Ancient Greek
Οὐκ οἴδατε ὅτι οἱ ἐν σταδίῳ τρέχοντες, πάντες μὲν τρέχουσιν, εἷς δὲ λαμβάνει τὸ βραβεῖον;
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44) 5.1-13
Not analysed yet
Ἀλλὰ κἂν εἰς ἐκεῖνο ἔλθωμεν τὸ βάθος τῶν κακῶν, εἰς ὃ κατέπεσεν ὁ τὰ πατρῷα κατεδηδοκὼς καὶ κεράτια ἐσθίων, καὶ μετανοήσωμεν, σωζόμεθα πάντως· κἂν μύρια τάλαντα ὀφείλωμεν, καὶ προσπέσωμεν καὶ μὴ μνησικακήσωμεν, πάντα ἡμῖν ἀφίεται· κἂν ἐκεῖσε ἀποπλανηθῶμεν, οὗ τὸ πρόβατον ἀπεβουκολήθη, κἀκεῖθεν ἡμᾶς ἀνακτᾶται· μόνον βουληθῶμεν, ἀγαπητοί· φιλάνθρωπος γὰρ ὁ Θεός. Διὰ τοῦτο καὶ ἐπὶ τοῦ τὰ μύρια τάλαντα ὀφείλοντος τῇ προσπτώσει ἠρκεῖτο, καὶ ἐπὶ τοῦ τὰ πατρῷα κατεδηδοκότος τῇ ἐπανόδῳ μόνῃ, καὶ ἐπὶ τοῦ προβάτου τῷ βουληθῆναι βασταχθῆναι. Ἐννοήσαντες τοίνυν τὸ μέγεθος αὐτοῦ τῆς φιλανθρωπίας, ἐνταῦθα αὐτὸν ποιήσωμεν ἵλεων ἡμῖν, καὶ προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει, ἵνα μὴ ἀπελθόντες ἐντεῦθεν ἀναπολόγητοι, τὴν ἐσχάτην ὑπομείνωμεν τιμωρίαν. Ἂν μὲν γὰρ κατὰ τὸν παρόντα βίον ἐπιδειξώμεθα σπουδὴν κἂν τὴν τυχοῦσαν, τὰ μέγιστα κερδανοῦμεν· ἂν δὲ μηδὲν ἐνταῦθα γενόμενοι βελτίους ἀπέλθωμεν, κἂν σφοδρότερον ἐκεῖ μετανοήσωμεν, οὐδὲν ἡμῖν ἔσται πλέον. Καὶ γὰρ ἔδει τῶν σκαμμάτων εἴσω μένοντα ἀγωνίσασθαι, οὐ μετὰ τὸ λυθῆναι τὸ θέατρον ἀποδύρεσθαι καὶ δακρύειν ἀνόνητα· ὅπερ ὁ πλούσιος ἐκεῖνος ἐποίει, θρηνῶν μὲν καὶ ὀλοφυρόμενος, εἰκῆ δὲ λοιπὸν καὶ μάτην, ἐπειδὴ τὸν καιρὸν, καθ' ὃν ταῦτα ἐχρῆν ποιεῖν, ὑπερεῖδεν. Οὐκ ἐκεῖνος δὲ μόνος, ἀλλὰ καὶ πολλοὶ ἕτεροι κατ' ἐκεῖνον νῦν εἰσι πλούσιοι, χρημάτων μὲν οὐ βουλόμενοι καταφρονεῖν, ψυχῆς δὲ ἀντὶ χρημάτων καταφρονοῦντες· οὓς ἔμοιγε θαυμάζειν ἔπεισιν, ὅταν ἴδω τῷ μὲν Θεῷ περὶ ἐλέου συνεχῶς ἐντυγχάνοντας, αὐτοὺς δὲ τὰ ἀνήκεστα ἑαυτοὺς διατιθέντας, καὶ ὥσπερ πολεμίας, οὕτω τῆς ἑαυτῶν ἀφειδοῦντας ψυχῆς. Μὴ δὴ παίζωμεν, ἀγαπητοὶ, μὴ παίζωμεν, μηδὲ παραλογιζώμεθα ἑαυτοὺς, τὸν μὲν Θεὸν ἀξιοῦντες ἡμᾶς ἐλεῆσαι, αὐτοὶ δὲ τοῦ ἐλέου τούτου καὶ χρήματα καὶ τρυφὴν καὶ πάντα ἁπλῶς προτιθέντες. Οὐδὲ γὰρ, εἴ τίς σοι δίκην προσῆγε, καὶ κατηγορῶν τοῦ δεῖνος ἔλεγεν, ὅτι μυρίους μέλλων ὑπομένειν θανάτους, καὶ κύριος ὢν λῦσαι τὰς ψήφους χρήμασιν ὀλίγοις, εἵλετο μᾶλλον ἀποθανεῖν, ἤ τι τῶν αὑτοῦ προέσθαι, ἐλέου τινὸς ἢ συγγνώμης ἔφης αὐτὸν ἄξιον εἶναι. Τοῦτο τοίνυν καὶ ἐπὶ σαυτοῦ λογίζου· καὶ γὰρ καὶ ἡμεῖς τοῦτο ποιοῦμεν, καὶ τῆς σωτηρίας ἡμῶν καταφρονοῦντες, τῶν χρημάτων φειδόμεθα· Πῶς οὖν τὸν Θεὸν ἀξιοῖς σου φείσασθαι, αὐτὸς σαυτοῦ οὕτως ἀφειδῶν, καὶ χρήματα προτιμῶν ψυχῆς; Διὸ καὶ σφόδρα ἐκπέπληγμαι, πόση τοῖς χρήμασιν ἐγκέκρυπται γοητεία, μᾶλλον δὲ οὐ τοῖς χρήμασιν, ἀλλὰ ταῖς τῶν ἀπατωμένων ψυχαῖς. Εἰσὶ γὰρ, εἰσὶν οἱ καὶ σφόδρα τῆς μαγγανείας ταύτης καταγελῶντες. Τί γὰρ καὶ ἱκανὸν ἡμᾶς τῶν ἐν αὐτοῖς γοητεῦσαι; οὐχὶ ἄψυχός ἐστιν ἡ ὕλη, οὐχὶ ἐπίκηρος; οὐχὶ ἄπιστος αὐτῶν ἡ κτῆσις; οὐ φόβων γέμει καὶ κινδύνων; οὐ φόνων καὶ ἐπιβουλῆς; οὐκ ἔχθρας καὶ μίσους; οὐ ῥᾳθυμίας καὶ κακίας πολλῆς; οὐ γῆ ἐστιν καὶ σποδός; τίς ἡ μανία, τίς ἡ νόσος. ἀλλὰ γὰρ οὐ κατηγορεῖν δεῖ μόνον τῶν νοσούντων τὰ τοιαῦτα, φησὶν, ἀλλὰ καὶ καταλύειν τὸν ἔρωτα. Καὶ πῶς ἑτέρως καταλύσομεν, ἀλλ' ἢ δεικνύντες φαῦλον ὄντα καὶ μυρίων κακῶν ἀνάμεστον; Ἀλλὰ τοῦτο οὐκ εὔκολον τὸν ἐρῶντα πεῖσαι περὶ τῶν παιδικῶν. Οὐκοῦν ἕτερον αὐτῷ κάλλος ἀντιστῆσαι δεῖ. Ἀλλὰ ἀσώματον οὐχ ὁρᾷ κάλλος, ἔτι νοσῶν· οὐκοῦν σωματικὸν ἐπιδείξωμεν, καὶ εἴπωμεν πρὸς αὐτόν· Ἐννόησον τοὺς λειμῶνας καὶ τὰ ἐν αὐτοῖς ἄνθη, τὰ χρυσίου παντὸς φαιδρότερα καὶ τῶν παντοδαπῶν χαριέστερα καὶ διαυγέστερα λίθων· ἐννόησον τὰ διειδῆ τῶν πηγῶν