# In epistulam i ad Corinthios (homiliae 1-44) 4.1-30

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44), Ὑμεῖς δέ ἐστε σῶμα Χριστοῦ, καὶ μέλη ἐκ μέρους.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-i-ad-corinthios-homiliae-1-44/4.1-30

Εἶτα μετὰ τοῦτο καὶ ἐπὶ τὰ λοιπὰ χαρίσματα προβαίνει. Καὶ ἵνα μὴ τὸ καθ' ἕκαστον αὐτῶν λέγων δοκῇ πάλιν ἐνοχλεῖν, τὴν μητέρα καὶ πηγὴν ἁπάντων τίθησι, καὶ αὐτὴν πάλιν μεθ' ὑπερβολῆς, οὕτω λέγων· Καὶ ἐὰν ἔχω πᾶσαν τὴν πίστιν. Καὶ οὐδὲ ἠρκέσθη τούτῳ, ἀλλὰ καὶ, ὅπερ ὡς μέγιστον εἶπεν ὁ Χριστὸς, καὶ τοῦτο προσέθηκεν εἰπών· Ὥστε ὄρη μεθιστάνειν, ἀγάπην δὲ μὴ ἔχω, οὐδέν εἰμι. Καὶ σκόπει πῶς πάλιν κἀνταῦθα καθαιρεῖ τῶν γλωσσῶν τὸ ἀξίωμα. Ἐπὶ μὲν γὰρ τῆς προφητείας δείκνυσι πολὺ τὸ κέρδος τὸ ἀπ' αὐτῆς, τὸ εἰδέναι τὰ μυστήρια καὶ τὴν γνῶσιν ἔχειν ἅπασαν, καὶ ἐπὶ τῆς πίστεως ἔργον οὐ μικρὸν, τὸ τὰ ὄρη μεθιστάνειν· ἐπὶ δὲ τῶν γλωσσῶν αὐτὸ μόνον εἰπὼν τὸ χάρισμα, ἀνεχώρησε. Σὺ δέ μοι κἀκεῖνο σκόπει, πῶς ἐν βραχεῖ πάντα περιέλαβε τὰ χαρίσματα, προφητείαν εἰπὼν καὶ πίστιν· ἢ γὰρ ἐν λόγοις, ἢ ἐν ἔργοις ἐστὶ τὰ θαύματα. Καὶ πῶς ὁ Χριστός φησιν, Ἐλάχιστον μέρος τῆς πίστεως εἶναι τὸ δύνασθαι ὄρος μεταστῆσαι (ὡς γὰρ ἐλάχιστον λέγων, οὕτως ἔθηκεν εἰπὼν, Ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ, Μετάβηθι, καὶ μεταβήσεται)· ὁ δὲ Παῦλος πᾶσαν τὴν πίστιν ταύτην εἶναί φησι; Τί οὖν ἔστιν εἰπεῖν; Ἐπειδὴ μέγα ἦν τοῦτο, τὸ ὄρος μεταστῆσαι, διὰ τοῦτο καὶ αὐτοῦ ἐμνημόνευσεν, οὐχ ὡς τοῦτο μόνης δυναμένης πάσης τῆς πίστεως, ἀλλὰ ἐπειδὴ τοῦτο μέγα εἶναι ἐδόκει τοῖς παχυτέροις διὰ τὸν ὄγκον τοῦ σώματος, κἀντεῦθεν ἐπαίρει τὸ προκείμενον. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Ἐὰν ἔχω πᾶσαν τὴν πίστιν, καὶ ἐὰν δύνωμαι ὄρη μεθιστάνειν, ἀγάπην δὲ μὴ ἔχω, οὐδέν εἰμι· Καὶ ἐὰν ψωμίσω πάντα τὰ ὑπάρχοντά μου, καὶ ἐὰν παραδῶ τὸ σῶμά μου ἵνα καυθήσωμαι, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι. Βαβαὶ τῆς ὑπερβολῆς. καὶ γὰρ καὶ ταῦτα μετὰ προσθήκης ἑτέρας τίθησιν. Οὐ γὰρ εἶπεν, Ἐὰν δῶ τοῖς πένησι τὴν ἡμίσειαν μοῖραν τῶν ὄντων, ἢ τὰς δύο ἢ τὰς τρεῖς μοίρας, ἀλλ' Ἐὰν πάντα μου τὰ ὑπάρχοντα. Καὶ οὐκ εἶπε, Δῶ, ἀλλὰ, Ψωμίσω, ὡς προσκεῖσθαι τῇ δαπάνῃ καὶ τὴν διακονίαν τὴν μετ' ἐπιμελείας ἁπάσης. Καὶ ἐὰν παραδῶ τὸ σῶμά μου ἵνα καυθήσωμαι. Οὐκ εἶπεν, Ἐὰν ἀποθάνω, ἀλλὰ καὶ τοῦτο μεθ' ὑπερβολῆς· τὸν γὰρ πάντων χαλεπώτερον θάνατον