# In epistulam i ad Corinthios (homiliae 1-44) 4.1-32

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44), Εἴτε δὲ προφητεῖαι καταργηθήσονται, εἴτε γλῶσσαι παύσονται, εἴτε γνῶσις καταργηθήσεται.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-i-ad-corinthios-homiliae-1-44/4.1-32

Εἶδες πόσους συνδέσμους ἀγάπης ὁ Θεὸς εἰργάσατο; Ἀλλὰ ταῦτα μὲν ἀπὸ τῆς φύσεως κατέθηκε τῇ ὁμονοίᾳ τὰ ἐνέχυρα. Καὶ γὰρ τὸ τῆς αὐτῆς οὐσίας εἶναι, εἰς τοῦτο ἄγει· πᾶν γὰρ ζῶον ἀγαπᾷ τὸ ὅμοιον αὐτῷ· καὶ τὸ ἐξ ἀνδρὸς τὴν γυναῖκα εἶναι, καὶ τὸ ἐξ ἀμφοτέρων πάλιν τοὺς παῖδας. Ὅθεν καὶ πολλοὶ φύονται διαθέσεως τρόποι. Τὸν μὲν γὰρ ὡς πατέρα ἀγαπῶμεν, τὸν δὲ ὡς πάππον· καὶ τὴν μὲν ὡς μητέρα, τὴν δὲ ὡς τιθηνόν· καὶ τὸν μὲν ὡς υἱὸν καὶ ἔγγονον καὶ ἐξ ἐγγόνων πάλιν, τὴν δὲ ὡς θυγατέρα καὶ θυγατριδῆν· καὶ τὸν μὲν ὡς ἀδελφὸν, τὸν δὲ ὡς ἀδελφιδοῦν· καὶ τὴν μὲν ὡς ἀδελφὴν, τὴν δὲ ὡς ἀδελφιδῆν. Καὶ τί γὰρ δεῖ πάντα καταλέγειν τὰ τῆς συγγενείας ὀνόματα; Ἐπενόησε δὲ καὶ ἑτέραν διαθέσεως ὑπόθεσιν· ἀπαγορεύσας γὰρ τοὺς τῶν συγγενῶν γάμους, ἐπ' ἀλλοτρίους ἡμᾶς ἐξήγαγε, κἀκείνους πάλιν πρὸς ἡμᾶς εἵλκυσεν. Ἐπειδὴ γὰρ ἀπὸ τῆς φυσικῆς ταύτης συγγενείας οὐκ ἦν ἐκείνους ἡμῖν συναφθῆναι, ἀπὸ τοῦ γάμου πάλιν συνῆψεν, ὁλοκλήρους οἰκίας διὰ τῆς μιᾶς νύμφης συνάγων, καὶ γένη γένεσιν ὅλα ἀναμιγνύς. Μὴ γάμει γὰρ, φησὶ, τὴν ἀδελφὴν τὴν σὴν, μηδὲ τὴν ἀδελφὴν τοῦ πατρὸς, μηδὲ ἄλλην κόρην τὴν τοιαύτην συγγένειαν πρὸς σὲ κεκτημένην, ἣ διακωλύει τὸν γάμον, ὀνόματι θεὶς τῶν τοιούτων συγγενῶν τὰ εἴδη. Ἀρκεῖ σοι πρὸς τὴν ἐκείνων διάθεσιν τὸ λῦσαι τὰς αὐτὰς ὠδῖνας, τὸ ἑτέρως σοι προσήκειν τὰς ἄλλας. Τί στενοχωρεῖς τῆς ἀγάπης τὸ πλάτος; τί περιττῶς ὑπόθεσιν ἀναλίσκεις εἰς αὐτὴν φιλίας, δι' ἧς δύνασαι καὶ ἑτέραν