# In epistulam i ad Corinthios (homiliae 1-44) 4.1-39

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44), Περὶ δὲ τῆς λογίας τῆς εἰς τοὺς ἁγίους, καθὼς διέταξα ταῖς Ἐκκλησίαις τῆς Γαλατίας, οὕτω καὶ ὑμεῖς ποιήσατε.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-i-ad-corinthios-homiliae-1-44/4.1-39

Ἵνα δὲ καὶ σαφέστερον ὃ λέγω γένηται, ἔστωσαν δύο πλούσιοι ἐλεήμονες, καὶ διδότωσαν πένησιν· εἶτα ὁ μὲν ἐπὶ τῷ πλούτῳ μενέτω, καὶ πάσης εὐημερίας ἀπολαυέτω· ὁ δὲ εἰς πενίαν πιπτέτω καὶ νόσους καὶ συμφορὰς, καὶ χάριν ἐχέτω τῷ Θεῷ. Τούτων τοίνυν ἀπελθόντων ἐκεῖ, τίς μείζονα λήψεται τὸν μισθόν; οὐκ εὔδηλον ὅτι ὁ νοσῶν καὶ ταλαιπωρούμενος, ὅτι καὶ εὖ ποιῶν καὶ πάσχων κακῶς οὐδὲν ἔπαθεν ἀνθρώπινον; Παντί που δῆλον. Καὶ γὰρ οὗτός ἐστιν ὁ ἀνδριὰς ὁ ἀδαμάντινος, οὗτος ὁ εὐγνώμων οἰκέτης. Εἰ δὲ οὐ δι' ἐλπίδα βασιλείας δεῖ τι ποιεῖν ἀγαθὸν, ἀλλὰ διὰ τὸ τῷ Θεῷ δοκοῦν, ὃ πάσης βασιλείας μεῖζόν ἐστι· τίνος ἄξιός ἐστιν ὁ διὰ τὸ μὴ λαβεῖν ἐνταῦθα τὴν ἀντίδοσιν ἀργότερος περὶ τὴν ἀρετὴν γινόμενος; Μὴ τοίνυν θορυβώμεθα, ὅταν ἴδωμεν, ὅτι ὁ δεῖνα χήρας καλῶν, καὶ δοχὰς συνεχεῖς ἐργαζόμενος, ἀπώλεσε τὴν οἰκίαν ἐμπρησθεῖσαν, ἢ ἑτέραν τινὰ τοιαύτην ὑπέμεινε συμφοράν· καὶ γὰρ διὰ τοῦτο λήψεται τὸν μισθόν· ἐπεὶ καὶ ὁ Ἰὼβ οὐχ οὕτως ἐπὶ ταῖς ἐλεημοσύναις ἐθαυμάζετο, ὡς ἐφ' οἷς ἔπαθε μετὰ ταῦτα. Διὰ τοῦτο καὶ οἱ φίλοι ἐξευτελίζονται οἱ τούτου, καὶ οὐδενὸς ἄξιοι λόγου νομίζονται εἶναι, ὅτι τὰς παρούσας ἐζήτουν ἀντιδόσεις, καὶ ἀπὸ τούτων τοῦ δικαίου κατεψηφίζοντο. Μὴ τοίνυν ἐνταῦθα ζητῶμεν τὴν ἀμοιβὴν, πένητες καὶ πτωχοὶ γενόμενοι. Καὶ γὰρ ἐσχάτης τοῦτο εὐτελείας, οὐρανοῦ προκειμένου, καὶ τῶν ὑπὲρ τὸν οὐρανὸν, τὰ ἐνταῦθα περισκοπεῖν. Μὴ δὴ οὕτω ποιῶμεν· ἀλλ' ὅπερ ἂν ἐπέλθῃ τῶν ἀδοκήτων ἐπιταγμάτων, ἡμεῖς ἐχώμεθα τοῦ Θεοῦ διηνεκῶς, καὶ πειθώμεθα τῷ μακαρίῳ Παύλῳ, καὶ κιβώτιον πενήτων ποιῶμεν ἐπὶ τῆς οἰκίας, καὶ παρὰ τὸν τόπον, ὃν ἕστηκας εὐχόμενος, ἐκεῖ κείσθω, καὶ ὁσάκις ἂν εἰσέλθῃς εὔξασθαι, κατάθες πρῶτον τὴν ἐλεημοσύνην, καὶ τότε ἀνάπεμπε εὐχήν· καὶ ὥσπερ οὐκ ἂν ἕλοιο χερσὶν ἀνίπτοις εὔξασθαι οὕτω μηδὲ ἐλεημοσύνης