ῥεῖθρα, τοὺς ποταμοὺς τοὺς ἐλαίου δίκην ἀψοφητὶ ῥέοντας ἀπὸ τῆς γῆς· ἀνάβηθι πρὸς τὸν οὐρανὸν, καὶ ἴδε τοῦ ἡλίου τὸ κάλλος, τῆς σελήνης τὴν εὐπρέπειαν, τῶν ἄστρων τὰ ἄνθη. Καὶ τί τοῦτο; φησίν· οὐ γὰρ δὴ κεχρήμεθα αὐτοῖς ὡς τοῖς χρήμασι. Καὶ μὴν πλέον, ἢ τοῖς χρήμασιν, ὅσῳ καὶ ἀναγκαιοτέρα αὐτῶν ἡ χρεία, καὶ ἀσφαλεστέρα ἡ ἀπόλαυσις. Οὐδὲ γὰρ δέδοικας, μή τις, ὥσπερ τὰ χρήματα, αὐτὰ λαβὼν ἀπέλθῃ· ἀλλ' ἔξεστί σοι θαῤῥεῖν ὑπὲρ αὐτῶν διηνεκῶς, καὶ ταῦτα μὴ μεριμνῶντι μηδὲ φροντίζοντι. Εἰ δ', ὅτι μετὰ τῶν ἄλλων ἀπολαύεις αὐτῶν, ἀλγεῖς, καὶ μὴ μόνος αὐτὰ κατέχεις ὥσπερ τὰ χρήματα, οὐ χρημάτων, ἀλλὰ πλεονεξίας μοι δοκεῖς ἐρᾷν μόνης. Καὶ οὐδὲ τὰ χρήματα ἐφίλησας ἂν, εἰ κοινὰ προύκειτο πᾶσιν. Οὐκοῦν ἐπειδὴ τὴν ἐρωμένην εὑρήκαμεν, τὴν πλεονεξίαν λέγω, φέρε σοι δείξω, πῶς σε μισεῖ αὕτη καὶ ἀποστρέφεται, πόσα θήγει κατὰ σοῦ ξίφη, πόσα ὀρύττει βάραθρα, πόσους ἀνάπτει βρόχους, πόσους παρασκευάζει κρημνούς· ἵνα κἂν οὕτω σβέσῃς τὸ φίλτρον. Πόθεν οὖν ἔστι ταῦτα εἰδέναι; Ἀπὸ τῶν ὁδῶν, ἀπὸ τῶν πολέμων, ἀπὸ τῆς θαλάττης, ἀπὸ τῶν δικαστηρίων. Καὶ γὰρ καὶ τὸ πέλαγος αἱμάτων ἐνέπλησε, καὶ τὰ τῶν δικαστῶν φοινίσσει ξίφη παρανόμως πολλάκις, καὶ τοὺς ταῖς ὁδοῖς ἐφεδρεύοντας νύκτωρ καὶ μεθ' ἡμέραν ὁπλίζει αὕτη, καὶ φύσιν ἀγνοῆσαι ἔπεισε, καὶ πατραλοίας ἐποίησε καὶ μητραλοίας, καὶ πάντα ἐπεισήγαγε τῷ βίῳ τὰ κακά. Διὸ καὶ ῥίζαν αὐτῶν ὁ Παῦλος ταύτην καλεῖ. Αὕτη τοὺς αὐτῆς ἐραστὰς τῶν τὰ μέταλλα ἐργαζομένων οὐδὲν ἄμεινον ἀφίησι διακεῖσθαι. Καθάπερ γὰρ ἐκεῖνοι διηνεκῶς ἐν σκότῳ κατακεκλεισμένοι καὶ δεδεμένοι πονοῦσιν ἀνόνητα· οὕτω καὶ οὗτοι ἐν τοῖς σπηλαίοις τῆς φιλαργυρίας κατορωρυγμένοι, οὐδενὸς αὐτοῖς ἀνάγκην ἐπιτιθέντος, αὐτόματοι τὴν κόλασιν ἐπισπῶνται, ἑαυτοῖς δεσμοὺς περιθέντες ἀλύτους. Καὶ οἱ μὲν κατάδικοι, κἂν