πορίσασθαι φιλίας ἀφορμὴν, ἔξωθεν γυναῖκα ἀγαγὼν, καὶ δι' ἐκείνης συγγενῶν ὁρμαθὸν, καὶ μητέρα, καὶ πατέρα, καὶ ἀδελφοὺς, καὶ τοὺς τούτων ἐπιτηδείους; Εἶδες πόσοις τρόποις ἡμᾶς συνέδησεν; Ἀλλ' ὅμως οὐδὲ ταῦτα αὐτῷ ἤρκεσεν, ἀλλὰ καὶ ἀλλήλων χρῄζειν παρεσκεύασεν, ἵνα καὶ οὕτως ἡμᾶς συναγάγῃ, ἐπειδὴ μάλιστα τὰς φιλίας αἱ χρεῖαι ποιοῦσι. Διὰ δὴ τοῦτο οὐδὲ πάντα ἀφῆκε πανταχοῦ γίνεσθαι, ἵνα κἀντεῦθεν ἀλλήλοις ἀναμίγνυσθαι ἀναγκάσῃ. Καταστήσας δὲ ἡμᾶς ἐν χρείᾳ ἀλλήλων, εὔκολον πάλιν τὴν ἐπιμιξίαν ἐποίησεν· ἐπεὶ εἰ μὴ τοῦτο ἦν, εἰς ἑτέραν ἀηδίαν τὸ πρᾶγμα περιΐστατο καὶ δυσχέρειαν. Εἰ γὰρ ἰατροῦ δεόμενον ἢ τέκτονος ἢ ἑτέρου δημιουργοῦ, μακρὰν ἔδει στέλλεσθαι ἀποδημίαν, τὸ πᾶν ἀπολώλει. Διὰ δὴ τοῦτο καὶ πόλεις κατεσκεύασε, καὶ πάντας ὁμοῦ συνήγαγεν. Ἵνα δὴ καὶ τοῖς πόῤῥωθεν ῥᾳδίως ἐπιχωριάζωμεν, θάλατταν εἰς μέσον ἥπλωσε, καὶ ἀνέμων ταχύτητα ἔδωκε, ῥᾳδίας ἐντεῦθεν τὰς ἀποδημίας ποιῶν. Παρὰ δὲ τὴν ἀρχὴν καὶ ἐν ἑνὶ πάντας συνήγαγε χωρίῳ, καὶ οὐ πρότερον διέσπειρεν, ἕως εἰς κακὸν ἐχρήσαντο τῇ ὁμονοίᾳ οἱ πρῶτοι λαβόντες τὸ δῶρον· ἀλλὰ πάντοθεν ἡμᾶς συνήγαγε, καὶ ἀπὸ φύσεως καὶ ἀπὸ συγγενείας καὶ ἀπὸ γλώττης καὶ ἀπὸ τόπου. Καὶ ὥσπερ οὐκ ἐβούλετο ἐκπεσεῖν ἡμᾶς τοῦ παραδείσου (εἰ γὰρ ἐβούλετο, οὐδ' ἂν ἐκεῖ κατέθετο ὃν ἐποίησεν ἄνθρωπον τὴν ἀρχὴν), ἀλλ' ὁ παρακούσας αἴτιος· οὕτως οὐδὲ ἀλλογλώσσους εἶναι ἠθέλησεν· ἐπεὶ κἂν ἐξ ἀρχῆς τοῦτο ἐποίησε· νῦν δὲ πᾶσα ἡ γῆ χεῖλος ἓν ἦν, καὶ φωνὴ μία πᾶσι. Διὰ δὴ τοῦτο οὐδὲ ἡνίκα τὴν γῆν ἀφανισθῆναι ἔδει, οὐδὲ τότε ἡμᾶς ἐξ ἄλλης ἐποίησεν ὕλης, οὐδὲ μετέθηκε τὸν δίκαιον, ἀλλ' ἀφεὶς αὐτὸν ἐν μέσῳ τῷ κλυδωνίῳ, ὥσπερ τινὰ σπινθῆρα τῆς οἰκουμένης, ἀνῆψε πάλιν ἡμῶν τὸ γένος ἐκεῖθεν ἀπὸ τοῦ μακαρίου Νῶε. Καὶ ἐξ ἀρχῆς μὲν μίαν ἐποίησεν