χωρίς. Καὶ γὰρ τοῦ Εὐαγγέλιον κρέμασθαι παρὰ τὴν κλίνην οὐκ ἔλαττον τὸ ἐλεημοσύνην κεῖσθαι. Εὐαγγέλιον μὲν γὰρ ἐὰν κρεμάσῃς μηδὲν ποιῶν, οὐδὲν τοσοῦτον ὠφεληθήσῃ· τοῦτο δὲ ἔχων τὸ κιβώτιον, ὅπλον ἔχεις κατὰ τοῦ διαβόλου, τὴν εὐχὴν ὑπόπτερον ποιεῖς, ἁγίαν κατασκευάζεις τὴν οἰκίαν, τροφὰς ἔνδον ἔχων ἀποκειμένας τοῦ βασιλέως. Παρὰ τοῦτο καὶ ἡ κλίνη κείσθω τὸ κιβώτιον, καὶ ἀφαντασίαστος ἔσται ἡ νύξ· μόνον μηδὲν ἐξ ἀδικίας ἐκεῖ βαλλέσθω. Ἐλεημοσύνη γὰρ τὸ πρᾶγμά ἐστιν· ἐλεημοσύνην δὲ ἀπὸ ὠμότητος οὐκ ἔνι βλαστῆσαί ποτε. Βούλεσθε καὶ τὰς ἀφορμὰς, ὅθεν δεῖ καταβάλλειν, εἴπω, ὥστε καὶ ταύτῃ ποιῆσαι εὔκολον τὴν τοιαύτην φοράν; Ὁ χειροτέχνης, οἷον ὁ ὑποδηματοῤῥάφος, ἢ ὁ σκυτοτόμος, ἢ ὁ χαλκοτύπος, ἢ ἕτερος ὁστισοῦν δημιουργὸς, ἐπειδὰν πωλήσῃ τι τῶν ἀπὸ τῆς τέχνης, ἀπαρχέσθω τῆς τιμῆς τῷ Θεῷ, καταβαλλέτω μικρὸν μέρος αὐτόθι, καὶ μεριζέσθω πρὸς τὸν Θεὸν ἐξ ἐλάττονος μοίρας. Οὐδὲ γὰρ μέγα τι αἰτῶ, ἀλλὰ τοσοῦτον ὅσον Ἰουδαίων οἱ νήπιοι, καὶ μυρίων γέμοντες κακῶν, τοσοῦτον οἱ τὸν οὐρανὸν προσδοκῶντες ἡμεῖς βάλλωμεν. Ταῦτα δὲ οὐ νομοθετῶν, οὐδὲ κωλύων τὸ πλέον λέγω, ἀλλ' ἀξιῶν μὴ ἔλαττον τῆς δεκάτης μοίρας καταθεῖναι. Τοῦτο δὲ μὴ πωλῶν μόνον, ἀλλὰ καὶ ἀγοράζων ποίει. Τοῦτον καὶ οἱ τοὺς ἀγροὺς κεκτημένοι τηρείτωσαν τὸν νόμον ἐν ταῖς προσόδοις· τοῦτον πάντες οἱ τοὺς δικαίους συλλέγοντες πόρους. Πρὸς γὰρ τοὺς τόκους ἀπαιτοῦντας οὐδείς μοι λόγος, οὐδὲ πρὸς στρατιώτας διασείοντας ἄλλους, καὶ πραγματευομένους ἀλλοτρίας συμφοράς· οὐδὲν γὰρ ἐκεῖθεν βούλεται δέχεσθαι ὁ Θεός· ἀλλὰ πρὸς τοὺς ἐκ δικαίων πόνων συλλέγοντας τὰ ὄντα, ταῦτα λέγω. Καὶ γὰρ ἐὰν ἐν τοιαύτῃ συνηθείᾳ καταστήσωμεν ἑαυτοὺς, ὑπὸ τοῦ συνειδότος κεντούμεθα λοιπὸν, ἄν ποτε τοῦτον ἀπολίπωμεν τὸν νόμον, καὶ οὐδὲ βαρὺ λοιπὸν τὸ πρᾶγμα ἡγησόμεθα, καὶ κατὰ μικρὸν ἐπὶ τὰ μείζονα ἥξομεν, καὶ μελετήσαντες χρημάτων καταφρονεῖν, καὶ τὴν ῥίζαν τῶν κακῶν ἀνασπάσαντες, τόν τε ἐνταῦθα μετὰ ἀδείας βιωσόμεθα βίον, καὶ τῆς μελλούσης τευξόμεθα ζωῆς· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, καὶ τὰ ἑξῆς.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg156.local001/.
