# In epistulam i ad Corinthios (homiliae 1-44) 4.1-26

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44), Δοκιμαζέτω δὲ ἄνθρωπος ἑαυτὸν, καὶ οὕτως ἐκ τοῦ ἄρτου ἐσθιέτω καὶ ἐκ τοῦ ποτηρίου πινέτω.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-i-ad-corinthios-homiliae-1-44/4.1-26

Καὶ θέα τὴν πανουργίαν. Οὐδὲ γὰρ τῶν βοῶν ἀπολλυμένων προσήγαγε τὸ μηχάνημα τοῦτο, οὐδὲ τῶν ὄνων, οὐδὲ τῶν καμήλων, ἀλλ' οὐδὲ τῆς οἰκίας κατενεχθείσης, οὐδὲ τῶν παίδων καταχωσθέντων, ἀλλὰ σιγᾷ τέως καὶ ἡσυχάζειν ἐᾷ τὸν ἀθλητὴν ὁρῶν· ὅτε δὲ τῶν σκωλήκων ἀνέβλυσεν ἡ πηγὴ, καὶ σηπόμενον τὸ δέρμα κατέῤῥει, καὶ δαπανώμεναι αἱ σάρκες ἰχῶρα πολλῆς γέμοντα δυσωδίας ἐποίουν, καὶ τηγάνων καὶ καμίνων καὶ πάσης φλογὸς ὀδυνηρότερον αὐτὸν ἡ τοῦ διαβόλου κατανήλισκε χεὶρ, θηρίου παντὸς χαλεπώτερον διατρώγουσα πάντοθεν καὶ κατεσθίουσα τὸ σῶμα, καὶ ἐν ταύτῃ τῇ συμφορᾷ πολὺς προῆλθε χρόνος, τότε αὐτὴν προσάγει ἤδη τεταριχευμένῳ καὶ κατεργασθέντι. Εἰ γὰρ παρὰ τὰ προοίμια προσῆλθε τῆς συμφορᾶς, οὐδ' ἂν ἐκεῖνον εὗρεν οὕτως ἐκνενευρισμένον, οὐδ' ἂν αὕτη τὴν συμφορὰν ἔσχεν ἐξογκῶσαι οὕτω καὶ ἐπᾶραι τῷ λόγῳ· νυνὶ δὲ ὅτε αὐτὸν εἶδε διὰ τὸ μῆκος τοῦ χρόνου διψῶντα ἀπαλλαγῆς, καὶ ἐπιθυμοῦντα τῆς τῶν ἐπικειμένων λύσεως, σφοδρῶς τότε προσέρχεται. Ὅτι γὰρ σφόδρα κατειργασμένος ἦν, καὶ οὐδὲ ἀναπνεῖν λοιπὸν εἶχεν, ἀλλὰ καὶ ἀποθανεῖν ἐπεθύμει, ἄκουσον τί φησιν· [εἰ γὰρ δυναίμην ἐμαυτὸν χειρώσασθαι, ἢ δεηθῆναι ἑτέρου, καὶ ποιήσαιμι τοῦτο.] Καὶ θέα μοι τὴν κακουργίαν τῆς γυναικὸς, πόθεν εὐθέως προοιμιάζεται· ἀπὸ τοῦ πλήθους τοῦ χρόνου, Μέχρι τίνος καρτερήσεις; λέγουσα. Εἰ δὲ πολλάκις καὶ πραγμάτων οὐκ ὄντων λόγοι μόνον ἴσχυσαν μαλάξαι, ἐννόησον τί τότε πάσχειν αὐτὸν εἰκὸς ἦν, μετὰ τῶν ῥημάτων τούτων καὶ τῶν πραγμάτων ὀδυνώντων αὐτόν. Καὶ τὸ δὴ πάντων χεῖρον, ὅτι καὶ γυνὴ ἡ ταῦτα λέγουσα ἦν, καὶ γυνὴ ἀναπεσοῦσα καὶ ἀπαγορεύουσα καὶ διὰ τοῦτο σπουδάζουσα καὶ αὐτὸν εἰς ἀπόγνωσιν ἐμβαλεῖν. Πλὴν ἀλλ' ἵνα σαφέστερον ἴδωμεν τὸ μηχάνημα τὸ τῷ ἀδαμαντίνῳ τούτῳ προσαγόμενον τείχει, καὶ αὐτῶν ἀκούσωμεν τῶν ῥημάτων. Τίνα οὖν ταῦτά ἐστι; Μέχρι τίνος καρτερήσεις λέγων, Ἰδοὺ ἀναμένω χρόνον ἔτι μικρὸν προσδεχόμενος τὴν ἐλπίδα τῆς σωτηρίας μου; Ἤλεγξε γάρ σου, φησὶ, τὰ ῥήματα ὁ χρόνος, μακρότερος μὲν γινόμενος, λύσιν δὲ οὐδεμίαν ἐμφαίνων. Ταῦτα δὲ ἔλεγεν, οὐκ εἰς ἀπόγνωσιν αὐτὸν ἐμβάλλουσα μόνον, ἀλλὰ καὶ ὀνειδίζουσα καὶ κωμῳδοῦσα. Καὶ γὰρ ἐκεῖνος ἐνοχλοῦσαν ἀεὶ παραμυθούμενος καὶ διακρουόμενος