# In epistulam i ad Corinthios (homiliae 1-44) 5.1-16

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44), Τοῦτο δὲ παραγγέλλων, οὐκ ἐπαινῶ ὅτι οὐκ εἰς τὸ κρεῖττον, ἀλλ' εἰς τὸ ἧττον συνέρχεσθε.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-i-ad-corinthios-homiliae-1-44/5.1-16

Ποῖα ἄτοπα; φησί. Τί λέγεις, ποῖα ἄτοπα; Τραπέζης μετέσχες τοιαύτης, καὶ πάντων ὀφείλων ἡμερώτερος εἶναι καὶ τῶν ἀγγέλων ἴσος, πάντων ὠμότερος γέγονας· αἵματος ἐγεύσω Δεσποτικοῦ, καὶ τὸν ἀδελφὸν οὐδὲ οὕτως ἐπιγινώσκεις· καὶ ποίας ἄξιος εἶ συγγνώμης; Καίτοι εἰ καὶ πρὸ τούτου ἠγνόεις, ἀπὸ τῆς τραπέζης αὐτὸν ἐπιγνῶναι ἐχρῆν· νῦν δὲ καὶ αὐτὴν ἀτιμάζεις τὴν τράπεζαν, τὸν ἐκείνης καταξιωθέντα μέτοχον εἶναι τῶν σῶν οὐχ ἡγούμενος ἄξιον εἶναι σιτίων. Οὐκ ἤκουσας πόσα ἔπαθεν ὁ τὰ ἑκατὸν δηνάρια ἀπαιτῶν; πῶς δωρεὰν ἐξενεχθεῖσαν ἄκυρον ἐποίησεν; οὐκ ἐννοεῖς τίς ὢν τίς γέγονας; οὐκ ἀναμιμνήσκεις σαυτὸν, ὅτι τούτου τοῦ πένητος ἐν χρήμασι πολὺ πτωχότερος ἦς ἐν κατορθώμασι, μυρίων γέμων ἁμαρτημάτων; Ἀλλ' ὅμως πάντων σε ἐκείνων ἀπήλλαξεν ὁ Θεὸς, καὶ τραπέζης ἠξίωσε τοιαύτης· σὺ δὲ οὐδὲ οὕτω φιλανθρωπότερος γίνῃ. Οὐκοῦν οὐδὲν ἕτερον λείπεται, ἢ καὶ τό σε παραδοθῆναι τοῖς βασανισταῖς. Τούτων καὶ ἡμεῖς ἀκούσωμεν τῶν ῥημάτων πάντες, ὅσοι ἐνταῦθα μὲν μετὰ τῶν πενήτων προσερχόμεθα τῇ ἱερᾷ τραπέζῃ ταύτῃ· ἐξελθόντες δὲ ἔξω, οὐδὲ ἑωρακέναι δοκοῦμεν αὐτοὺς, ἀλλὰ καὶ μεθύομεν καὶ πεινῶντας παρατρέχομεν· ἃ καὶ Κορίνθιοι τότε ἐνεκαλοῦντο; Καὶ πότε τοῦτο γίνεται; φησίν. Ἀεὶ μὲν, μάλιστα δὲ ἐν ταῖς ἑορταῖς, ὅτε μάλιστα γίνεσθαι οὐκ ἐχρῆν. Καὶ γὰρ τότε μετὰ τὴν κοινωνίαν εὐθέως μέθη διαδέχεται, καὶ πενήτων ὑπεροψία· καὶ τοῦ αἵματος μεταλαβὼν, ὅτε νηστείας σοι καιρὸς καὶ νήψεως, παροινεῖς καὶ κωμάζεις. Κἂν μέν τι χρηστὸν τύχῃς ἠριστηκὼς, φυλάττεις σαυτὸν, ὥστε μὴ ἑτέρῳ ἐδέσματι πονηρῷ λυμήνασθαι τὸ πρότερον· πνεῦμα δὲ ἑστιαθεὶς, σατανικὴν ἐπεισάγεις τρυφήν. Ἐννόησον, ὅτε μετέλαβον οἱ ἀπόστολοι τῶν ἱερῶν δείπνων ἐκείνων, τί ἐποίησαν· οὐχὶ εἰς εὐχὰς ἐτράπησαν καὶ ὑμνῳδίας; οὐχὶ εἰς παννυχίδας