# In epistulam i ad Corinthios (homiliae 1-44) 4.1-27

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44), Περὶ δὲ τῶν πνευματικῶν, ἀδελφοὶ, οὐ θέλω ὑμᾶς ἀγνοεῖν. Οἴδατε ὅτι ὅτε ἔθνη ἦτε, πρὸς τὰ εἴδωλα τὰ ἄφωνα, ὡς ἂν ἤγεσθε, ἀπαγόμενοι.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-i-ad-corinthios-homiliae-1-44/4.1-27

Ἐδόκει δὲ τοῦτο χάρισμα μέγα εἶναι, ἐπειδὴ καὶ πρῶτον αὐτὸ ἔλαβον οἱ ἀπόστολοι, καὶ παρὰ Κορινθίοις οἱ πλείους τοῦτο ἐκέκτηντο· ὁ δὲ τῆς διδασκαλίας λόγος οὐχ οὕτω. Διὸ ἐκεῖνο μὲν πρῶτον τίθησιν, ὕστερον δὲ τοῦτο. Καὶ γὰρ καὶ τοῦτο δι' ἐκεῖνο, καὶ τὰ ἄλλα πάντα, καὶ προφητεῖαι καὶ ἐνεργήματα δυνάμεων καὶ γένη γλωσσῶν καὶ ἑρμηνεία γλωσσῶν· οὐδὲν γὰρ τούτου ἴσον· διὸ καὶ ἔλεγεν, Οἱ καλῶς προεστῶτες πρεσβύτεροι, διπλῆς τιμῆς ἀξιούσθωσαν, μάλιστα οἱ κοπιῶντες ἐν λόγῳ καὶ διδασκαλίᾳ. Καὶ τῷ Τιμοθέῳ ἐπέστελλε λέγων· Πρόσεχε τῇ ἀναγνώσει, τῇ παρακλήσει, τῇ διδασκαλίᾳ· μὴ ἀμέλει τοῦ ἐν σοὶ χαρίσματος. Ὁρᾷς πῶς καὶ χάρισμα αὐτὸ καλεῖ; Εἶτα ἣν ἀνωτέρω τέθεικε παραμυθίαν εἰπὼν, Τὸ αὐτὸ Πνεῦμα, ταύτην καὶ ἐνταῦθα τίθησι λέγων· Πάντα δὲ ταῦτα ἐνεργεῖ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ, καθὼς βούλεται. Οὐ παραμυθεῖται δὲ μόνον, ἀλλὰ καὶ ἐπιστομίζει τὸν ἀντιλέγοντα ἐνταῦθα λέγων, Διαιροῦν ἰδίᾳ ἑκάστῳ, καθὼς βούλεται. Δεῖ γὰρ καὶ ἐπιστύφειν, οὐχὶ θεραπεύειν μόνον, ὥσπερ καὶ ἐν τῇ πρὸς Ῥωμαίους ποιεῖ, ὅταν λέγῃ· Σὺ τίς εἶ, ὁ ἀνταποκρινόμενος τῷ Θεῷ; Οὕτω καὶ ἐνταῦθα, Διαιροῦν ἰδίᾳ ἑκάστῳ, καθὼς βούλεται. Καὶ ὃ τοῦ Πατρὸς ἦν, τοῦτο καὶ τοῦ Πνεύματος ἔδειξεν ὄν. Ὥσπερ γὰρ περὶ αὐτοῦ φησιν, Ὁ δὲ αὐτὸς Θεὸς ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσιν, οὕτω καὶ περὶ τοῦ Πνεύματος· Πάντα δὲ ταῦτα ἐνεργεῖ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα. Ἀλλ' ἐνεργούμενον, φησὶν, ὑπὸ τοῦ Θεοῦ. Ἀλλ' οὐδαμοῦ τοῦτο εἴρηκεν, ἀλλὰ σὺ τοῦτο πλάττεις. Ὅταν γὰρ λέγῃ, Ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσι, περὶ ἀνθρώπων τοῦτο λέγει· οὐ δήπου μετὰ τῶν ἀνθρώπων καὶ τὸ Πνεῦμα ἀριθμεῖ, κἂν μυριάκις ᾖς παραπαίων, κἂν μυριάκις μαινόμενος. Ἐπειδὴ γὰρ εἶπε, Διὰ τοῦ Πνεύματος, ἵνα τὸ διὰ τοῦτο μὴ νομίσῃς ἐλαττώσεως εἶναι μηδὲ τοῦ ἐνεργεῖσθαι, ἐπήγαγεν, ὅτι Ἐνεργεῖ τὸ Πνεῦμα, οὐκ ἐνεργεῖται, καὶ ἐνεργεῖ ὡς βούλεται, οὐ καθὼς κελεύεται. Καθάπερ γὰρ περὶ τοῦ Πατρὸς ὁ Υἱὸς