ἑσπέρας καταλαβούσης ἀνίενται τῶν μόχθων· οὗτοι δὲ καὶ ἐν ἡμέρᾳ καὶ ἐν νυκτὶ διορύττουσι τὰ πονηρὰ ταῦτα μέταλλα· καὶ τοῖς μὲν μέτρον ἐστὶν ὡρισμένον τῆς μοχθηρᾶς ἐργασίας ἐκείνης, οὗτοι δὲ μέτρον οὐδὲν ἴσασιν, ἀλλ' ὅσον ἂν ὀρύξωσι, τοσούτῳ μείζονος ἐφίενται ταλαιπωρίας. Εἰ δὲ ἐκεῖνοι μὲν ἄκοντες, οὗτοι δὲ ἑκόντες, τὸ χαλεπόν μοι λέγεις τοῦ νοσήματος, ὅτι οὐδὲ ἀπαλλαγῆναι δύνανται, εἴ γε μηδὲ μισοῦσι τὴν κακοπάθειαν. Ἀλλ' ὥσπερ ὗς ἐν βορβόρῳ, οὕτω καὶ οὗτοι ταῖς τῆς φιλαργυρίας δυσωδίαις ἐγκαλινδούμενοι ἥδονται, χαλεπώτερα πάσχοντες τῶν καταδίκων ἐκείνων. Ὅτι γὰρ ἐν χείροσίν εἰσιν, ἄκουσον τὰ ἐκείνων, καὶ τότε εἴσῃ τὰ τούτων. Λέγεται τοίνυν ἡ χρυσῖτις ἐκείνη γῆ χηραμοὺς καὶ καταδύσεις ἔχειν ἐν τοῖς ζοφεροῖς σπηλαίοις ἐκείνοις· τὸν οὖν κακοῦργον τὸν τοῖς ἐκεῖ καταδικασθέντα μόχθοις, διὰ τοῦτο λύχνον λαμβάνοντα καὶ δίκελλαν, οὕτως εἰσιέναι ἔνδον, καὶ ληκύθιον ἐπιφέρεσθαι, ὥστε ἐπιστάζειν ἐντεῦθεν τῷ λύχνῳ τὸ ἔλαιον, διὰ τὸ σκότος εἶναι καὶ ἐν ἡμέρᾳ ἀφεγγὲς, ὥσπερ ἔφθην εἰπών. Εἶτα ἐπειδὰν ὁ καιρὸς ἐπὶ τὴν ταλαίπωρον αὐτὸν καλῇ τροφὴν, αὐτὸν μὲν ἀγνοεῖν τὸν καιρὸν, τὸν δὲ δεσμοφύλακα τὸν ἐκείνου ἄνωθεν κατάξαντα σφοδρῶς τὸ σπήλαιον, διὰ τοῦ πατάγου καὶ τῆς φωνῆς ἐκείνης δηλοῦν τοῖς κάτω ἐργαζομένοις τῆς ἡμέρας τὸ τέλος. Ἆρ' οὐκ ἐφρίξατε ταῦτα ἀκούσαντες; Ἴδωμεν τοίνυν, εἰ μὴ χαλεπώτερα τούτων πάσχουσιν οἱ φιλάργυροι. Καὶ γὰρ καὶ οὗτοι βαρύτερον ἔχουσι δεσμοφύλακα τὴν φιλαργυρίαν, καὶ τοσούτῳ βαρύτερον, ὅσῳ μετὰ τοῦ σώματος καὶ τὴν ψυχὴν αὐτοῖς συνδεῖ. Καὶ τὸ σκότος δὲ τοῦτο, ἐκείνου φρικωδέστερον· οὐ γάρ ἐστιν αἰσθητὸν, ἀλλ' ἔνδοθεν αὐτὸ τίκτοντες, ὅπουπερ ἂν ἀπίωσι, πανταχοῦ μεθ' ἑαυτῶν περιφέρουσιν. Ἔσβεσται γὰρ αὐτοῖς ὁ τῆς ψυχῆς ὀφθαλμός. Διὸ καὶ μάλιστα πάντων αὐτοὺς ὁ Χριστὸς