# In epistulam i ad Corinthios (homiliae 1-44) 4.1-3

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44), Βλέπετε γὰρ τὴν κλῆσιν ὑμῶν, ἀδελφοὶ, ὅτι οὐ πολλοὶ σοφοὶ κατὰ σάρκα, οὐ πολλοὶ δυνατοὶ, οὐ πολλοὶ εὐγενεῖς· ἀλλὰ τὰ μωρὰ τοῦ κόσμου ἐξελέξατο ὁ Θεὸς, ἵνα καταισχύνῃ τοὺς σοφούς.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-i-ad-corinthios-homiliae-1-44/4.1-3

Εἰ γὰρ νῦν πιστεύσαντες ἄνθρωποι περὶ βασιλείας οὐρανῶν καὶ μυρίων ἀγαθῶν, δυσκόλως καταδέχονται κινδύνους, πῶς ἂν ἐκεῖνοι μάτην τοσαῦτα ἂν ὑπέμειναν, μᾶλλον δὲ καὶ ἐπὶ κακῷ; Εἰ γὰρ μὴ ἐγένετο τὰ γεγενημένα, μηδὲ εἰς τὸν οὐρανὸν ὁ Χριστὸς ἀνέβη, πάντως, ταῦτα πλάττειν φιλονεικοῦντες καὶ τοὺς ἄλλους πείθειν, τῷ Θεῷ προσκρούειν ἔμελλον καὶ μυρίους ἄνωθεν προσδοκᾷν κεραυνούς. Ἄλλως δὲ, εἰ καὶ ζῶντος τοῦ Χριστοῦ τοσαύτην εἶχον προθυμίαν, ἀποθανόντος ἂν ἔσβεσαν αὐτήν. Ἔδοξε γὰρ ἂν αὐτοῖς, εἰ μὴ ἀνέστη, ἀπατεὼν εἶναί τις καὶ εἴρων. Οὐκ ἴστε, ὅτι τὰ στρατόπεδα, τοῦ μὲν στρατηγοῦ καὶ βασιλέως ζῶντος, κἂν ἀσθενῆ ᾖ, συγκροτεῖται· ἀπελθόντων δὲ ἐκείνων, κἂν ἰσχυρὰ ᾖ, διαλύεται; Ποίοις οὖν, εἰπέ μοι, λόγοις ἐκέχρηντο πιθανοῖς, μέλλοντες ἅπτεσθαι τοῦ κηρύγματος καὶ πρὸς τὴν οἰκουμένην ἐξιέναι ἅπασαν; ποίοις δὲ κωλύμασιν οὐκ ἂν κατεσχέθησαν; Εἰ γὰρ μαινόμενοι ἦσαν (τὸ γὰρ αὐτὸ λέγων οὐ παύσομαι), οὐδὲ ὅλως κατορθῶσαι ἔδει· οὐδεὶς γὰρ μαινομένοις πείθεται· εἰ δὲ κατώρθωσαν, ὥσπερ οὖν καὶ κατώρθωσαν, καὶ δείκνυσι τὸ τέλος, πάντων ἦσαν σοφώτεροι. Εἰ δὲ πάντων ἦσαν σοφώτεροι, εὔδηλον ὅτι οὐκ ἂν ἁπλῶς ἦλθον ἐπὶ τὸ κήρυγμα. Εἰ γὰρ μὴ εἶδον αὐτὸν ἀναστάντα, τί ἦν ἱκανὸν αὐτοὺς ἐξαγαγεῖν ἐπὶ τὸν πόλεμον τοῦτον; τί δὲ οὐκ ἂν αὐτοὺς ἀπέτρεψεν; Εἶπεν αὐτοῖς, ὅτι Μετὰ τρεῖς ἡμέρας ἀναστήσομαι, καὶ περὶ βασιλείας οὐρανῶν ἐπηγγείλατο· εἶπεν, ὅτι Κρατήσουσι τῆς οἰκουμένης Πνεῦμα λαβόντες ἅγιον· καὶ μυρία πρὸς τούτοις ἕτερα πᾶσαν ὑπερβαίνοντα φύσιν. Ὥστε εἰ μηδὲν τούτων γέγονεν, εἰ καὶ ζῶντι ἐπείθοντο, τελευτήσαντος οὐκ ἂν ἐπείσθησαν, εἰ μὴ εἶδον ἀναστάντα. Εἶπον γὰρ ἄν· Μετὰ τρεῖς ἡμέρας, ἔλεγεν, ἀναστήσομαι, καὶ οὐκ ἀνέστη· Πνεῦμα ὑπέσχετο δώσειν, καὶ οὐκ ἔπεμψε· πῶς οὖν ὑπὲρ τῶν μελλόντων αὐτῷ πιστεύσομεν, τῶν παρόντων ἐληλεγμένων; Τίνος δὲ ἕνεκεν μὴ ἀναστάντος, ἐκήρυττον ὅτι ἀνέστη; Ἐπειδὴ ἐφίλουν αὐτὸν, φησί. Καὶ μὴν μισεῖν λοιπὸν εἰκὸς ἦν ἀπατήσαντα καὶ προδεδωκότα, καὶ ὅτι μυρίαις αὐτοὺς ἐλπίσιν ἐπάρας, καὶ οἰκίας καὶ γονέων καὶ πάντων ἀποστήσας, καὶ ὁλόκληρον ἔθνος ἐκπολεμώσας