# In epistulam i ad Corinthios (homiliae 1-44) 5.1-10

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44), Ἔγραψα ὑμῖν ἐν τῇ ἐπιστολῇ μὴ συναναμίγνυσθαι πόρνοις· καὶ οὐ πάντως τοῖς πόρνοις τοῦ κόσμου τούτου, ἢ πλεονέκταις ἢ ἅρπαξιν ἢ εἰδωλολάτραις· ἐπεὶ ὀφείλετε ἄρα ἐκ τοῦ κόσμου ἐξελθεῖν. Νυνὶ δὲ ἔγραψα ὑμῖν μὴ συναναμίγνυσθαι, ἐάν τις ἀδελφὸς ὀνομαζόμενος ᾖ πόρνος ἢ πλεονέκτης ἢ εἰδωλολάτρης ἢ μέθυσος ἢ λοίδορος ἢ ἅρπαξ, τῷ τοιούτῳ μηδὲ συνεσθίειν.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-i-ad-corinthios-homiliae-1-44/5.1-10

Τί οὖν, φησὶν, ἐὰν παρανόμως ὁ ἔνδον κρίνῃ; Διὰ τί, εἰπέ μοι; κατὰ ποίους γὰρ νόμους δικάζει ὁ Ἕλλην; καὶ κατὰ ποίους ὁ Χριστιανός; οὐκ εὔδηλον ὅτι κατὰ μὲν τοὺς τῶν ἀνθρώπων ὁ Ἕλλην, κατὰ δὲ τοὺς τοῦ Θεοῦ ὁ Χριστιανός; Οὐκοῦν ἐνταῦθα μᾶλλον τὸ δίκαιον, ἐπειδὴ καὶ ἐξ οὐρανῶν εἰσιν οἱ νόμοι πεμφθέντες. Ἐπὶ μὲν γὰρ τῶν ἔξωθεν μετὰ τῶν εἰρημένων καὶ ἕτερα ἔστιν ὑποπτεῦσαι πολλὰ, καὶ ῥητόρων δεινότητα καὶ διαφθορὰν ἀρχόντων καὶ πολλὰ ἄλλα τὸ δίκαιον λυμαινόμενα· ἐνταῦθα δὲ τοιοῦτον οὐδέν. Τί οὖν, ἂν ὁ ἀντίδικος δυνάστης ᾖ, φησί; Καὶ διὰ τοῦτο μὲν οὖν μάλιστα δικάζεσθαι ἐνταῦθα χρή· ἐν γὰρ τοῖς ἔξω δικαστηρίοις περιέσται σου πάντως. Εἰ δὲ οὐκ ἀνέχεται, ἀλλὰ καὶ τῶν ἔνδον καταφρονεῖ καὶ ἔξω πρὸς βίαν ἕλκει, βέλτιον, ὅπερ ἐξ ἀνάγκης μέλλεις πάσχειν, ἑκὼν ὑποστῆναι καὶ μὴ δικάσασθαι, ἵνα καὶ μισθὸν ἔχῃς. Ἂν γάρ τίς σοι, φησὶ, θέλῃ κριθῆναι, καὶ τὸν χιτῶνά σου λαβεῖν, ἀφήσεις αὐτῷ καὶ τὸ ἱμάτιον· καὶ, Ἴσθι εὐνοῶν τῷ ἀντιδίκῳ σου ταχὺ, ἕως ὅτου εἶ ἐν τῇ ὁδῷ μετ' αὐτοῦ. Καὶ τί χρὴ λέγειν τὰ ἡμέτερα; καὶ γὰρ αὐτοὶ οἱ τῶν ἔξωθεν δικαστηρίων συνήγοροι μυριάκις ταῦτα λέγουσι, ὅτι βέλτιον ἔξωθεν διαλύεσθαι. Ἀλλ' ὢ τῶν χρημάτων. μᾶλλον δὲ, ὢ τοῦ ἀτόπου ἔρωτος τῶν χρημάτων. ὅτι πάντα ἀνέτρεψε καὶ κατέβαλε, καὶ πάντα λῆρος τοῖς πολλοῖς καὶ μῦθοι διὰ τὰ χρήματα. Καὶ τὸ μὲν βιωτικοὺς εἶναι τοὺς τοῖς δικαστηρίοις ἐνοχλοῦντας, οὐδὲν θαυμαστόν· τὸ δὲ πολλοὺς τῶν ἀποταξαμένων τὰ αὐτὰ δὴ ταῦτα ποιεῖν, τοῦτό ἐστιν ὃ συγγνώμης πάσης ἐστέρηται. Εἰ γὰρ ἐθέλοις ἰδεῖν πόσον ταύτης ἀπέχειν σε τῆς χρείας, τῆς τῶν δικαστηρίων λέγω, προσέταξεν ἡ Γραφὴ, καὶ τίσιν οἱ νόμοι κεῖνται μαθεῖν, ἄκουσον τί φησιν ὁ Παῦλος· Δικαίῳ νόμος οὐ κεῖται, ἀνόμοις δὲ καὶ ἀνυποτάκτοις. Εἰ δὲ περὶ τοῦ Μωσαϊκοῦ ταῦτά φησι, πολλῷ μᾶλλον περὶ τῶν ἔξωθεν. Ἂν μὲν οὖν ἀδικῇς, δῆλον ὡς οὐκ ἂν εἴης δίκαιος· ἐὰν δὲ ἀδικῇ καὶ φέρῃς (δικαίου γὰρ μάλιστα τοῦτό ἐστιν), οὐδὲν χρείαν ἔχεις τῶν ἔξωθεν νόμων. Καὶ πῶς δυνήσομαι φέρειν