλ' ἵνα ἐκχέωσιν· οὕτω καὶ ὁ ἀναξίως μετιὼν, καὶ μηδὲν ἐντεῦθεν καρπούμενος. Εἶδες πῶς φοβερὸν τὸν λόγον ἐποίησε, καὶ μεθ' ὑπερβολῆς αὐτῶν καθήψατο πάσης, δεικνὺς ὅτι εἰ οὕτω μέλλοιεν πίνειν, ἀναξίως μετέχουσι τῶν προκειμένων. Πῶς γὰρ οὐκ ἀναξίως, ὁ περιορῶν πεινῶντα; ὁ καταισχύνων πρὸς τῷ περιιδεῖν; Εἰ γὰρ τὸ μὴ δοῦναι πένησιν ἐκβάλλει τῆς βασιλείας, κἂν παρθένος ᾖ τις, μᾶλλον δὲ τὸ μὴ δαψιλῶς δοῦναι· καὶ γὰρ καὶ ἐκεῖναι ἔλαιον εἶχον, ἀλλὰ δαψιλὲς οὐκ εἶχον· τὸ καὶ τοσαῦτα ἄτοπα ἐργάσασθαι, ἐννόησον ἡλίκον ἔσται κακόν.