ἱεράς; οὐχὶ εἰς διδασκαλίαν τὴν μακρὰν ἐκείνην καὶ πολλῆς γέμουσαν φιλοσοφίας; τὰ γὰρ μεγάλα καὶ παράδοξα τότε αὐτοῖς διηγεῖτο καὶ παρήγγελλεν, ἀπελθόντος τοῦ Ἰούδα καλέσαι τοὺς μέλλοντας αὐτὸν σταυροῦν. Οὐκ ἤκουσας πῶς καὶ οἱ τρισχίλιοι οἱ τῆς κοινωνίας ἀπολαύοντες διαπαντὸς ἦσαν προσκαρτεροῦντες τῇ προσευχῇ καὶ τῇ διδασκαλίᾳ, οὐ μέθαις καὶ κώμοις; Σὺ δὲ πρὶν ἢ μὲν μεταλαβεῖν νηστεύεις, ἵνα ὁπωσδήποτε ἄξιος φανῇς τῆς κοινωνίας· ὅταν δὲ μεταλάβῃς, δέον σε ἐπιτεῖναι τὴν σωφροσύνην, πάντα ἀπολλύεις. Καίτοι γε οὐκ ἔστιν ἴσον πρὸ τούτου νήφειν, καὶ μετὰ ταῦτα· δεῖ μὲν γὰρ ἐν ἑκατέρῳ σωφρονεῖν, μάλιστα δὲ μετὰ τὸ δέξασθαι τὸν νυμφίον· πρὸ τούτου μὲν, ἵνα ἄξιος γένῃ τοῦ λαβεῖν, μετὰ δὲ ταῦτα, ἵνα μὴ ἀνάξιος φανῇς ὧν ἔλαβες. Τί οὖν, νηστεύειν δεῖ μετὰ τὸ λαβεῖν; Οὐ λέγω τοῦτο, οὐδὲ καταναγκάζω. Καλὸν μὲν γὰρ καὶ τοῦτο· πλὴν οὐ βιάζομαι τοῦτο, ἀλλὰ παραινῶ μὴ τρυφᾷν εἰς ἀπληστίαν. Εἰ γὰρ οὐδέποτε χρὴ τρυφᾷν, καὶ τοῦτο ὁ Παῦλος ἐδήλωσεν εἰπὼν, ὅτι Ἡ δὲ σπαταλῶσα ζῶσα τέθνηκε, πολλῷ μᾶλλον τότε τεθνήξεται. Εἰ δὲ γυναικὶ ἡ τρυφὴ θάνατος, πολλῷ μᾶλλον ἀνδρί· καὶ εἰ ἐν ἄλλῳ καιρῷ τοῦτο γινόμενον ἀπόλλυσι, πολλῷ μᾶλλον μετὰ τὴν τῶν μυστηρίων κοινωνίαν. Σὺ δὲ ἄρτον ζωῆς λαβὼν, πρᾶγμα θανάτου ποιεῖς, καὶ οὐ φρίττεις; οὐκ οἶσθα ὅσα ἀπὸ τρυφῆς ἐπεισέρχεται κακά; γέλως ἄκαιρος, ῥήματα ἄτακτα, εὐτραπελία ὀλέθρου γέμουσα, φλυαρία ἀνόνητος, τὰ ἄλλα ἃ μηδὲ εἰπεῖν καλόν. Καὶ ταῦτα ποιεῖς τραπέζης ἀπολαύσας Χριστοῦ, κατὰ τὴν ἡμέραν ἐκείνην, καθ' ἣν ἅψασθαι διὰ γλώττης τῶν σαρκῶν αὐτοῦ κατηξιώθης. Πᾶς οὖν, ἵνα ταῦτα μὴ γίνηται, καθάγνιζέ σου τὴν δεξιὰν, τὴν γλῶτταν, τὰ χείλη, ἅπερ ἐγένετο πρόθυρα τῇ ἐπιβάσει τοῦ Χριστοῦ· καὶ τράπεζαν παραθεὶς αἰσθητὴν, πρὸς ἐκείνην τὴν τράπεζαν τὸν νοῦν ἀνάτεινον, πρὸς τὸ δεῖπνον τὸ Κυριακὸν, πρὸς τὴν ἀγρυπνίαν τῶν μαθητῶν τὴν κατὰ τὴν νύκτα ἐκείνην τὴν ἱεράν· μᾶλλον δὲ, εἴ τις ἀκριβῶς ἐξετάσειε, καὶ τὰ παρόντα νύξ. Γρηγορῶμεν τοίνυν μετὰ τοῦ Δεσπότου, κατανυγῶμεν μετὰ τῶν μαθητῶν. Εὐχῶν ὁ καιρὸς, οὐ μέθης, ἀεὶ μὲν, μάλιστα δὲ ἐν