# In epistulam i ad Corinthios (homiliae 1-44) 4.1-6

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44), Κἀγὼ, ἀδελφοὶ, οὐκ ἡδυνήθην ὑμῖν λαλῆσαι ὡς πνευματικοῖς, ἀλλ' ὡς σαρκικοῖς, ὡς νηπίοις ἐν Χριστῷ. Γάλα ὑμᾶς ἐπότισα, καὶ οὐ βρῶμα· οὔπω γὰρ ἠδύνασθε. Ἀλλ' οὐδὲ ἔτι νῦν δύνασθε· ἔτι γὰρ σαρκικοί ἐστε.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-i-ad-corinthios-homiliae-1-44/4.1-6

Ἴδε πῶς καὶ ἀπὸ τῶν κοινῶν ἐννοιῶν κατασκευάζει τὸ προκείμενον ἅπαν. Ὃ δὲ λέγει, τοῦτό ἐστι· Κατήγγειλα τὸν Χριστὸν, παρέδωκα ὑμῖν τὸν θεμέλιον, σκοπεῖτε πῶς ἐποικοδομεῖτε, εἰ κενοδόξως, εἰ πρὸς ἀνθρώπους ἀποσπῶντες τοὺς μαθητάς. Μὴ τοίνυν προσέχωμεν ταῖς αἱρέσεσι· θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον. Ἐπὶ τοῦτον οὖν οἰκοδομῶμεν, καὶ ὡς θεμελίου ἐχώμεθα, ὡς κλῆμα ἀμπέλου, καὶ μηδὲν ἔστω μέσον ἡμῶν καὶ Χριστοῦ· ἂν γὰρ γένηταί τι μέσον, εὐθέως ἀπολλύμεθα. Καὶ γὰρ τὸ κλῆμα κατὰ τὸ συνεχὲς ἕλκει τὴν πιότητα, καὶ ἡ οἰκοδομὴ κατὰ τὸ κεκολλῆσθαι ἕστηκεν· ὡς ἂν διαστῇ, ἀπόλλυται, οὐκ ἔχουσα ποῦ ἐρείσει ἑαυτήν. Μὴ τοίνυν ἁπλῶς ἐχώμεθα τοῦ Χριστοῦ, ἀλλὰ κολληθῶμεν αὐτῷ· ἂν γὰρ διαστῶμεν, ἀπολλύμεθα. Οἱ γὰρ μακρύνοντες ἑαυτοὺς ἀπὸ σοῦ, ἀπολοῦνται, φησί. Κολλώμεθα τοίνυν αὐτῷ, καὶ κολλώμεθα διὰ τῶν ἔργων· Ὁ γὰρ τηρῶν τὰς ἐντολάς μου, αὐτὸς ἐν ἐμοὶ, φησὶ, μένει. Καὶ γὰρ διὰ πολλῶν ἡμᾶς ὑποδειγμάτων ἑνοῖ. Σκόπει δέ· Αὐτὸς ἡ κεφαλὴ, ἡμεῖς τὸ σῶμα· μὴ δύναται μέσον τι εἶναι κεφαλῆς καὶ σώματος διάστημα κενόν; Αὐτὸς θεμέλιος, ἡμεῖς οἰκοδομή· αὐτὸς ἄμπελος, ἡμεῖς κλήματα· αὐτὸς ὁ νυμφίος, ἡμεῖς ἡ νύμφη· αὐτὸς ὁ ποιμὴν, ἡμεῖς τὰ πρόβατα· ὁδὸς ἐκεῖνος, ἡμεῖς οἱ βαδίζοντες· ναὸς πάλιν ἡμεῖς, αὐτὸς ἔνοικος· αὐτὸς ὁ πρωτότοκος, ἡμεῖς οἱ ἀδελφοί· αὐτὸς ὁ κληρονόμος, ἡμεῖς οἱ συγκληρονόμοι· αὐτὸς ἡ ζωὴ, ἡμεῖς οἱ ζῶντες· αὐτὸς ἡ ἀνάστασις, ἡμεῖς οἱ ἀνιστάμενοι· αὐτὸς τὸ φῶς, ἡμεῖς οἱ φωτιζόμενοι. Ταῦτα πάντα ἕνωσιν ἐμφαίνει, καὶ οὐδὲν μέσον κενὸν ἀφίησιν εἶναι, οὐδὲ τὸ μικρότατον. Ὁ γὰρ μικρὸν ἀποστὰς, καὶ πολὺ προϊὼν ἀποστήσεται. Καὶ γὰρ τὸ σῶμα, ἂν μικρὰν ἀπὸ ξίφους διάστασιν δέξηται, διαφθείρεται· καὶ ἡ οἰκοδομὴ, κἂν μικρὸν διαχάνῃ, καταλύεται· καὶ τῆς ῥίζης τὸ κλῆμα, κἂν