Ancient Greek
Καθάπερ γὰρ τὸ σῶμα ἕν ἐστι, καὶ μέλη ἔχει πολλὰ, πάντα δὲ τὰ μέλη τοῦ σώματος πολλὰ ὄντα, ἕν ἐστι σῶμα· οὕτω καὶ ὁ Χριστός.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44) 4.1-28
Not analysed yet
Εἰ δὲ καὶ ἐπὶ ἐνεργείας βουληθείης τὸ αὐτὸ συμβαῖνον ἰδεῖν, ἄνελε δάκτυλον ἕνα, καὶ τοὺς λοιποὺς ἀργοτέρους ὄψει, καὶ οὐκέτι τὰ αὐτῶν ποιοῦντας ὁμοίως. Ἐπεὶ οὖν κοινὸν αἶσχος ἡ τοῦ μέλους ζημία, καὶ κοινὸν κάλλος ἡ σωτηρία, μὴ ἐπαιρώμεθα μηδὲ ἐπεμβαίνωμεν τοῖς πλησίον. Διὰ γὰρ ἐκεῖνο τὸ μικρὸν μέλος καὶ τὸ μέγα ἐστὶ καλὸν καὶ ὡραῖον, καὶ διὰ τῶν βλεφαρίδων ὀφθαλμὸς καλλωπίζεται. Ὥστε ἑαυτῷ πολεμεῖ ὁ τῷ ἀδελφῷ πολεμῶν· οὐ γὰρ μέχρις ἐκείνου τὰ τῆς βλάβης, ἀλλὰ καὶ αὐτὸς οὐ μικρὰν ὑποστήσεται ζημίαν. Ἵν' οὖν μὴ τοῦτο γίνηται, ὡς ἑαυτῶν, οὕτω καὶ τῶν πλησίον φροντίζωμεν, καὶ ταύτην τὴν εἰκόνα τοῦ σώματος καὶ νῦν ἐπὶ τὴν Ἐκκλησίαν μεταγάγωμεν, καὶ προνοῶμεν ἁπάντων ὡς μελῶν οἰκείων. Καὶ γὰρ καὶ ἐν τῇ Ἐκκλησίᾳ μέλη πολλὰ καὶ διάφορα· καὶ τὰ μὲν τιμιώτερα, τὰ δὲ καταδεέστερα· οἷόν εἰσι παρθένων χοροὶ, εἰσὶ χηρῶν σύλλογοι, εἰσὶ τῶν ἐν γάμῳ σώφρονι λαμπόντων φρατρίαι, καὶ πολλοὶ τῆς ἀρετῆς οἱ βαθμοί. Καὶ ἐπὶ τῆς ἐλεημοσύνης πάλιν ὁμοίως· ὁ μὲν γὰρ τὰ πάντα ἐκένωσεν, οἱ δὲ τῆς αὐταρκείας ἐπιμελοῦνται μόνης, καὶ πλέον τῆς χρείας οὐδὲν ζητοῦσιν, οἱ δὲ ἐκ τοῦ περισσεύματος ἔδωκαν· ἀλλ' ὅμως οὗτοι πάντες ἀλλήλους κοσμοῦσι, κἂν ἐξουθενήσῃ τὸν ἐλάττονα ὁ μείζων, ἑαυτὸν τὰ μέγιστα ἔβλαψεν. Ἥ τε γὰρ παρθένος ἂν ὑβρίσῃ τὴν ἔγγαμον, οὐ μικρὸν ὑπετέμετο τοῦ μισθοῦ· ὅ τε τὰ πάντα κενώσας, ἂν ὀνειδίσῃ τῷ μὴ τοῦτο πεποιηκότι, πολὺ τῶν αὐτοῦ πόνων ἐκένωσε. Καὶ τί λέγω παρθένους καὶ χήρας καὶ ἀκτήμονας ἄνδρας; Τί γὰρ τῶν προσαιτούντων εὐτελέστερον; ἀλλ' ὅμως καὶ οὗτοι χρείαν πληροῦσι μεγίστην ἐν Ἐκκλησίᾳ, προσηλωμένοι ταῖς θύραις τοῦ ναοῦ, καὶ κόσμον παρέχοντες μέγιστον, καὶ τούτων ἄνευ οὐκ ἂν ἀπαρτισθείη τὸ πλήρωμα τῆς Ἐκκλησίας. Ὅπερ οὖν καὶ οἱ ἀπόστολοι συνιδόντες ἐξαρχῆς ἐνομοθέτησαν, ὥσπερ τὰ ἄλλα πάντα, οὕτω καὶ τὸ χήρας εἶναι· καὶ τοσαύτην ἐποιήσαντο περὶ τὸ πρᾶγμα σπουδὴν, ὡς καὶ διακόνους αὐταῖς ἐπιστῆσαι ἑπτά. Ὥσπερ γὰρ ἐπισκόπους καὶ πρεσβυτέρους καὶ διακόνους καὶ παρθένους καὶ ἐγκρατευομένους ἀριθμῷ, τὰ μέλη τῆς Ἐκκλησίας καταλέγων, οὕτω καὶ χήρας. Οὐδὲ γὰρ τὴν τυχοῦσαν χρείαν αὗται