ταλανίζει λέγων· Εἰ δὲ τὸ φῶς τὸ ἐν σοὶ, σκότος, τὸ σκότος πόσον. Κἀκεῖνοι μὲν κἂν λύχνον ἔχουσι φαίνοντα, οὗτοι δὲ καὶ ταύτης ἀπεστέρηνται τῆς αὐγῆς· διὸ καὶ καθ' ἑκάστην ἡμέραν εἰς μυρία ἐμπίπτουσι βάραθρα. Καὶ οἱ μὲν κατάδικοι, νυκτὸς καταλαμβανούσης, ἀναπνέουσιν, εἰς τὴν κοινὴν τῶν δυσημερούντων καταπλεύσαντες γαλήνην, τὴν νύκτα λέγω· τοῖς δὲ φιλαργύροις καὶ τοῦτον ἡ πλεονεξία προσέχωσε τὸν λιμένα· τοσαῦτα καὶ ἐν νυκτὶ φροντίζουσι χαλεπῶς, ἅτε μηδενὸς ἐνοχλοῦντος μετὰ σχολῆς ἁπάσης κατακόπτοντες ἑαυτούς. Καὶ τὰ μὲν ἐνταῦθα τοιαῦτα· τὰ δὲ ἐκεῖ, ποῖος παραστήσει λόγος; τὰς καμίνους τὰς ἀφορήτους, τοὺς πυριφλεγέθοντας ποταμοὺς, τοὺς βρυχομένους ὀδόντας, τὰ δεσμὰ τὰ ἄλυτα, τὸν σκώληκα τὸν ἰοβόλον, τὸ σκότος τὸ ἀφεγγὲς, τὰ μηδέποτε πέρας λαμβάνοντα κακά, Φοβηθῶμεν τοίνυν, ἀγαπητοὶ, φοβηθῶμεν τὴν πηγὴν τῶν τοσούτων τιμωριῶν, τὴν ἀκόρεστον μανίαν, τὴν λύμην τῆς ἡμετέρας σωτηρίας. Οὐ γὰρ ἔστιν ὁμοῦ καὶ ἀργύριον φιλεῖν καὶ ψυχήν. Μάθωμεν ὅτι γῆ καὶ σποδὸς τὰ χρήματα, ὅτι ἀπολιμπάνει ἡμᾶς ἀποδημοῦντας ἐντεῦθεν, μᾶλλον δὲ ὅτι καὶ πρὸ τῆς ἀποδημίας πολλάκις ἡμῶν ἀποπηδᾷ, καὶ πρὸς τὰ μέλλοντα παραβλάπτει, καὶ πρὸς τὴν παροῦσαν ζωήν. Καὶ γὰρ πρὸ τῆς γεέννης καὶ πρὸ τῆς κολάσεως ἐκείνης μυρίοις κἀνταῦθα ἡμᾶς περιβάλλει πολέμοις, καὶ στάσεις ἐγείρει καὶ μάχας. Οὐδὲν γὰρ οὕτω πολεμοποιὸν, ὡς φιλαργυρία· οὐδὲν οὕτω πτωχοποιὸν, κἂν ἐν πλούτῳ, κἂν ἐν πενίᾳ φανῇ. Φύεται γὰρ καὶ ἐν πενήτων ψυχαῖς τὸ χαλεπὸν τοῦτο νόσημα, καὶ πλέον αὐτῶν ἐπιτρίβει τὴν πενίαν. Κἂν εὑρεθῇ πένης φιλάργυρος, οὐκ ἐν χρήμασιν ὁ τοιοῦτος, ἀλλ' ἐν λιμῷ δίδωσι δίκην. Οὐ γὰρ ἀνέχεται τῶν μετρίων αὐτῶν ἀπολαῦσαι μετὰ ἀδείας, ἀλλὰ καὶ τὴν γαστέρα λιμῷ κατατείνει, καὶ τὸ σῶμα ἅπαν γυμνότητι καὶ κρυμῷ τιμωρεῖται, καὶ τῶν δεσμωτῶν μᾶλλον