ἑορτῇ. Ἑορτὴ γὰρ διὰ τοῦτο γίνεται, οὐχ ἵνα ἀσχημονῶμεν, οὐχ ἵνα ἁμαρτήματα συνάγωμεν, ἀλλ' ἵνα καὶ τὰ ὄντα ἀνέλωμεν. Καὶ οἶδα μὲν ὅτι εἰκῆ ταῦτα λέγω, ἀλλ' οὐ παύσομαι λέγων. Κἂν γὰρ μὴ πάντες ὑπακούσητε, ἀλλ' οὐδὲ πάντες παρακούσεσθε, μᾶλλον δὲ, κἂν πάντες παρακούσητε, ἐμοὶ μὲν μείζων ὁ μισθὸς, ὑμῖν δὲ πλέον τὸ κρῖμα. Ἵν' οὖν μὴ γένηται πλέον, διὰ τοῦτο οὐ παύσομαι λέγων· ἴσως γὰρ, ἴσως τῇ συνεχείᾳ καθάψομαι. Διὸ παρακαλῶ, ἵνα μὴ εἰς κρῖμα τοῦτο ποιῶμεν, θρέψωμεν τὸν Χριστὸν, ποτίσωμεν, ἐνδύσωμεν· ταῦτα τῆς τραπέζης ἐκείνης ἄξια. Ἤκουσας ὕμνων ἱερῶν; εἶδες γάμον πνευματικόν; ἀπέλαυσας τραπέζης βασιλικῆς; ἐνεπλήσθης Πνεύματος ἁγίου; συνεχόρευσας τοῖς Σεραφὶμ, κοινωνὸς ἐγένου τῶν ἄνω δυνάμεων; Μὴ ῥίψῃς χαρὰν τοσαύτην, μὴ ἐκχέῃς τὸν θησαυρὸν, μὴ ἐπεισαγάγῃς μέθην τὴν τῆς ἀθυμίας μητέρα, τὴν τοῦ διαβόλου χαρὰν, τὴν μυρία τίκτουσαν κακά. Καὶ γὰρ ὕπνος θανάτῳ ἐοικὼς ἐντεῦθεν καὶ καρηβαρίαι καὶ νόσοι καὶ λήθη καὶ νεκρότητος εἰκών. Εἶτα φίλῳ μὲν οὐκ ἂν ἕλοιο συντυχεῖν οἰνωμένος, τὸν δὲ Χριστὸν ἔνδον ἔχων τολμᾷς, εἰπέ μοι, τοσαύτην ἐπεμβαλεῖν μέθην; Ἀλλὰ τρυφῆς ἐρᾷς; Οὐκοῦν διὰ τοῦτο παῦσαι μεθύων. Καὶ γὰρ ἐγώ σε βούλομαι τρυφᾷν, ἀλλὰ τὴν ὄντως τρυφὴν, τὴν οὐδέποτε μαραινομένην. Τίς οὖν ἡ ὄντως τρυφὴ καὶ διηνεκῶς ἀνθοῦσα; Κάλεσον ἐπ' ἄριστον τὸν Χριστὸν, μετάδος αὐτῷ τῶν σῶν, μᾶλλον δὲ τῶν αὐτοῦ· τοῦτο τὴν ἡδονὴν ἀπέραντον ἔχει καὶ ἀκμάζουσαν διηνεκῶς. Ἀλλ' οὐ τὰ αἰσθητὰ τοιαῦτα, ἀλλ' ὁμοῦ τε ἐφάνη καὶ ἠφανίσθη, καὶ ὁ τρυφήσας οὐδὲν ἄμεινον διακείσεται τοῦ μὴ τρυφήσαντος, μᾶλλον δὲ χεῖρον. Ὁ μὲν γὰρ ὥσπερ ἐν λιμένι κάθηται, οὗτος δὲ χειμάῤῥουν τινὰ καὶ πολιορκίαν νοσημάτων ἐδέξατο, καὶ οὐδὲ ἐνεγκεῖν τὴν ζάλην ταύτην δύναται. Ἵν' οὖν μὴ ταῦτα γένηται, τὴν συμμετρίαν διώκωμεν. Οὕτω γὰρ καὶ τὸ σῶμα εὖ διακεισόμεθα, καὶ τὴν ψυχὴν ἐν ἀσφαλείᾳ καταστήσομεν, καὶ τῶν παρόντων καὶ τῶν μελλόντων ἀπαλλαγησόμεθα κακῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἀπαλλαγέντας, τῆς βασιλείας ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg156.local001/.
