# In epistulam i ad Corinthios (homiliae 1-44) 5.1-11

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44), Περὶ δὲ ὧν ἐγράψατέ μοι· καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι· διὰ δὲ τὰς πορνείας ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω, καὶ ἑκάστη τὸν ἴδιον ἄνδρα.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-i-ad-corinthios-homiliae-1-44/5.1-11

Τοιοῦτον ὁ Χριστιανισμός· ἐν δουλείᾳ ἐλευθερίαν χαρίζεται. Καὶ καθάπερ τὸ φύσει ἄτρωτον σῶμα, τότε δείκνυται ἄτρωτον, ὅταν δεξάμενον βέλος μηδὲν πάθῃ δεινόν· οὕτω καὶ ὁ ἀκριβῶς ἐλεύθερος τότε φαίνεται, ὅταν καὶ δεσπότας ἔχων μὴ δουλωθῇ. Διὰ τοῦτο κελεύει δοῦλον μένειν. Εἰ δ' οὐ δυνατὸν δοῦλον ὄντα εἶναι Χριστιανὸν, οἷον χρὴ, πολλὴν τῆς εὐσεβείας ἀσθένειαν κατηγοροῦσιν Ἕλληνες· ὥσπερ, ἂν μάθωσιν, ὅτι τὴν εὐσέβειαν οὐδὲν βλάπτει δουλεία, θαυμάσονται τὸ κήρυγμα. Εἰ γὰρ θάνατος ἡμᾶς οὐ βλάπτει οὐδὲ μάστιγες οὐδὲ δεσμὰ, πολλῷ μᾶλλον δουλεία, πῦρ καὶ σίδηρος καὶ τυραννίδες μυρίαι καὶ νόσοι καὶ πενίαι καὶ θηρία, καὶ μυρία τούτων χαλεπώτερα, οὐκ ἔβλαψαν τοὺς πιστοὺς, ἀλλὰ καὶ δυνατωτέρους ἐποίησαν. Καὶ πῶς δουλεία βλάψαι δυνήσεται, φησίν; Οὐχ αὕτη βλάπτει ἡ δουλεία, ἀγαπητὲ, ἀλλ' ἡ φύσει δουλεία ἡ τῆς ἁμαρτίας. Κἂν ταύτην μὴ ᾖς τὴν δουλείαν δοῦλος, θάῤῥει καὶ εὐφραίνου· οὐδείς σε οὐδὲν ἀδικῆσαι δυνήσεται, ἀδούλωτον ἔχοντα τὸ ἦθος· ἂν δὲ ταύτης ᾖς δοῦλος, κἂν μυριάκις ἐλεύθερος ᾖς, οὐδὲν ὄφελός σοι τῆς ἐλευθερίας. Τί γὰρ ὄφελος, εἰπέ μοι, ὅταν ἀνθρώπῳ μὲν μὴ δουλεύῃς, τοῖς δὲ πάθεσι σεαυτὸν ὑποκατακλίνῃς; Οἱ μὲν γὰρ ἄνθρωποι καὶ φείσασθαι ἐπίστανται πολλάκις, ἐκεῖνοι δὲ οἱ δεσπόται οὐδέποτε κορέννυνταί σου τῆς ἀπωλείας. Δουλεύεις ἀνθρώπῳ; Ἀλλὰ καὶ ὁ Δεσπότης σοι δουλεύει, διοικούμενός σοι τὰ τῆς τροφῆς, ἐπιμελούμενός σου τῆς ὑγιείας καὶ ἐνδυμάτων καὶ ὑποδημάτων, καὶ τῶν ἄλλων ἁπάντων φροντίζων. Καὶ οὐχ οὕτω σὺ δέδοικας, μὴ προσκρούσῃς τῷ Δεσπότῃ, ὡς ἐκεῖνος δέδοικε μή τί σοι τῶν ἀναγκαίων ἐπιλίπῃ. Ἀλλ' ἐκεῖνος κατάκειται, σὺ δὲ ἕστηκας. Καὶ τί τοῦτο; οὐδὲ γὰρ τοῦτο παρ' αὐτῷ μόνον, ἀλλὰ καὶ παρὰ σοί. Πολλάκις γοῦν σοῦ κατακειμένου καὶ ὑπνοῦντος ἡδέως, ἐκεῖνος οὐχ ἕστηκε μόνον, ἀλλὰ καὶ μυρίας ὑπομένει βίας ἐπὶ τῆς ἀγορᾶς, καὶ ἀγρυπνεῖ σοῦ χαλεπώτερον. Τί γοῦν; τοιοῦτον ἔπαθε παρὰ τῆς δεσποίνης ὁ Ἰωσὴφ, οἷον παρὰ τῆς ἐπιθυμίας ἐκείνη; Οὗτος μὲν γὰρ, ἃ ἐπιτάξαι ἠθέλησεν ἐκείνη, οὐκ ἐποίησεν· ἐκείνη δὲ, ἃ ἐπέταξεν ἡ δέσποινα αὐτῆς, ἡ ἀσέλγεια λέγω, πάντα ἔπραξε· καὶ οὐ πρότερον ἀπέστη, ἕως ἂν αὐτὴν κατῄσχυνεν. Ποῖος ταῦτα ἐπιτάττει δεσπότης; ποῖος τύραννος ὠμός; Δεήθητί σου τοῦ δούλου, φησὶν, ἱκέτευσον τὸν αἰχμάλωτον, κολάκευσον τὸν ἀργυρώνητον· κἂν διαπτύσῃ, πάλιν ἐπίμεινον, κἂν πολλάκις εἴπῃς καὶ μὴ ἀνάσχηται, ἐπιτήρησον ἐρημίαν, καὶ βίασαι καὶ γενοῦ καταγέλαστος. Τί ἀτιμότερον, τί δὲ τούτων αἰσχρότερον τῶν ῥημάτων; Ἂν δὲ μηδὲν μηδὲ οὕτως ἀνύσῃς, καὶ συκοφάντησον καὶ ἀπάτησον τὸν συνοικοῦντα. Ὅρα πῶς ἀνελεύθερα, πῶς αἰσχρὰ τὰ ἐπιτάγματα, πῶς ἀπηνῆ καὶ ὠμὰ καὶ μανικά. Τί τοιοῦτον ἐπιτάττει ὁ δεσπότης, οἷα ἐπέταξεν ἡ ἀσέλγεια τῇ βασιλίσσῃ γυναικὶ τότε ἐκείνῃ; ἀλλ' ὅμως οὐκ ἐτόλμησε παρακοῦσαι. Ὁ δὲ Ἰωσὴφ οὐδὲν τοιοῦτον ὑπέμεινεν, ἀλλὰ τὰ ἐναντία πάντα, ἃ δόξαν ἔφερε καὶ τιμήν. Βούλει καὶ ἕτερον ἄνδρα ἰδεῖν ὑπὸ δεσποίνης χαλεπῆς πολλὰ ἐπιταγέντα, καὶ οὐδὲν τολμήσαντα παρακοῦσαι; Ἐννόησον τὸν Κάϊν, ὅσα ὑπὸ τῆς βασκανίας ἐπετάγη. Ἐπέταξεν ἐκείνη σφάξαι τὸν ἀδελφὸν, ψεύσασθαι τὸν Θεὸν, λυπῆσαι τὸν πατέρα, ἀναισχυντῆσαι, καὶ πάντα ἐποίησε, καὶ οὐδὲν παρήκουσε. Καὶ τί θαυμάζεις, εἰ ἐφ' ἑνὸς τοσαύτην ἔχει ἰσχὺν αὕτη ἡ δέσποινα; Ὁλοκλήρους πολλάκις δήμους ἀπώλεσε. Τοὺς γοῦν Ἰουδαίους αἱ γυναῖκες τῶν Μαδιηναίων δεδεμένους σχεδὸν αἰχμαλώτους ἔλαβον, τῇ τῆς οἰκείας εὐμορφίας ἐπιθυμίᾳ τούτους χειρωσάμεναι πάντας. Ταύτην τοίνυν τὴν δουλείαν ἐκβάλλων ὁ Παῦλος, ἔλεγε· Μὴ γίνεσθε δοῦλοι ἀνθρώπων· τουτέστι, Μὴ πείθεσθε ἀνθρώποις ἄτοπα ἐπιτάττουσιν, ἀλλὰ μηδὲ ἑαυτοῖς. Εἶτα ἀνενεγκὼν τὴν διάνοιαν, καὶ ποιήσας ὑψηλὴν, φησί· Περὶ δὲ τῶν παρθένων ἐπιταγὴν Κυρίου οὐκ ἔχω· γνώμην δὲ δίδωμι, ὡς ἠλεημένος ὑπὸ Κυρίου πιστὸς εἶναι. Ὁδῷ καὶ τάξει προβαίνων καὶ τῆς παρθενίας μνημονεύει λοιπόν. Ἐπειδὴ γὰρ τοῖς περὶ ἐγκρατείας αὐτοὺς ἐνεγύμνασέ τε καὶ ἐῤῥύθμισε λόγοις, ἐκβαίνει καὶ πρὸς τὸ μεῖζον, Ἐπιταγὴν οὐκ ἔχω, λέγων, ἀλλὰ νομίζω καλὸν εἶναι. Διὰ τί; Διὰ τὴν αὐτὴν αἰτίαν, ἣν περὶ τῆς ἐγκρατείας τέθεικε. Δέδεσαι γυναικί; μὴ ζήτει λύσιν. Λέλυσαι ἀπὸ γυναικός; μὴ ζήτει γυναῖκα. Ταῦτα οὐκ ἐναντιουμένου ἐστὶ τοῖς προτέροις, ἀλλὰ καὶ σφόδρα συνᾴδοντος. Καὶ γὰρ καὶ ἐκεῖ φησιν· Εἰ μή τι ἂν ἐκ συμφώνου· καὶ ἐνταῦθα πάλιν, Δέδεσαι γυναικί; μὴ ζήτει λύσιν. Τοῦτο δὲ οὐκ ἔστιν ἐναντίον· τὸ γὰρ παρὰ γνώμην, λύσις ἐστίν· εἰ δὲ κατὰ γνώμην ἀμφότεροι ἐγκρατεύοιντο, οὐκ ἔστι λύσις.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg156.local001/.