ἀρχὴν, τὸν ἄνδρα ἐπιστήσας τῇ γυναικί· ἐπειδὴ δὲ εἰς πολλὴν ἐξώκειλεν ἀταξίαν τὸ γένος ἡμῶν, καὶ ἑτέρας κατέστησε, τὰς τῶν δεσποτῶν, τὰς τῶν ἀρχόντων· καὶ τοῦτο δὲ δι' ἀγάπην. Ἐπειδὴ γὰρ ἡ κακία διαλυτικὸν καὶ ἀναιρετικὸν ἡμῶν τοῦ γένους, ὥσπερ τινὰς ἰατροὺς ἐν μέσαις ταῖς πόλεσιν ἐκάθισε τοὺς δικάζοντας, ἵν' ὥσπερ τινὰ λοιμὸν τῆς ἀγάπης τὴν κακίαν ἀπελαύνοντες, πάντας εἰς ἓν συναγάγωσιν. Ἵνα δὲ μὴ μόνον ἐν ταῖς πόλεσιν, ἀλλὰ καὶ ἐν ἑκάστῃ οἰκίᾳ πολλὴ ἡ ὁμόνοια ᾖ, τὸν μὲν ἄνδρα τῇ ἀρχῇ καὶ τῇ ὑπεροχῇ τιμήσας, τὴν δὲ γυναῖκα τῇ ἐπιθυμίᾳ καθοπλίσας, καὶ τὸ τῆς παιδοποιίας δὲ δῶρον εἰς μέσον ἀμφοτέροις καταθεὶς, καὶ ἕτερα μετὰ τούτων συναγωγὰ τῆς ἀγάπης κατεσκεύασεν. Οὔτε γὰρ πάντα ἐπέτρεψε τῷ ἀνδρὶ, οὔτε πάντα τῇ γυναικὶ, ἀλλὰ καὶ ταῦτα διεῖλεν ἑκάστῳ, τῇ μὲν τὴν οἰκίαν, τῷ δὲ τὴν ἀγορὰν ἐγχειρίσας, καὶ τῷ μὲν τὸ τρέφειν, γεωργεῖ γάρ· τῇ δὲ τὸ περιβάλλειν, ἱστὸς γὰρ καὶ ἠλακάτη τῆς γυναικός· αὐτὸς γὰρ ἔδωκε τῇ γυναικὶ ὑφάσματος σοφίαν. Ἀλλ' ἀπόλοιτο ἡ φιλαργυρία, οὐκ ἀφιεῖσα ταύτην φαίνεσθαι τὴν διάκρισιν. Ἡ γὰρ βλακεία τῶν πολλῶν καὶ τοὺς ἄνδρας εἰς τοὺς ἱστοὺς ἐπεισήγαγε, καὶ κερκίδας αὐτοῖς ἐνεχείρισε καὶ κρόκην καὶ στήμονας. Ἀλλ' ὅμως καὶ οὕτω διαλάμπει τῆς θείας οἰκονομίας ἡ πρόνοια. Καὶ γὰρ καὶ τῆς γυναικὸς ἐν ἄλλοις ἀναγκαιοτέροις σφόδρα δεόμεθα, καὶ τῶν ἐλαττόνων ἐν τοῖς συνέχουσι τὸν βίον ἡμῶν χρῄζομεν· καὶ τοσαύτη τῆς χρείας ἐστὶν ἡ ἀνάγκη, ὅτι κἂν πάντων ἀνθρώπων πλουσιώτερος ᾖ τις, οὐδὲ οὕτω ταύτης ἀπήλλακται τῆς συναφείας, καὶ τοῦ δεῖσθαι τοῦ καταδεεστέρου. Οὐ γὰρ δὴ τῶν πλουσίων οἱ πένητες δέονται μόνον, ἀλλὰ καὶ οἱ πλούσιοι τῶν πενήτων, καὶ οὗτοι μᾶλλον ἐκείνων, ἢ ἐκεῖνοι τούτων.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg156.local001/.