αὐτοῖς τὸ Ἰουδαίων, προέδωκεν ὕστερον. Καὶ εἰ μὲν ἀσθενείας ἦν τὸ γενόμενον, συνέγνωσαν ἄν· νυνὶ δὲ κακουργίας πολλῆς εἶναι ἐνομίζετο. Ἔδει γὰρ τἀληθὲς εἰπεῖν, καὶ μὴ τὸν οὐρανὸν ἐπαγγείλασθαι ἄνθρωπον ὄντα θνητὸν, ὥς φατε. Ὥστε τοὐναντίον εἰκὸς ἦν αὐτοὺς ποιεῖν, κηρύττειν τὴν ἀπάτην, καὶ λέγειν αὐτὸν εἴρωνα καὶ γόητα· οὕτω γὰρ ἂν καὶ τῶν κινδύνων ἀπηλλάγησαν, οὕτω καὶ τὸν πόλεμον ἔλυσαν. Εἰ γὰρ τοῖς στρατιώταις ἀργύριον ἔδωκαν οἱ Ἰουδαῖοι ἵνα εἴπωσιν, ὅτι ἔκλεψαν τὸ σῶμα· εἰ παρελθόντες εἶπον οἱ μαθηταὶ ὅτι Ἐκλέψαμεν, καὶ οὐκ ἀνέστη, ποίας ἂν οὐκ ἀπέλαυσαν τιμῆς; Ὥστε ἐξῆν αὐτοῖς καὶ τιμᾶσθαι καὶ στεφανοῦσθαι. Τίνος οὖν ἕνεκεν τὸ ὑβρίζεσθαι καὶ κινδυνεύειν ἀντικατηλλάξαντο τούτων, εἰ μὴ θεία τις ἦν ἡ πείθουσα αὐτοὺς δύναμις, ἡ τούτων ἁπάντων δυνατωτέρα; Εἰ δὲ μηδέπω πείθομεν, λογίζου κἀκεῖνο, ὅτι εἰ μὴ τοῦτο ἦν, κἂν εἰ σφόδρα παρεσκευάζοντο, οὐκ ἂν ἐπ' αὐτῷ τὸ κήρυγμα ἐκήρυξαν, ἀλλ' ἀπεστράφησαν αὐτόν. Ἴστε γὰρ ὅτι οὐδὲ τὰ ὀνόματα βουλόμεθα τῶν τὰ τοιαῦτα ἀπατώντων ἡμᾶς ἀκούειν. Τίνος δὲ ἕνεκεν καὶ ἐκήρυττον αὐτοῦ τὸ ὄνομα; προσδοκῶντες ὅτι κρατήσουσι δι' αὐτοῦ; καὶ μὴν τοὐναντίον ἐχρῆν προσδοκᾷν, ὅτι εἰ καὶ ἔμελλον κρατήσειν, ἀπώλοντο ἀπατεῶνος ὄνομα φέροντες εἰς μέσον. Εἰ δὲ συσκιάσαι τὰ πρότερα ἐβούλοντο, ἔδει σιγῆσαι· ὡς τό γε ἐπαγωνίζεσθαι, μειζόνως ἀνῆπτε καὶ τὸν πόλεμον καὶ τὸν γέλωτα. Πόθεν οὖν ἐπῆλθεν αὐτοῖς ἀναπλάσαι τοιαῦτα; καὶ γὰρ ἅπερ ἤκουσαν, ἀπώλεσαν. Εἰ δὲ οὐκ ὄντος φόβου πολλὰ ἐπελανθάνοντο, καί τινα οὐδὲ ἐνόουν, καθὼς καὶ ὁ εὐαγγελιστής φησι, τοσούτου κινδύνου καταλαβόντος, πῶς οὐκ ἂν ἅπαντα αὐτῶν ἀπέπτη; Καὶ τί λέγω τὰ ῥήματα; ὅπου γε καὶ ὁ πρὸς αὐτὸν τὸν διδάσκαλον πόθος ἠρέμα κατεμαραίνετο τῷ φόβῳ τῶν ἐσομένων· ὅπερ αὐτοῖς καὶ ὠνείδισεν. Ἐπειδὴ γὰρ πρὸ τούτου μὲν ἐκκρεμάμενοι αὐτοῦ, συνεχῶς ἠρώτων, Ποῦ ὑπάγεις; ὕστερον δὲ, ὅτε τοὺς μακροὺς ἀπέτεινε λόγους τὰ δεινὰ διηγούμενος τὰ παρ' αὐτὸν τὸν σταυρὸν καταληψόμενα αὐτοὺς, εἶτα τῷ δέει παγέντες ἐναπέμειναν ἀχανεῖς· ἄκουσον πῶς τοῦτο αὐτὸ προφέρει αὐτοῖς λέγων· Οὐδεὶς ἐξ ὑμῶν ἐρωτᾷ με· Ποῦ ὑπάγεις; ἀλλ' ὅτι λελάληκα ὑμῖν ταῦτα, ἡ λύπη πεπλήρωκεν ὑμῶν τὴν καρδίαν. Εἰ τοίνυν προσδοκῶντες αὐτὸν ἀποθανεῖσθαι καὶ ἀναστήσεσθαι οὕτως ἤλγουν, ἀναστάντα αὐτὸν μὴ ἰδόντες, πῶς οὐκ ἂν ἀπώλοντο, καὶ εἰς αὐτὴν ἂν ἐσπούδασαν καταδῦναι τὴν γῆν, καὶ ἀθυμίᾳ τῇ τῆς ἀπάτης καὶ δέει τῶν ἐσομένων πολιορκούμενοι;

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg156.local001/.
