# In epistulam i ad Corinthios (homiliae 1-44) 4.1-36

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44), Εἴτε οὖν ἐγὼ, εἴτε ἐκεῖνοι, οὕτω κηρύσσομεν, καὶ οὕτως ἐπιστεύσατε.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-i-ad-corinthios-homiliae-1-44/4.1-36

Ἐνταῦθά μοι προσέχετε μετὰ ἀκριβείας, καὶ ὁρᾶτε μή τι διαφύγῃ τῶν λεγομένων ὑμᾶς. Καὶ γὰρ πρὸς ἐχθροὺς ἡμῖν ἡ μάχη· διὸ πρότερον τὴν εἰς ἄτοπον ἀπαγωγὴν δεῖ γυμνάζειν, ὃ καὶ Παῦλος πολλάκις ποιεῖ· οὕτω γὰρ μάλιστα ἃ λέγουσιν, εὐφώρατα ἡμῖν φανεῖται. Ἐρώμεθα οὖν αὐτοὺς πρῶτον, τί ἐστι τὸ εἰρημένον, Ὅταν παραδῷ τὴν βασιλείαν τῷ Θεῷ καὶ Πατρί; Εἰ γὰρ ἁπλῶς ἐκλάβοιμεν τοῦτο, καὶ μὴ θεοπρεπῶς, οὐκ ἔσται μετὰ ταῦτα ἔχων αὐτήν· ὁ γὰρ παραδοὺς ἑτέρῳ, παύεται λοιπὸν τοῦ κατέχειν αὐτός. Καὶ οὐ τοῦτο μόνον ἔσται τὸ ἄτοπον, ἀλλ' ὅτι οὐδὲ ἐκεῖνος ὁ παραλαβὼν εὑρεθήσεται πρὶν ἢ παραλαβεῖν ἔχων. Οὐκοῦν κατ' ἐκείνους οὔτε ὁ Πατὴρ βασιλεὺς ἦν ἔμπροσθεν, καὶ διώκει τὰ ἡμέτερα, οὔτε ὁ Υἱὸς μετὰ ταῦτα φανεῖται βασιλεὺς ὤν. Πῶς οὖν περὶ μὲν τοῦ Πατρός φησιν αὐτὸς, ὅτι Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι; περὶ δὲ αὐτοῦ ὁ Δανιὴλ, ὅτι Ἡ βασιλεία αὐτοῦ βασιλεία αἰώνιος, ἥτις οὐ παρελεύσεται; Εἶδες πόσα ἄτοπα τίκτεται, καὶ μαχόμενα ταῖς Γραφαῖς, ὅταν ἀνθρωπίνως ἐκλαμβάνῃ τις τὰ λεγόμενα; Ποίαν δὲ καὶ ἀρχὴν ἄρα ἐνταῦθά φησι καταργεῖν; τὴν τῶν ἀγγέλων; Ἄπαγε. Ἀλλὰ τὴν τῶν πιστῶν; Οὐδὲ τοῦτο. Ἀλλὰ ποίαν; Τὴν τῶν δαιμόνων, περὶ ἧς φησιν, Οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου. Νῦν μὲν γὰρ οὐδέπω κατήργηνται τέλεον· ἐνεργοῦσι γὰρ πολλαχοῦ· τότε δὲ παύσονται. Δεῖ γὰρ αὐτὸν βασιλεύειν, ἄχρις οὗ ἂν θῇ πάντας τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ. Πάλιν κἀντεῦθεν ἕτερον ἄτοπον τίκτεται, ἂν μὴ καὶ τοῦτο θεοπρεπῶς ἐκλάβωμεν. Τὸ γὰρ, Ἄχρις, τέλους ἐστὶ καὶ διορισμοῦ· ἐπὶ δὲ τοῦ Θεοῦ τοῦτο οὐκ ἔστιν. Ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος. Πῶς ἔσχατος; Μετὰ πάντας, μετὰ τὸν διάβολον, μετὰ τὰ ἄλλα ἅπαντα. Καὶ γὰρ καὶ ἐν ἀρχῇ ἔσχατος εἰσῆλθε· πρότερον γὰρ ἡ συμβουλὴ τοῦ διαβόλου, καὶ ἡ παρακοὴ, καὶ τότε ὁ θάνατος. Τῇ μὲν οὖν δυνάμει καὶ νῦν κατήργηται, τῇ δὲ ἐνεργείᾳ τότε. Πάντα γὰρ ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ. Ὅταν δὲ εἴπῃ, Πάντα ὑποτέτακται, δῆλον ὅτι ἐκτὸς τοῦ ὑποτάξαντος αὐτῷ τὰ πάντα. Ὅταν δὲ ὑποταγῇ αὐτῷ τὰ πάντα, τότε καὶ αὐτὸς ὁ Υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα. Καὶ μὴν ἔμπροσθεν οὐ τὸν Πατέρα