λέγει, ὅτι Ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, ὁμοίως καὶ περὶ ἑαυτοῦ, ὅτι Οὓς θέλει ζωοποιεῖ· οὕτω καὶ περὶ τοῦ Πνεύματος, ἀλλαχοῦ μὲν ὅτι μετ' ἐξουσίας πάντα ποιεῖ, καὶ τὸ κωλύον οὐδέν (τὸ γὰρ, Ὅπου θέλει πνεῖ, εἰ καὶ περὶ τοῦ ἀνέμου εἴρηται, τούτου ἐστὶ κατασκευαστικόν)· ἐνταῦθα δὲ, ὅτι Πάντα ἐνεργεῖ καθὼς βούλεται. Καὶ ἑτέρωθεν δὲ ὅτι οὐχὶ τῶν ἐνεργουμένων ἐστὶν, ἀλλὰ τῶν ἐνεργούντων, μάνθανε. Τίς γὰρ οἶδε, φησὶ, τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου; Οὕτω καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς οἶδεν, εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ. Ὅτι δὲ τὸ πνεῦμα τοῦ ἀνθρώπου, τουτέστιν, ἡ ψυχὴ, οὐ δεῖται ἐνεργείας, ἵνα εἰδῇ τὰ ἑαυτῆς, παντί που δῆλον· οὐκοῦν οὐδὲ τὸ Πνεῦμα τὸ ἅγιον, ἵνα εἰδῇ τὰ τοῦ Θεοῦ. Οὕτω γάρ φησι· Τὰ τοῦ Θεοῦ οἶδεν ἀπόῤῥητα τὸ Πνεῦμα τὸ ἅγιον, ὡς ἡ ψυχὴ τοῦ ἀνθρώπου τὰ ἀπόῤῥητα τὰ ἑαυτῆς. Εἰ δὲ εἰς τοῦτο οὐκ ἐνεργεῖται, πολλῷ μᾶλλον τὸ ἐπιστάμενον τοῦ Θεοῦ τὰ βάθη, καὶ οὐκ ἐνεργούμενον εἰς τὸ δοῦναι χαρίσματα τοῖς ἀποστόλοις, ἐνεργείας οὐκ ἂν ἐδεήθη. Χωρὶς δὲ τούτων κἀκεῖνο, ὅπερ ἔμπροσθεν εἶπον, ἐρῶ καὶ νῦν. Ποῖον δὴ τοῦτο; Ὅτι εἰ ἔλαττον τὸ Πνεῦμα καὶ ἑτέρας οὐσίας, οὐδὲν ἂν ὤνησεν ἡ παραμυθία, οὐδὲ τὸ ἀκοῦσαι τὸ αὐτὸ Πνεῦμα. Ὁ μὲν γὰρ παρὰ τοῦ βασιλέως λαβὼν μεγίστην ἂν ταύτην σχοίη παραμυθίαν, ὅτι αὐτὸς αὐτῷ ἔδωκεν· ὁ δὲ παρὰ τοῦ δούλου, τότε μᾶλλον ἀλγεῖ, ὅταν τοῦτό τις αὐτῷ προσενέγκῃ· ὥστε κἀντεῦθεν δῆλον, ὅτι οὐ τῆς δουλικῆς, ἀλλὰ τῆς βασιλικῆς οὐσίας τὸ Πνεῦμα τὸ ἅγιον. Διόπερ καθάπερ παρεμυθήσατο αὐτοὺς εἰπὼν, ὅτι Διαιρέσεις διακονιῶν εἰσιν, ὁ δὲ αὐτὸς Κύριος· καὶ διαιρέσεις ἐνεργημάτων, ὁ δὲ αὐτὸς Θεός· οὕτω καὶ ἀνωτέρω εἰπὼν, Διαιρέσεις χαρισμάτων εἰσὶ, τὸ δὲ αὐτὸ Πνεῦμα· καὶ μετὰ ταῦτα πάλιν εἰπὼν, Πάντα δὲ ταῦτα ἐνεργεῖ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται. Μὴ τοίνυν ἀλύωμεν, φησὶ, μηδὲ ἀλγῶμεν λέγοντες, Διὰ τί τὸ ἔλαβον καὶ τὸ οὐκ ἔλαβον; μηδὲ εὐθύνας ἀπαιτῶμεν τὸ Πνεῦμα τὸ ἅγιον. Εἰ γὰρ οἶδας ὅτι ἀπὸ κηδεμονίας ἐχαρίσατο, ἐννοήσας ὅτι ἀπὸ τῆς αὐτῆς κηδεμονίας καὶ τὸ μέτρον ἔδωκε, στέργε καὶ χαῖρε ὑπὲρ ὧν ἔλαβες· καὶ μὴ δυσχέραινε ὑπὲρ ὧν οὐκ εἴληφας, ἀλλὰ καὶ ὁμολόγει χάριν, ὅτι μὴ μείζονα ἔλαβες τῆς δυνάμεως τῆς σῆς.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg156.local001/.