τοιαῦτα ἐφθέγγετο· Ἀνάμεινον ἔτι μικρὸν, καὶ ταχέως ἔσται τούτων τὸ τέλος. Ὀνειδίζουσα τοίνυν αὐτῷ, φησί· Μὴ καὶ νῦν τὸ αὐτὸ ἐρεῖς; πολὺς γὰρ ἤδη χρόνος παρέδραμε, καὶ τέλος τούτων οὐδὲν ἀνεφάνη. Καὶ θέα τὴν κακουργίαν· οὐδὲ γὰρ μέμνηται τῶν βοῶν, οὐ τῶν προβάτων, οὐδὲ τῶν καμήλων· ᾔδει γὰρ οὐ σφόδρα αὐτὸν τούτοις δακνόμενον· ἀλλ' ἐπὶ τὴν φύσιν εὐθέως ἔρχεται, καὶ τῶν παίδων ἀναμιμνήσκει· ἐπ' αὐτοῖς γὰρ εἶδεν αὐτὸν καὶ τὴν ἐσθῆτα διαῤῥήξαντα, καὶ τὴν κόμην ἀποκειράμενον. Καὶ οὐκ εἶπεν, Ἀπώλετό σου τὰ παιδία, ἀλλὰ σφόδρα περιπαθῶς· Ἠφάνισταί σου τὸ μνημόσυνον ἀπὸ τῆς γῆς, δι' ὃ καὶ τὰ παιδία ποθεινά. Εἰ γὰρ καὶ νῦν, ἀναστάσεως φανείσης, ἐντεῦθέν ἐστι τὰ παιδία ἐπέραστα ἀπὸ τοῦ τὴν μνήμην τῶν ἀπελθόντων διατηρεῖν, πολλῷ μᾶλλον τότε. Διὰ τοῦτο καὶ ἡ ἀρὰ ἐντεῦθεν γίνεται πικροτέρα. Οὐδὲ γὰρ ἐκεῖ, Τὰ παιδία, ὁ ἐπαρώμενος εἶπεν, ἐξολοθρευθείη, ἀλλὰ, Τὸ μνημόσυνον αὐτοῦ ἀπὸ τῆς γῆς· οἱ υἱοί σου καὶ αἱ θυγατέρες σου. Εἰποῦσα γὰρ, Τὸ μνημόσυνον, μετὰ ἀκριβείας πάλιν ἑκατέρας τῆς φύσεως μέμνηται· Εἰ δὲ σοὶ, φησὶν, οὐ μέλει τούτων, κἂν τὸ ἐμὸν σκόπει· Τῆς ἐμῆς κοιλίας ὠδῖνες καὶ πόνοι, οὓς εἰς τὸ κενὸν ἐκοπίασα μετὰ μόχθων. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Ἡ τὸ πλέον ἐνεγκοῦσα ἠδίκημαι διὰ σὲ, καὶ τοὺς μὲν πόνους ὑπέστην, τῶν δὲ καρπῶν ἀπεστέρημαι. Καὶ ὅρα πῶς οὔτε τίθησι τὴν ζημίαν τῶν χρημάτων, οὔτε σιγᾷ αὐτὴν καὶ παρατρέχει, ἀλλ' ὡς ἐνῆν καὶ περιπαθῶς αὐτὴν ἀπαγγεῖλαι, οὕτως αἰνίττεται. Ὅταν γὰρ εἴπῃ, Κἀγὼ πλανῆτις καὶ λάτρις, τόπον ἐκ τόπου, οἰκίαν ἐξ οἰκίας περιερχομένη, καὶ τὴν ζημίαν αἰνίττεται, καὶ πολλὴν τὴν προσπάθειαν δείκνυσι· καὶ γὰρ καὶ αἱ λέξεις αὐταὶ ἱκαναὶ ἐπᾶραι τὴν συμφοράν· Ἐπὶ τὰς ἑτέρων ἔρχομαι θύρας, φησίν. Οὐδὲ γὰρ προσαιτῶ μόνον, ἀλλὰ καὶ πλανῶμαι καὶ δουλεύω δουλείαν ξένην καὶ καινὴν, πανταχοῦ περιιοῦσα, καὶ τὰ σύμβολα τῆς συμφορᾶς περιφέρουσα, καὶ πάντας διδάσκουσα τὰ ἐμὰ κακά· ὃ πάντων ἐστὶν ἐλεεινότερον, τὸ οἰκίαν ἐξ οἰκίας ἀμείβειν. Καὶ οὐδὲ ἐνταῦθα ἔστη τῶν θρήνων, ἀλλ' ἐπήγαγε λέγουσα· Προσδεχομένη τὸν ἥλιον πότε δύσει, καὶ ἀναπαύσομαι τῶν μόχθων μου καὶ τῶν περιεχουσῶν με ὀδυνῶν, αἵ με νῦν συνέχουσιν. Ὃ γὰρ τοῖς ἄλλοις ἐστὶν ἡδὺ, φησὶ, τὸ τὴν ἀκτῖνα ὁρᾷν, τοῦτο ἐμοὶ βαρύ· ποθεινὸν δὲ ἡ νὺξ καὶ τὸ σκότος· αὕτη γάρ με ἀναπαύει τῶν ἱδρώτων μόνη, αὕτη μοι παραμυθία γίνεται τῶν κακῶν. Ἀλλ' εἰπόν τι ῥῆμα πρὸς Κύριον, καὶ τελεύτα.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg156.local001/.