ἀδικούμενος, φησί; Καίτοι γε ὁ Χριστὸς καὶ τούτου τι πλέον προσέταξεν. Οὐ γὰρ μόνον ἀδικούμενον φέρειν ἐκέλευσεν, ἀλλὰ καὶ προσεπιδαψιλεύεσθαι τῷ ἀδικοῦντι, καὶ τῇ προθυμίᾳ τοῦ πάσχειν ὑπερβαίνειν τὴν ἐπιθυμίαν τοῦ ποιοῦντος κακῶς. Οὐ γὰρ εἶπε, Τῷ θέλοντί σοι κριθῆναι καὶ τὸν χιτῶνά σου λαβεῖν ἄφες τὸν χιτῶνα· ἀλλὰ, Μετ' ἐκείνου καὶ τὸ ἱμάτιον δός. Νίκησον γὰρ αὐτὸν, φησὶ, τῷ κακῶς πάσχειν, μὴ τῷ κακῶς ποιεῖν· αὕτη γὰρ ἡ σαφὴς νίκη καὶ λαμπρά. Διὸ καὶ προϊὼν ἔλεγεν ὁ Παῦλος· Ἤδη μὲν οὖν ὅλως ἥττημα ὑμῖν ἐστιν, ὅτι κρίματα ἔχετε μεθ' ἑαυτῶν. Καὶ διὰ τί οὐ μᾶλλον ἀδικεῖσθε; Ὅτι γὰρ ὁ ἀδικούμενος νικᾷ μᾶλλον τοῦ μὴ φέροντος ἀδικεῖσθαι, τοῦτο ὑμῖν ποιήσω φανερόν. Ὁ μὴ φέρων ἀδικεῖσθαι, κἂν εἰς δικαστήριον ἑλκύσῃ, κἂν περιγένηται, τότε μάλιστα ἥττηται· ὃ γὰρ οὐκ ἤθελεν, ἔπαθεν· ἠνάγκασε γὰρ αὐτὸν ὁ ἀντίδικος καὶ ἀλγῆσαι καὶ δικάσασθαι. Τί γὰρ ὅτι νενίκηκας; τί δὲ ὅτι τὰ χρήματα ἀπέλαβες ἅπαντα; ὅπερ οὐκ ἐβούλου τέως ὑπέμεινας, ἀναγκασθεὶς δικάσασθαι. Ἂν δὲ ἐνέγκῃς τὴν ἀδικίαν, νικᾷς χρημάτων μὲν ἀποστερούμενος, τῆς δὲ νίκης, οὐκέτι τῆς ἐπὶ τῇ φιλοσοφίᾳ ταύτῃ· οὐ γὰρ ἴσχυσέ σε ἀναγκάσαι ἐκεῖνος, ὅπερ οὐκ ἐβούλου, ποιῆσαι. Καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς, εἰπέ μοι, τίς ἐνίκησεν, ὁ βάσκανος, ἢ ὁ ἐπὶ τῆς κοπρίας; τίς ἡττήθη, ὁ πάντα ἀφαιρεθεὶς Ἰὼβ, ἢ ὁ πάντα ἀφελόμενος διάβολος; Δῆλον ὅτι ὁ πάντα ἀφελόμενος διάβολος. Τίνα οὖν θαυμάζομεν τῆς νίκης, τὸν διάβολον τὸν πλήξαντα, ἢ τὸν Ἰὼβ τὸν πληγέντα; Δῆλον ὅτι τὸν Ἰώβ· καίτοι γε οὐκ ἴσχυσε χρήματα ἀπολλύμενα κατασχεῖν, οὐ σῶσαι τοὺς παῖδας τοὺς αὐτοῦ. Καὶ τί λέγω χρήματα καὶ παῖδας; τὴν τοῦ σώματος οὐκ ἴσχυσε περιποιήσασθαι σωτηρίαν. Ἀλλ' ὅμως οὗτός ἐστιν ὁ νικήσας, ὁ πάντα τὰ ὄντα ἀποβαλών. Χρήματα μὲν γὰρ οὐκ ἴσχυσε κατασχεῖν, τὴν δὲ εὐσέβειαν κατέσχε μετὰ ἀκριβείας ἁπάσης. Ἀλλὰ παισὶν οὐκ ἐπήμυνεν ἀπολλυμένοις. Καὶ τί τοῦτο; καὶ γὰρ ἐκείνους λαμπροτέρους ἐποίησε τὸ συμβὰν, καὶ ἑαυτῷ δὲ οὕτως ἤμυνεν ἐπηρεαζομένῳ. Εἰ δὲ μὴ κακῶς ἔπαθε καὶ ἠδικήθη παρὰ τοῦ διαβόλου, οὐκ ἂν ἐνίκησε τὴν λαμπρὰν νίκην ἐκείνην. Εἰ πονηρὸν ἦν τὸ ἀδικεῖσθαι, οὐκ ἂν ἡμῖν αὐτὸ ἐπέταξεν ὁ Θεός· πονηρὰ γὰρ ὁ Θεὸς οὐκ ἐπιτάττει· ἢ οὐκ ἴστε, ὅτι αὐτός ἐστιν ὁ Θεὸς τῆς δόξης; καὶ οὐκ ἂν αἰσχύνῃ καὶ γέλωτι καὶ ζημίᾳ περιβαλεῖν ἡμᾶς ἠθέλησεν, ἀλλὰ τἀναντία προξενῆσαι. Διὰ τοῦτο κελεύει ἡμᾶς ἀδικεῖσθαι, καὶ πάντα πράττει, ὥστε ἀποστῆσαι ἡμᾶς τῶν βιωτικῶν, καὶ πεῖσαι τί δόξα καὶ τί αἰσχύνη, τί ζημία καὶ τί κέρδος.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg156.local001/.