θεὶς, τὸ ζῶντα κατακαῆναι· καὶ τοῦτον χωρὶς ἀγάπης οὐδὲν μέγα ἔφησεν εἶναι. Ἐπήγαγε γοῦν, Οὐδὲν ὠφελοῦμαι. Ἀλλ' οὐδέπω τὴν πᾶσαν ὑπερβολὴν ἔδειξα, ἕως ἂν τοῦ Χριστοῦ τὰς μαρτυρίας τὰς περὶ ἐλεημοσύνης καὶ θανάτου εἰρημένας εἰς μέσον ἀγάγω. Τίνες οὖν εἰσιν αἱ μαρτυρίαι; Τῷ πλουσίῳ φησὶν, Εἰ θέλεις τέλειος εἶναι, πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς, καὶ δεῦρο ἀκολούθει μοι· καὶ περὶ ἀγάπης δὲ διαλεγόμενος τῆς εἰς τὸν πλησίον φησὶ, Μείζονα ταύτης ἀγάπην οὐδεὶς ἔχει, ἵνα τις τὴν ψυχὴν αὐτοῦ θῇ ὑπὲρ τῶν φίλων αὐτοῦ. Ὅθεν δῆλον, ὅτι καὶ ἐπὶ τοῦ Θεοῦ τοῦτο πάντων μέγιστόν ἐστιν. Ἀλλ' ἐγὼ λέγω, φησὶν ὁ Παῦλος, κἂν ὑπὲρ τοῦ Θεοῦ θῶμεν αὐτὴν, καὶ μηδὲ ἁπλῶς θῶμεν, ἀλλ' ὥστε καὶ ἐμπρησθῆναι (τοῦτο γάρ ἐστιν, Ἐὰν παραδῶ τὸ σῶμά μου ἵνα καυθήσωμαι), οὐ μέγα ἔσται κέρδος ἡμῖν τὸν πλησίον οὐκ ἀγαπῶσι. Τὸ μὲν οὖν λέγειν τὰ χαρίσματα οὐδὲν μέγα ὠφελεῖν ἀγάπης ἀπούσης, θαυμαστὸν οὐδέν· ἐπεὶ καὶ τοῦ βίου δεύτερά ἐστι τὰ χαρίσματα. Πολλοὶ γοῦν χαρίσματα ἐπιδειξάμενοι, ἐπειδὴ φαῦλοι γεγόνασιν, ἐκολάσθησαν, ὡς ἐκεῖνοι οἱ τῷ ὀνόματι αὐτοῦ προφητεύσαντες καὶ δαιμόνια πολλὰ ἐκβαλόντες καὶ δυνάμεις πολλὰς ποιήσαντες, ὡς Ἰούδας ὁ προδότης· ἕτεροι δὲ βίον παρασχόμενοι πιστοὶ καθαρὸν, οὐδενὸς ἐδεήθησαν ἑτέρου πρὸς τὸ σωθῆναι. Τὸ μὲν οὖν τὰ χαρίσματα, ὅπερ ἔφην, δεῖσθαι ταύτης, θαυμαστὸν οὐδέν· τὸ δὲ καὶ βίον ἠκριβωμένον μηδὲν ἰσχύειν ταύτης ἄνευ, τοῦτό ἐστι τὸ τὴν ὑπερβολὴν ἐμφαῖνον καὶ πολλὴν ποιοῦν τὴν ἀπορίαν, καὶ μάλιστα ὅταν ὁ Χριστὸς ἀμφοτέροις τούτοις τὰ μεγάλα φαίνηται ψηφιζόμενος, τῇ τε ἀκτημοσύνῃ, λέγω, καὶ τοῖς τοῦ μαρτυρίου κινδύνοις. Καὶ γὰρ τῷ πλουσίῳ φησὶν, ὅπερ ἔφθην εἰπὼν, Εἰ θέλεις τέλειος εἶναι, πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς, καὶ δεῦρο ἀκολούθει μοι· καὶ τοῖς μαθηταῖς περὶ μαρτυρίου διαλεγόμενος ἔλεγεν, Ὃς ἂν ἀπολέσῃ τὴν ψυχὴν αὑτοῦ ἕνεκεν ἐμοῦ, εὑρήσει αὐτήν· καὶ, Ὃς ἐὰν ὁμολογήσῃ με ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ αὐτὸν ἔμπροσθεν τοῦ Πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς. Καὶ γὰρ πολὺς ὁ τοῦ κατορθώματος τούτου πόνος καὶ αὐτὴν σχεδὸν ὑπερβαίνων τὴν φύσιν· καὶ τοῦτο ἴσασιν οἱ καταξιωθέντες τῶν στεφάνων τούτων καλῶς· λόγος γὰρ οὐδεὶς αὐτὸ παραστῆσαι δυνήσεται· οὕτω γενναίας τὸ πρᾶγμά ἐστι ψυχῆς, καὶ μεθ' ὑπερβολῆς θαυμαστόν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg156.local001/.
