# In epistulam i ad Corinthios (homiliae 1-44) 4.1-4

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44), Κἀγὼ, ἀδελφοὶ, ἐλθὼν πρὸς ὑμᾶς, ἦλθον οὐ καθ' ὑπεροχὴν λόγου ἢ σοφίας, καταγγέλλων ὑμῖν τὸ μαρτύριον τοῦ Θεοῦ. Οὐ γὰρ ἔκρινα τοῦ εἰδέναι τι ἐν ὑμῖν, εἰ μὴ Ἰησοῦν Χριστὸν, καὶ τοῦτον ἐσταυρωμένον.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-i-ad-corinthios-homiliae-1-44/4.1-4

Πῶς οὖν οὐ πάντες πιστεύουσι νῦν; Ὅτι ἐπὶ τὸ χεῖρον τὰ πράγματα προῆλθε, καὶ τούτων ἡμεῖς αἴτιοι· λοιπὸν γὰρ καὶ πρὸς ἡμᾶς ὁ λόγος. Οὐ γὰρ δήπου σημείοις καὶ τότε ἐπίστευον μόνον, ἀλλὰ καὶ ἀπὸ τοῦ βίου πολλοὶ τῶν προσιόντων ἐνήγοντο. Λαμψάτω γὰρ ὑμῶν τὸ φῶς, φησὶν, ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι τὰ καλὰ ὑμῶν ἔργα, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Τότε οὖν Πάντων ἦν ἡ καρδία καὶ ἡ ψυχὴ μία, καὶ οὐδὲ εἷς τι τῶν ὑπαρχόντων αὐτῷ ἔλεγεν ἴδιον εἶναι, ἀλλ' εἶχον ἅπαντα κοινὰ, καὶ διεδίδοτο ἑκάστῳ, καθότι ἄν τις χρείαν εἶχε, καὶ βίον ἔζων ἀγγελικόν. Καὶ νῦν ἂν γένηται τοῦτο, τὴν οἰκουμένην ἐπιστρέψομεν ἅπασαν καὶ σημείων χωρίς. Τέως δὲ οἱ βουλόμενοι σωθῆναι, προσεχέτωσαν ταῖς Γραφαῖς· εὑρήσουσι γὰρ ἐκεῖ καὶ ταῦτα, καὶ τὰ τούτων πλείονα κατορθώματα. Καὶ γὰρ οἱ διδάσκαλοι αὐτοὶ ὑπερέβαινον τὰ ἐκείνων, ἐν λιμῷ καὶ δίψει καὶ γυμνότητι διάγοντες. Ἡμεῖς δὲ βουλόμεθα πολλῆς ἀπολαύειν τρυφῆς καὶ ἀναπαύσεως καὶ ἀδείας· ἀλλ' οὐκ ἐκεῖνοι, ἀλλ' ἐβόων, Ἄχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν καὶ διψῶμεν καὶ γυμνητεύομεν καὶ κολαφιζόμεθα καὶ ἀστατοῦμεν. Καὶ ὁ μὲν ἀπὸ Ἱερουσαλὴμ μέχρι τοῦ Ἰλλυρικοῦ ἔτρεχεν, ὁ δὲ εἰς τὴν Ἰνδῶν, ὁ δὲ εἰς τὴν Μαύρων, ἄλλος δὲ πρὸς ἄλλα μέρη τῆς οἰκουμένης· ἡμεῖς δὲ οὐδὲ τῆς πατρίδος ἐξελθεῖν τολμῶμεν, ἀλλὰ τρυφὴν ζητοῦμεν καὶ οἰκίας λαμπρὰς καὶ πᾶσαν τὴν ἄλλην ἀφθονίαν. Τίς γὰρ ἐλίμωξεν ἡμῶν ποτε διὰ τὸν τοῦ Θεοῦ λόγον; τίς ἐν ἐρήμῳ γέγονε; τίς ἀποδημίαν ἐστείλατο μακράν; τίς τῶν διδασκάλων ἐκ τῶν χειρῶν ζῶν ἑτέροις ἐπεκούρησε; τίς θάνατον ὑπέμεινε καθημερινόν; Ἐντεῦθεν καὶ οἱ μεθ' ἡμῶν ὄντες ῥᾳθυμότεροι γίνονται. Καὶ γὰρ εἰ στρατιώτας τις εἶδε καὶ στρατηγοὺς λιμῷ καὶ δίψει καὶ θανάτῳ καὶ πᾶσι τοῖς δεινοῖς παλαίοντας, καὶ κρυμὸν καὶ κινδύνους καὶ πάντα φέροντας καθάπερ λέοντας, καὶ κατορθοῦντας· εἶτα μετὰ ταῦτα ἐκλύσαντας τὴν φιλοσοφίαν ἐκείνην. καὶ μαλακωτέρους γενομένους, καὶ χρημάτων ἐρῶντας, καὶ πραγματείαις καὶ καπηλείαις προσέχοντας, καὶ ἡττωμένους ὑπὸ τῶν πολεμίων, ἐσχάτης ἦν ἀνοίας τὴν αἰτίαν τούτων ζητεῖν. Τοῦτο δὴ καὶ ἐφ' ἡμῶν καὶ τῶν προγόνων λογισώμεθα· καὶ γὰρ πάντων ἐγενόμεθα ἀσθενέστεροι, τῷ παρόντι προσηλωμένοι βίῳ. Κἂν εὑρεθῇ τις ἴχνος ἔχων τῆς παλαιᾶς φιλοσοφίας, τὰς πόλεις ἀφεὶς καὶ τὰς ἀγορὰς καὶ τὸ ἐν μέσῳ στρέφεσθαι καὶ τοὺς ἄλλους ῥυθμίζειν, τὰ ὄρη καταλαμβάνει· κἂν ἔρηταί τις τῆς ἀναχωρήσεως τὴν αἰτίαν, εὑρίσκει πρόφασιν συγγνώμην οὐκ ἔχουσαν. Ἵνα γὰρ μὴ παραπόλωμαι, φησὶ, μηδὲ ἀμβλύτερος γένωμαι τὴν ἀρετὴν, ἀποπηδῶ. Καὶ πόσῳ βέλτιον ἀμβλύτερόν σε γενέσθαι καὶ τοὺς ἄλλους κερδᾶναι, ἢ μένοντα ἐν ὕψει περιιδεῖν ἀπολλυμένους τοὺς ἀδελφούς; Ὅταν μὲν οὖν οἱ μὲν ἀρετῆς ἀμελῶσιν, οἱ δὲ ἐπιμελούμενοι πόῤῥω τῆς παρατάξεως γίνωνται, πόθεν αἱρήσομεν τοὺς ἐχθρούς; Εἰ γὰρ καὶ σημεῖα ἦν νῦν, τίς ἂν ἐπείσθη; ἢ τίς ἂν προσέσχεν ἡμῖν τῶν ἔξωθεν. τῆς κακίας οὕτως ἐπιπολαζούσης; Καὶ γὰρ ὁ ὀρθὸς βίος ἡμῶν ἀξιοπιστότερος τοῖς πολλοῖς εἶναι δοκεῖ. Σημεῖα μὲν γὰρ, παρὰ τῶν ἀναισχύντων καὶ πονηρῶν ἀνθρώπων καὶ ὑπόνοιαν δέξεται πονηράν· βίος δὲ καθαρὸς καὶ αὐτὸ τοῦ διαβόλου τὸ στόμα μετὰ πολλῆς τῆς περιουσίας ἐμφράξαι δυνήσεται. Ταῦτα καὶ ἄρχουσι λέγω καὶ ἀρχομένοις, καὶ πρὸ τῶν ἄλλων ἐμαυτῷ, ἵνα βίον ἐπιδειξώμεθα θαυμαστὸν, καὶ συντάξαντες ἑαυτοὺς, πάντων τῶν παρόντων ὑπερίδωμεν. Καταφρονήσωμεν χρημάτων, καὶ μὴ καταφρονήσωμεν γεέννης· ὑπερίδωμεν δόξης, καὶ μὴ ὑπερίδωμεν σωτηρίας· ὑπομείνωμεν ἐνταῦθα κάματον καὶ πόνον, ἵνα μὴ ἐμπέσωμεν ἐκεῖ εἰς κόλασιν. Οὕτω τοῖς Ἕλλησι πολεμήσωμεν, οὕτως αὐτοὺς αἰχμαλωτίσωμεν αἰχμαλωσίαν ἐλευθερίας ἀμείνω. Ἀλλὰ ταῦτα μὲν λέγεται παρ' ἡμῶν συνεχῶς καὶ πολλάκις, γίνεται δὲ ὀλιγάκις. Πλὴν ἀλλ' ἐάν τε γένηται ταῦτα, ἄν τε μὴ γένηται, δίκαιον διὰ τῶν τοιούτων συνεχῶς ὑπομιμνήσκειν. Εἰ γὰρ διὰ τῆς χρηστολογίας ἐξαπατῶσί τινες, πολλῷ μᾶλλον τοὺς πρὸς τὴν ἀλήθειαν ἐπανάγοντας δίκαιον μὴ ἀποκαμεῖν τὰ συμφέροντα λέγοντας. Εἰ γὰρ οἱ ἀπατῶντες τοσούτοις κέχρηνται μηχανήμασι· καὶ γὰρ χρήματα ἀναλίσκουσι, καὶ λόγους προσάγουσι, καὶ κινδύνους ὑπομένουσι, καὶ προστασίας ἐπιδείκνυνται· πολλῷ μᾶλλον ἡμᾶς τοὺς ἀπάτης ἀπάγοντας, καὶ κινδύνους, καὶ θανάτους, καὶ πάντα ὑπομένειν χρὴ, ἵνα καὶ ἑαυτοὺς καὶ τοὺς ἄλλους κερδάναντες, καὶ τοῖς ἐναντίοις ἀκαταγώνιστοι γενόμενοι, τύχωμεν τῶν ἐπηγγελμένων ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ, καὶ τὰ ἑξῆς.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg156.local001/.