αὐχμῶν καὶ ῥυπῶν πανταχοῦ φαίνεται· καὶ ἀεὶ θρηνεῖ καὶ ὀδύρεται, ὥσπερ πάντων ὢν ἀθλιώτερος, κἂν μυρίους πενεστέρους ἔχῃ. Οὗτος, κἂν εἰς ἀγορὰν ἐμβάλλῃ, πολλοὺς λαβὼν ἄπεισι μώλωπας· κἂν εἰς βαλανεῖον, κἂν εἰς θέατρον, πλείονα λήψεται τραύματα, οὐκ ἀπὸ τῶν θεωρούντων μόνον, ἀλλὰ καὶ ἀπὸ τῶν ἐπὶ τῆς σκηνῆς, ὅταν ἴδῃ πολλὰς τῶν πορνευομένων γυναικῶν χρυσίῳ καταλαμπομένας. Οὗτος κἂν τὴν θάλατταν πλέῃ, τοὺς ἐμπόρους πάλιν καὶ τὰς μυριαγώγους ναῦς ἐννοῶν καὶ τὰ ἄπειρα κέρδη, οὐδὲ ζῇν ἑαυτὸν ἡγήσεται· κἂν διὰ γῆς ὁδεύῃ, τοὺς ἀγροὺς, τὰ προάστεια, τὰ καταλύματα, τὰ βαλανεῖα, τὰς ἐκ τούτων προσόδους ἀναλογιζόμενος, ἀβίωτον ἑαυτῷ τὸν βίον ἡγήσεται εἶναι λοιπόν· κἂν οἴκοι δὲ κατακλείσῃς αὐτὸν, τὰ ἀπὸ τῆς ἀγορᾶς τραύματα ἀναξαίνων, καθ' ἑαυτὸν μειζόνως λυμανεῖται τὴν ψυχήν· καὶ μίαν οἶδε παραμυθίαν μόνην τῶν κατεχόντων αὐτὸν κακῶν, τὸν θάνατον καὶ τὴν ἐντεῦθεν ἀπαλλαγήν. Ταῦτα δὲ οὐχ ὁ πένης μόνον, ἀλλὰ καὶ ὁ πλούσιος ὁ τούτῳ περιπεσὼν τῷ νοσήματι πείσεται, καὶ τοσούτῳ μᾶλλον τοῦ πένητος, ὅσῳ καὶ σφοδροτέρα ἐπίκειται τούτῳ ἡ τυραννὶς, καὶ πλείων ἡ μέθη. Διὸ καὶ πάντων πενέστερον ἑαυτὸν οὗτος ἡγήσεται, μᾶλλον δὲ καὶ ἔστι πενέστερος. Οὐ γὰρ τῷ μέτρῳ τῆς οὐσίας, ἀλλὰ τῇ διαθέσει τῆς γνώμης ὁ πλοῦτος καὶ ἡ πενία κρίνονται· καὶ ἐκεῖνος μᾶλλόν ἐστιν ὁ πάντων πτωχότατος, ὁ ἀεὶ τοῦ πλείονος ἐπιθυμῶν, καὶ μηδέποτε στῆσαι δυνάμενος τὴν πονηρὰν ταύτην ἐπιθυμίαν. Διὰ δὴ ταῦτα πάντα φεύγωμεν τὴν φιλαργυρίαν, τὴν πτωχοποιὸν, τὴν ψυχοφθόρον, τὴν γεέννης φίλην, τὴν ἐχθρὰν τῆς βασιλείας τῶν οὐρανῶν, τὴν μητέρα πάντων ὁμοῦ τῶν κακῶν· καὶ καταφρονῶμεν χρημάτων, ἵνα ἀπολαύσωμεν χρημάτων, καὶ μετὰ τῶν χρημάτων ἀπολαυσόμεθα καὶ τῶν ἐπηγγελμένων ἡμῖν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, καὶ τὰ ἑξῆς,