πληροῦσι. Σὺ μὲν γὰρ ὅτε βούλει, παραγέγονας· αὗται δὲ καὶ ἡμέραν καὶ νύκτα ψάλλουσι καὶ πάρεισιν, οὐ τῆς ἐλεημοσύνης ἕνεκεν μόνης τοῦτο ποιοῦσαι· ἐπεὶ, εἰ τοῦτο ἐβούλοντο, ἐξῆν κατὰ τὴν ἀγορὰν βαδίζειν, καὶ ἐν τοῖς στενωποῖς προσαιτεῖν· ἀλλ' ἔχουσί τι καὶ εὐλαβείας οὐ μικρόν. Ὅρα γοῦν ἐν ὅσῃ καμίνῳ πενίας εἰσί. Καὶ βλασφημουσῶν οὐκ ἄν ποτε αὐτῶν ἀκούσῃς, οὐδὲ ἀποδυσπετουσῶν, ἅπερ πολλαὶ τῶν πλουτούντων ποιοῦσιν. Καὶ αἱ μὲν αὐτῶν πεινῶσαι ἐκοιμήθησαν πολλάκις, αἱ δὲ καὶ διηνεκῶς ὑπὸ τοῦ κρυμοῦ πηγνύμεναι διατελοῦσι, καὶ ὅμως ἐν εὐχαριστίᾳ καὶ δοξολογίᾳ διάγουσι. Κἂν ὀβολὸν δῷς, εὐχαριστοῦσι καὶ ἐπεύχονται μυρία τῷ δεδωκότι· κἂν μηδὲν δῷς, οὐ δυσχεραίνουσιν, ἀλλὰ καὶ οὕτως εὐλογοῦσι καὶ ἀγαπῶσι, τῆς ἐφημέρου τροφῆς ἀπολαύουσαι. Κἂν γὰρ μὴ βούλωνται, φησὶν, ἀνάγκη φέρειν αὐτάς. Διὰ τί; εἰπέ μοι· τίνος ἕνεκεν τὸ πικρὸν τοῦτο ἐφθέγξω ῥῆμα; οὐκ εἰσὶ τέχναι αἰσχραὶ, καὶ τοῖς γεγηρακόσι κέρδος ἔχουσαι καὶ ταῖς γεγηρακυίαις; οὐκ ἠδύναντο, εἴπερ βούλοιτο τοῦ ζῇν ἐπιεικῶς ἀμελεῖν, κἀκεῖθεν μετὰ πολλῆς ἀποτρέφεσθαι τῆς περιουσίας; οὐχ ὁρᾷς πόσοι τῶν ἐν ταύτῃ τῇ ἡλικίᾳ μαστροποὶ καὶ προαγωγοὶ γινόμενοι, καὶ ἕτερα τοιαῦτα ἄττα διακονούμενοι, καὶ τρέφονται καὶ τρυφῶσιν; Ἀλλ' οὐχ οὗτοι, ἀλλ' αἱροῦνται λιμῷ διαφθείρεσθαι μᾶλλον, ἢ καταισχῦναι τὴν ἑαυτῶν ζωὴν καὶ προδοῦναι τὴν σωτηρίαν· καὶ κάθηνται δι' ἡμέρας ὅλης φάρμακόν σοι κατασκευάζοντες σωτηρίας. Οὐ γὰρ οὕτως ἰατρὸς, χεῖρα ἐκτείνων καὶ σιδήριον ἐπάγων, ἐκτέμνει τὰ σεσηπότα τῶν τραυμάτων, ὡς πένης, δεξιὰν ἐκτείνων καὶ ἐλεημοσύνην λαμβάνων, περιαιρεῖ τῶν τραυμάτων τοὺς μώλωπας. Καὶ τὸ δὴ θαυμαστὸν, ὅτι χωρὶς ἀλγηδόνος καὶ ὀδύνης τὴν καλὴν ταύτην ἐργάζονται ἰατρείαν. Καὶ ἡμῶν τῶν τοῦ λαοῦ προκαθημένων καὶ παραινούντων ὑμῖν τὰ συμφέροντα οὐκ ἔλαττον ἐκεῖνος διαλέγεται ὁ πρὸ τῶν θυρῶν τῆς ἐκκλησίας καθήμενος διὰ τῆς σιγῆς καὶ τῆς ὄψεως. Καὶ γὰρ ἡμεῖς ταῦτα καθ' ἑκάστην ὑμῖν ἐνηχοῦμεν τὴν ἡμέραν, λέγοντες· Μὴ μέγα φρόνει, ὦ ἄνθρωπε, ὀξύῤῥοπον καὶ εὐμετάπτωτον τῶν ἀνθρώπων ἡ φύσις, ἡ νεότης πρὸς γῆρας ἐπείγεται, τὸ κάλλος πρὸς ἀμορφίαν, ἡ ἰσχὺς πρὸς ἀσθένειαν, ἡ τιμὴ πρὸς καταφρόνησιν, ἡ ὑγιεία πρὸς ἀῤῥωστίαν μεταπίπτει, ἡ δόξα πρὸς εὐτέλειαν, ὁ πλοῦτος πρὸς πενίαν· ῥεύματι σφοδρῷ τὰ ἡμέτερα ἔοικεν οὐδαμοῦ ἵστασθαι βουλομένῳ, ἀλλ' ἐπειγομένῳ πρὸς τὸ κάταντες.