# In epistulam i ad Corinthios (homiliae 1-44) 4.1-33

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44), Διώκετε τὴν ἀγάπην· ζηλοῦτε δὲ τὰ πνευματικὰ, μᾶλλον δὲ ἵνα προφητεύητε.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-i-ad-corinthios-homiliae-1-44/4.1-33

Εἶτα ἐπειδὴ κατέδραμε τῶν τὸ χάρισμα τοῦτο ἐχόντων, ὡς οὐδὲν μέγα ἐχόντων, ἵνα μὴ δόξῃ ὡς ἀπεστερημένος αὐτοῦ ἐξευτελίζειν αὐτοὺς, ὅρα τί φησιν· Εὐχαριστῶ τῷ Θεῷ, πάντων ὑμῶν μᾶλλον γλώσσαις λαλῶν. Τοῦτο δὲ καὶ ἀλλαχοῦ ποιεῖ. Μέλλων γὰρ καθαιρεῖν τοῦ Ἰουδαϊσμοῦ τὰ πλεονεκτήματα, καὶ δεικνύναι λοιπὸν οὐδὲν ὄντα, πρότερον ἑαυτὸν ταῦτα ἐσχηκότα δείκνυσι, καὶ μετὰ πλείονος ὑπερβολῆς, καὶ τότε ζημίαν αὐτὰ καλεῖ, οὕτω λέγων Εἴ τις δοκεῖ πεποιθέναι ἐν σαρκὶ, ἐγὼ μᾶλλον. Περιτομὴ ὀκταήμερος, ἐκ γένους Ἰσραὴλ, φυλῆς Βενιαμὶν, Ἑβραῖος ἐξ Ἑβραίων, κατὰ νόμον Φαρισαῖος, κατὰ ζῆλον διώκων τὴν Ἐκκλησίαν, κατὰ δικαιοσύνην τὴν ἐν νόμῳ γενόμενος ἄμεμπτος. Καὶ τότε ὅτε ἔδειξε πάντων ἑαυτὸν πλεονεκτοῦντα, φησὶν, Ἀλλ' ἅτινά μοι ἦν κέρδη, ταῦτα ἥγημαι διὰ τὸν Χριστὸν ζημίαν. Οὕτω καὶ ἐνταῦθα ποιεῖ λέγων· Πάντων ὑμῶν μᾶλλον γλώσσαις λαλῶν. Μὴ τοίνυν μέγα φρονεῖτε, ὡς μόνοι τὸ χάρισμα ἔχοντες· καὶ γὰρ καὶ ἐγὼ κέκτημαι, καὶ ὑμῶν πλέον. Ἀλλὰ θέλω πέντε λόγους ἐν Ἐκκλησίᾳ διὰ τοῦ νοός μου λαλῆσαι, ἵνα καὶ ἄλλους κατηχήσω. Τί ἐστι, Διὰ τοῦ νοός μου λαλῆσαι, ἵνα καὶ ἄλλους κατηχήσω; Νοῶν ἃ λέγω, καὶ ἃ δύναμαι καὶ ἑτέροις ἑρμηνεῦσαι καὶ μετὰ συνέσεως εἰπεῖν καὶ διδάξαι τοὺς ἀκούοντας. Ἢ μυρίους λόγους ἐν γλώσσῃ. Διὰ τί; Ἵνα κατηχήσω καὶ ἄλλους, φησί. Τὸ μὲν γὰρ ἐπίδειξιν ἔχει μόνον, τὸ δὲ πολλὴν τὴν ὠφέλειαν. Τοῦτο γάρ ἐστιν ὃ πανταχοῦ ζητεῖ, τὸ κοινῇ συμφέρον. Καίτοι γε ξένον τὸ χάρισμα ἦν τὸ τῶν γλωσσῶν, τὸ δὲ τῆς προφητείας σύνηθές