ἔλεγεν εἶναι τὸν ὑποτάξαντα, ἀλλ' αὐτὸν καταργοῦντα· Ὅταν γὰρ καταργήσῃ, φησὶ, πᾶσαν ἀρχὴν καὶ ἐξουσίαν· καὶ πάλιν, Δεῖ γὰρ αὐτὸν βασιλεύειν ἄχρις οὗ ἂν θῇ πάντας τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ. Πῶς οὖν ἐνταῦθα τὸν Πατέρα φησί; Καὶ οὐ τοῦτο μόνον ἐστὶ τὸ δοκοῦν ἄπορον εἶναι, ἀλλ' ὅτι καὶ δέδοικε δέος σφόδρα ἄτοπον, καὶ κέχρηται ἐπιδιορθώσει λέγων· Ἐκτὸς τοῦ ὑποτάξαντος αὐτῷ τὰ πάντα, ὥς τινων ὑποπτευόντων, μήποτε καὶ ὁ Πατὴρ ὑποταγῇ τῷ Υἱῷ· οὗ τί γένοιτ' ἂν ἀλογώτερον; Ἀλλ' ὅμως αὐτὸ δέδοικε. Τί οὖν ἐστι; καὶ γὰρ πολλὰ τὰ ζητήματα ἐφεξῆς κεῖται· ἀλλὰ συντείνατέ μοι τὴν διάνοιαν. Καὶ γὰρ ἀναγκαῖον ἡμῖν πρῶτον καὶ σκοπὸν εἰπεῖν Παύλου καὶ τὴν γνώμην, ἣν πανταχοῦ εὕροι τις ἂν διαλάμπουσαν, καὶ τότε τὴν λύσιν ἐπαγαγεῖν· καὶ γὰρ καὶ τοῦτο πρὸς τὴν λύσιν ἡμῖν συντελεῖ. Τίς οὖν ἡ Παύλου γνώμη, καὶ τί τὸ ἔθος; Ἄλλως, ὅταν περὶ τῆς θεότητος μόνης διαλέγηται, φθέγγεται, καὶ ἑτέρως, ὅταν εἰς τὸν τῆς οἰκονομίας ἐμπέσῃ λόγον. Ὅταν γὰρ ἐπιλάβηται τῆς σαρκὸς, ἀδεῶς ἅπαντα λοιπὸν λέγει τὰ ταπεινὰ, θαῤῥῶν ὡς οὔσης ἱκανῆς δέξασθαι τὰ λεγόμενα. Ἴδωμεν τοίνυν καὶ ἐνταῦθα πότερον περὶ γυμνῆς τῆς θεότητος ὁ λόγος αὐτῷ, ἢ μετὰ τῆς οἰκονομίας ἀποφαίνεται περὶ αὐτοῦ ταῦτα, ἅπερ φησί· μᾶλλον δὲ πρότερον δείξωμεν, ποῦ τοῦτο ἐποίησεν ὅπερ εἶπον. Ποῦ τοίνυν τοῦτο ἐποίησε; Φιλιππησίοις γράφων φησίν· Ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβὼν, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος· ἐταπείνωσεν ἑαυτὸν, ὑπήκοος γενόμενος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. Διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσεν. Εἶδες πῶς, ὅτε μὲν περὶ τῆς θεότητος διελέγετο μόνης, τὰ μεγάλα ἐκεῖνα εἴρηκε, τὸ ἐν μορφῇ Θεοῦ ὑπάρχειν, καὶ τὸ εἶναι ἴσα τῷ γεγεννηκότι, καὶ αὐτῷ τὸ πᾶν ἀνατίθησιν· ἐπειδὴ δὲ ἔδειξεν αὐτόν σοι σαρκωθέντα, κατεβίβασε πάλιν τὸν λόγον; Εἰ γὰρ μὴ ταῦτα διέλοις, πολλὴ ἡ μάχη τῶν εἰρημένων. Καὶ γὰρ εἰ ἴσα Θεῷ ἦν, πῶς τὸν ἴσον ἑαυτῷ ὑπερύψωσεν; εἰ ἐν μορφῇ Θεοῦ ἦν, πῶς ἐχαρίσατο αὐτῷ ὄνομα; ὁ γὰρ χαριζόμενος, τῷ μὴ ἔχοντι χαρίζεται, καὶ ὁ ὑψῶν, τὸν ἔμπροσθεν ταπεινὸν ὄντα ὑψοῖ. Εὑρεθήσεται ἄρα ἀτελὴς ὢν, καὶ ἐνδεῶς ἔχων πρὶν ἢ λαβεῖν τὸ ὕψος καὶ τὸ ὄνομα, καὶ μυρία ἕτερα λήμματα ἐντεῦθεν ἕψεται ἄτοπα. Ἀλλ' ἐὰν τὴν οἰκονομίαν προσθῇς, οὐχ ἁμαρτήσῃ ταῦτα λέγων. Ταῦτα δὴ καὶ ἐνταῦθα λογίζου, καὶ μετὰ τῆς γνώμης ἐκδέχου ταύτης τὰ εἰρημένα.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg156.local001/.
