Ancient Greek
Δοκιμαζέτω δὲ ἄνθρωπος ἑαυτὸν, καὶ οὕτως ἐκ τοῦ ἄρτου ἐσθιέτω καὶ ἐκ τοῦ ποτηρίου πινέτω.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44) 5-2
Not analysed yet
Εἶδες κἀνταῦθα τὴν κακουργίαν, πῶς οὐδὲ ἐν αὐτῇ τῇ συμβουλῇ εὐθέως εἰσήγαγε τὴν ὀλεθρίαν παραίνεσιν, ἀλλὰ διηγησαμένη πρῶτον ἐλεεινῶς τὰς συμφορὰς, καὶ ἐκτείνασα τὴν τραγῳδίαν, ἐν βραχεῖ τίθησι τὴν παραίνεσιν, καὶ οὐδὲ ἐμφαίνει σαφῶς αὐτὴν, ἀλλὰ συσκιάσασα ἐκείνην, τὴν ἀπαλλαγὴν αὐτῷ προτείνει τὴν μάλιστα ποθεινὴν, καὶ ἐπαγγέλλεται τελευτὴν, ὃ μάλιστα ἐπεθύμει; Καὶ σκόπει κἀντεῦθεν τοῦ διαβόλου τὴν κακουργίαν. Ἐπειδὴ γὰρ ᾔδει τὸν πόθον τοῦ Ἰὼβ τὸν περὶ τὸν Θεὸν, οὐκ ἀφίησι τὴν γυναῖκα κατηγορῆσαι τοῦ Θεοῦ, ἵνα μὴ ὡς ἐχθρὰν εὐθέως ἀποστραφῇ. Διὰ τοῦτο αὐτοῦ μὲν οὐδαμοῦ μέμνηται, τὰ δὲ συμβάντα ἄνω καὶ κάτω στρέφει. Σὺ δὲ μετὰ τῶν εἰρημένων, ὅτι καὶ γυνὴ ἦν ἡ ταῦτα συμβουλεύουσα, προστίθει, δεινὸς καταγοητεῦσαι ῥήτωρ τοὺς μὴ προσέχοντας. Πολλοὶ γοῦν καὶ χωρὶς συμφορῶν ἀπὸ γυναικῶν συμβουλῆς κατηνέχθησαν μόνης. Τί οὖν ὁ μακάριος οὗτος, καὶ ἀδάμαντος στεῤῥότερος; Βλέψας εἰς αὐτὴν πικρὸν, ἀπὸ τῆς ὄψεως καὶ πρὸ τῆς φωνῆς διεκρούσατο τὰ μηχανήματα. Ἐκείνη μὲν γὰρ προσεδόκησε δακρύων κινήσειν πηγάς· οὗτος δὲ λέοντος σφοδρότερος γέγονε, θυμοῦ πληρωθεὶς καὶ ἀγανακτήσεως, οὐχ ὑπὲρ ὧν ἔπασχεν, ἀλλ' ὑπὲρ ὧν ἐκείνη διαβολικῶς συνεβούλευσε, καὶ τῷ βλέμματι τὸν θυμὸν ἐνδειξάμενος, μεμετρημένην ποιεῖται τὴν ἐπιτίμησιν· καὶ γὰρ καὶ ἐν συμφοραῖς σώφρων ἦν. Καὶ τί φησιν; Ἵνα τί ὥσπερ μία τῶν ἀφρόνων γυναικῶν ἐλάλησας; Οὐχ οὕτω σε ἐπαίδευσα, φησὶν, οὐχ οὕτω σε ἔθρεψα· ὅθεν οὐδὲ ἐπιγινώσκω τὴν σύνοικον τὴν ἐμήν. Τὰ γὰρ ῥήματα ταῦτα ἀνοήτου γυναικὸς, καὶ παραπαιούσης ἡ συμβουλή. Εἶδες τομὴν σύμμετρον, καὶ πληγὴν ἱκανὴν διορθῶσαι τὸ νόσημα; Εἶτα μετὰ τὴν ἐπίπληξιν καὶ συμβουλὴν εἰσάγει πάλιν ἀρκοῦσαν αὐτὴν παραμυθήσασθαι καὶ πολὺ τὸ εὔλογον ἔχουσαν, λέγων· Εἰ τὰ ἀγαθὰ ἐδεξάμεθα παρὰ Κυρίου, τὰ κακὰ οὐχ ὑποίσομεν; Ἀναμνήσθητι γὰρ, φησὶ, τῶν προτέρων ἐκείνων, καὶ λογίζου τὸν αἴτιον, καὶ οἴσεις καὶ ταῦτα γενναίως. Εἶδες μετριοφροσύνην ἀνδρός; Οὐδὲ γὰρ τῇ ἀνδρείᾳ αὑτοῦ λογίζεται τὴν ὑπομονὴν, ἀλλὰ τῆς τῶν πραγμάτων ἀκολουθίας αὐτὴν εἶναί φησιν. Ἀντὶ τίνων γὰρ ἐκεῖνα ἡμῖν ἔδωκεν ὁ Θεός; ποίαν ἐκτιννὺς ἀμοιβήν; Οὐδεμίαν· ἀλλ' ἐξ ἀγαθότητος μόνης· δωρεὰ γὰρ ἦν, οὐκ ἀμοιβὴ, καὶ χάρις, οὐκ ἀντίδοσις. Οὐκοῦν καὶ ταῦτα φέρωμεν γενναίως. Τοῦτον καὶ ἄνδρες καὶ γυναῖκες τὸν λόγον ἀνάγραπτον ἔχωμεν, καὶ τὰ ῥήματα ταῦτα ἐγκολάψωμεν τῇ διανοίᾳ, καὶ ταῦτα καὶ τὰ πρὸ τούτων· καὶ τὴν ἱστορίαν αὐτοῦ τῶν παθημάτων καθάπερ εἰκόνα ἐπὶ τῆς διανοίας ὑπογράψαντες, τὴν ζημίαν λέγω τῶν χρημάτων, τὴν ἀφαίρεσιν τῶν παίδων, τὴν πληγὴν τοῦ σώματος, τὰ ὀνείδη, τὰς χλευασίας, τὰς τῆς γυναικὸς μηχανὰς, τὴν τοῦ διαβόλου ἐπιβουλὴν, πάντα ἁπλῶς μετὰ ἀκριβείας τὰ πάθη τοῦ δικαίου, λιμένα κατασκευάσωμεν μέγιστον ἡμῖν· ἵνα πάντα γενναίως καὶ εὐχαρίστως φέροντες, καὶ ἐν τῷ παρόντι βίῳ πᾶσαν ἀποκρουσώμεθα ἀθυμίαν, καὶ τοὺς περὶ τῆς εὐφημίας ταύτης ἀπολάβωμεν μισθοὺς, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.