τε καὶ παλαιὸν καὶ πολλοῖς ἤδη δοθὲν, τοῦτο δὲ τότε πρῶτον· ἀλλ' ὅμως οὐ σφόδρα ἦν αὐτῷ περισπούδαστον. Διόπερ οὐδὲ ἐκέχρητο αὐτῷ, οὐ παρὰ τὸ μὴ ἔχειν, ἀλλὰ παρὰ τὸ τὰ χρησιμώτερα ζητεῖν. Καὶ γὰρ ἦν πάσης κενοδοξίας ἀπηλλαγμένος, καὶ ἓν μόνον σκοπῶν, ὅπως βελτίους ἐργάσηται τοὺς ἀκούοντας. Διὸ καὶ τὸ χρήσιμον καὶ ἑαυτῷ καὶ τοῖς ἄλλοις ἠδύνατο βλέπειν, ἐπειδὴ τῆς κενῆς δόξης ἀπήλλακτο. Ὡς ὅ γε ἐκείνῃ καταδουλωθεὶς, οὐ τὸ τῶν ἄλλων μόνον, ἀλλ' οὐδὲ τὸ ἑαυτοῦ δυνήσεται κατιδεῖν συμφέρον. Τοιοῦτος ἦν ὁ Σίμων, ὃς ἐπειδὴ πρὸς δόξαν εἶδε κενὴν, οὐδὲ τὸ ἑαυτοῦ χρήσιμον εἶδε· τοιοῦτοι καὶ Ἰουδαῖοι, οἳ διὰ ταύτην τῷ διαβόλῳ τὴν οἰκείαν προέπιον σωτηρίαν. Ἐντεῦθεν καὶ εἴδωλα ἐτέχθη, καὶ οἱ τῶν ἔξωθεν φιλόσοφοι ἐπὶ τὰ πονηρὰ δόγματα ἐκ ταύτης παροξύναντες ἐξώκειλαν τῆς μανίας. Καὶ ὅρα τὴν διαστροφὴν τοῦ πάθους. Διὰ γὰρ ταύτην κἀκείνων ἔνιοι πένητες ἐγένοντο, καὶ ἕτεροι περὶ πλοῦτον ἐσπούδασαν. Τοσαύτη αὐτῆς ἡ τυραννὶς, ὡς καὶ ἐν τοῖς ἐναντίοις κρατεῖν. Καὶ γὰρ ἐπὶ σωφροσύνῃ τις κενοδοξεῖ, καὶ ἐπὶ μοιχείᾳ πάλιν ἄλλος, καὶ ἐπὶ δικαιοσύνῃ οὗτος, καὶ ἐπ' ἀδικίᾳ ἕτερος, καὶ ἐπὶ τρυφῇ, καὶ ἐπὶ νηστείᾳ, καὶ ἐπὶ ἐπιεικείᾳ, καὶ ἐπὶ θρασύτητι, καὶ ἐπὶ πλούτῳ, καὶ ἐπὶ πενίᾳ. Καὶ γὰρ ἔνιοι τῶν ἔξωθεν, παρὸν λαβεῖν, διὰ τὸ θαυμάζεσθαι οὐκ ἐλάμβανον. Ἀλλ' οὐχ οἱ ἀπόστολοι οὕτως. Ὅτι γὰρ καθαροὶ δόξης ἦσαν, ἐδήλωσαν δι' ὧν ἐποίησαν. Καὶ γὰρ ὅτε θεοὺς αὐτοὺς ἐκάλουν, καὶ θύειν αὐτοῖς ἦσαν παρεσκευασμένοι ταύρους ἐστεμμένους, οὐχ ἁπλῶς ἀπηγόρευσαν τὸ γινόμενον μόνον, ἀλλὰ καὶ διέῤῥηξαν αὐτῶν τὰ ἱμάτια. Καὶ ὅτε τὸν χωλὸν διώρθωσαν, πάντων πρὸς αὐτοὺς κεχηνότων ἔλεγον, Τί ἡμῖν ἀτενίζετε ὡς ἰδίᾳ δυνάμει πεποιηκόσι τοῦ περιπατεῖν τοῦτον; Κἀκεῖνοι μὲν ἐν ἀνδράσι θαυμάζουσι πενίαν, τὰ τῆς πενίας ᾑροῦντο· οὗτοι