μικρὸν ἀποκοπῇ, γέγονεν ἄχρηστον. Ὥστε τὸ μικρὸν τοῦτο οὐκ ἔστι μικρὸν, ἀλλὰ καὶ σχεδὸν τὸ ὅλον ἐστίν. Ὅταν οὖν μικρόν τι πλημμελήσωμεν ἢ καὶ ῥᾳθυμήσωμεν, μὴ παρίδωμεν τὸ μικρόν· ἐπεὶ ταχέως παροφθὲν τοῦτο μέγα γίνεται. Οὕτω καὶ ἱμάτιον ἀρχὴν λαβὸν ῥήγνυσθαι καὶ ἀμεληθὲν, διόλου τὸ σχίσμα προήγαγε· καὶ ὄροφος ὀλίγων κεράμων καταπεσόντων παροφθεὶς, ὁλόκληρον τὸν οἶκον κατήνεγκε. Ταῦτ' οὖν ἡμεῖς λογιζόμενοι, μηδέποτε τῶν μικρῶν καταφρονῶμεν, ἵνα μὴ εἰς τὰ μεγάλα ἐμπέσωμεν· ἂν δ' ἄρα καταφρονήσωμεν, καὶ εἰς τὸ βάθος ἔλθωμεν τῶν κακῶν, μηδὲ ἐκεῖσε γενόμενοι ἀπογνῶμεν, ἵνα μὴ ἐμπέσωμεν εἰς καρηβαρίαν. Δύσκολον γὰρ λοιπὸν ἀνελθεῖν ἐκεῖθεν τὸν μὴ σφόδρα νήφοντα, οὐ διὰ τὸ μῆκος μόνον, ἀλλὰ καὶ διὰ τὴν θέσιν αὐτήν. Βάθος γάρ ἐστι καὶ ἡ ἁμαρτία, καὶ κάτω φέρουσα θλίβει. Καὶ καθάπερ οἱ εἰς φρέαρ ἐμπεσόντες οὐκ ἂν ῥᾳδίως ἀνέλθοιεν, ἀλλ' ἑτέρων δεήσονται τῶν ἀναγόντων αὐτούς· οὕτω καὶ ὁ εἰς βάθος ἐλθὼν τῶν ἁμαρτημάτων. Χαλάσωμεν οὖν σχοινία πρὸς τοὺς τοιούτους, καὶ ἀνιμησώμεθα· μᾶλλον δὲ οὐχ ἑτέρων δεῖ μόνον, ἀλλὰ καὶ ἡμῶν αὐτῶν, ἵνα καὶ ἑαυτοὺς ἐπιδῶμεν, καὶ ἀναβησώμεθα οὐ τοσοῦτον, ὅσον κατέβημεν, ἀλλὰ πολλῷ πλέον, ἐὰν βουλώμεθα. Καὶ γὰρ ὁ Θεὸς βοηθεῖ· Οὐ γὰρ βούλεται τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι αὐτόν. Μηδεὶς τοίνυν ἀπογινωσκέτω, μηδεὶς τὸ τῶν ἀσεβῶν πασχέτω πάθος· ἐκείνων γάρ ἐστι τὸ τοιοῦτον ἁμάρτημα. Ἀσεβὴς γὰρ, φησὶ, ἐλθὼν εἰς βάθος κακῶν, καταφρονεῖ. Ὥστε οὐ τὸ πλῆθος τῶν ἁμαρτημάτων ποιεῖ τὴν ἀπόγνωσιν, ἀλλ' ἡ τοῦ ἀσεβοῦς γνώμη. Κἂν πᾶσαν τοίνυν ἐπέλθῃς κακίαν, εἰπὲ πρὸς ἑαυτόν· Φιλάνθρωπός ἐστιν ὁ Θεὸς, καὶ τῆς σωτηρίας ἐπιθυμεῖ τῆς ἡμετέρας. Ἐὰν γὰρ ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ, φησὶ, καὶ πρὸς τὴν ἐναντίαν ἕξιν μεταστήσω. Μὴ τοίνυν ἀπαγορεύσωμεν· οὐ γὰρ τὸ πεσεῖν οὕτω χαλεπὸν, ὡς τὸ πεσόντα κεῖσθαι· οὔτε τὸ τρωθῆναι δεινὸν, ὡς τὸ τρωθέντα μὴ βούλεσθαι θεραπεύεσθαι. Τίς γὰρ καυχήσεται ἁγνὴν ἔχειν τὴν καρδίαν; ἢ τίς παῤῥησιάσεται καθαρὸς εἶναι ἀπὸ ἁμαρτιῶν; Ταῦτα λέγω, οὐχ ἵνα ῥᾳθυμοτέρους ὑμᾶς ποιήσω, ἀλλ' ἵνα κωλύσω εἰς ἀπόγνωσιν ἐμπεσεῖν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg156.local001/.