δὲ ἐν ἀνθρώποις καταφρονοῦσι πενίας, καὶ ἐπαινοῦσι πλοῦτον. Καὶ οὗτοι μὲν, εἴ τι ἔλαβον, τοῖς δεομένοις ἐπήρκουν· οὕτως οὐ διὰ κενοδοξίαν, ἀλλὰ διὰ φιλανθρωπίαν ἅπαντα ἔπραττον· ἐκεῖνοι δὲ τοὐναντίον ἅπαν, ὥσπερ ἐχθροὶ καὶ λυμεῶνες τῆς κοινῆς φύσεως ὄντες, οὕτω καὶ ταῦτα ἐποίουν. Ὁ μὲν γὰρ εἰς θάλατταν τὰ αὐτοῦ κατεπόντιζεν ἅπαντα εἰκῆ καὶ μάτην, τοὺς παραπαίοντας καὶ μαινομένους μιμούμενος· ὁ δὲ μηλόβοτον τὴν αὐτοῦ χώραν πᾶσαν ἀνῆκεν. Οὕτω πάντα πρὸς φιλοτιμίαν ἐποίουν. Ἀλλ' οὐχ οὗτοι, ἀλλὰ καὶ ἐδέχοντο τὰ διδόμενα, καὶ διένεμον τοῖς δεομένοις μετὰ τοσαύτης ἐλευθερίας, ὡς καὶ λιμῷ διηνεκεῖ συζῇν. Εἰ δὲ δόξης ἤρων, οὐκ ἂν τοῦτο ἐποίουν, τὸ λαμβάνειν καὶ διανέμειν, δεδοικότες μή τις ὑποψία γένηται κατ' αὐτῶν. Ὁ γὰρ τὰ ἑαυτοῦ ῥίψας διὰ δόξαν, πολλῷ μᾶλλον τὰ ἑτέρων οὐ λήψεται, ὥστε μὴ δοκεῖν ἑτέρων δεῖσθαι, μηδὲ ὑποπτεύεσθαι. Τούτους δὲ ὁρᾷς καὶ διακονουμένους καὶ προσαιτοῦντας αὐτοὺς ὑπὲρ τῶν δεομένων· οὕτω πατέρων ἦσαν πάντων φιλοστοργότεροι. Θέα δὲ καὶ τοὺς νόμους αὐτῶν συμμέτρους, καὶ κενοδοξίας ἀπηλλαγμένους. Ἔχοντες γὰρ, φησὶ, σκεπάσματα καὶ τροφὰς, τούτοις ἀρκεσθησόμεθα· οὐ καθάπερ ὁ Σινωπεὺς ἐκεῖνος ὁ ῥάκια περιβεβλημένος καὶ πίθον οἰκῶν εἰς οὐδὲν δέον, ἐξέπληξε μὲν πολλοὺς, ὠφέλησε δὲ οὐδένα. Ὁ δὲ Παῦλος τούτων μὲν οὐδὲν ἐποίει· οὐδὲ γὰρ πρὸς φιλοτιμίαν ἔβλεπεν, ἀλλὰ καὶ ἱμάτια περιβέβλητο μετὰ εὐσχημοσύνης ἁπάσης, καὶ οἰκίαν ᾤκει διηνεκῶς, καὶ τὴν ἀκρίβειαν ἅπασαν ἐπὶ τῆς ἄλλης ἀρετῆς ἐπεδείκνυτο, ἧς ὁ Κυνικὸς κατεφρόνει ζῶν ἀσελγῶς, καὶ δημοσίᾳ ἀσχημονῶν, καὶ ὑπὸ τῆς περὶ τὴν δόξαν μανίας συρόμενος. Ἂν γὰρ ἔρηταί τις τῆς τοῦ πίθου οἰκήσεως τὴν αἰτίαν, οὐδεμίαν ἑτέραν εὑρήσει, ἀλλ' ἢ κενοδοξίαν μόνην.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg156.local001/.
