# In epistulam i ad Corinthios (homiliae 1-44) 5.1-17

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44), Περὶ δὲ τῶν πνευματικῶν, ἀδελφοὶ, οὐ θέλω ὑμᾶς ἀγνοεῖν. Οἴδατε ὅτι ὅτε ἔθνη ἦτε, πρὸς τὰ εἴδωλα τὰ ἄφωνα, ὡς ἂν ἤγεσθε, ἀπαγόμενοι.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-i-ad-corinthios-homiliae-1-44/5.1-17

Εἰ δὲ ἐν τοῖς πνευματικοῖς οὐ χρὴ περιεργάζεσθαι, πολλῷ μᾶλλον ἐν τοῖς σαρκικοῖς, ἀλλ' ἡσυχάζειν, καὶ μὴ πολυπραγμονεῖν, διὰ τί ὁ δεῖνα πλούσιος, ὁ δεῖνα δὲ πένης. Μάλιστα μὲν γὰρ οὐχ ἕκαστος ἀπὸ Θεοῦ πλουτεῖ, ἀλλὰ πολλοὶ καὶ ἐξ ἀδικίας καὶ ἁρπαγῆς καὶ πλεονεξίας. Ὁ γὰρ κελεύσας μὴ πλουτεῖν, πῶς ἂν ἔδωκεν ὅπερ ἐκώλυσε μὴ λαβεῖν; Ἵνα δὲ ἐκ πλείονος ἐπιστομίσω τῆς περιουσίας τοὺς ὑπὲρ τούτων ἀντιλέγοντας ἡμῖν, φέρε ἀνωτέρω τὸν λόγον ἀγάγωμεν, ἡνίκα παρὰ τοῦ Θεοῦ ὁ πλοῦτος ἐδίδοτο, καὶ ἀπόκριναί μοι· τίνος ἕνεκεν ὁ Ἀβραὰμ ἐπλούτει, ὁ δὲ Ἰακὼβ καὶ ἄρτου ἐδεῖτο; οὐχὶ δίκαιος καὶ οὗτος ἦν, καὶ ἐκεῖνος; οὐχὶ ὁμοίως περὶ τῶν τριῶν φησιν Ἐγὼ ὁ Θεὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ; διὰ τί τοίνυν ὁ μὲν ἐπλούτει, ὁ δὲ ἐθήτευε; μᾶλλον δὲ διὰ τί ὁ μὲν Ἡσαῦ ἐπλούτει, ἄδικος ὢν καὶ ἀδελφοκτόνος, οὗτος δὲ ἐν δουλείᾳ ἦν χρόνον τοσοῦτον; διὰ τί πάλιν ὁ μὲν Ἰσαὰκ μετὰ ἀδείας ἔζησε τὸν ἅπαντα χρόνον, ὁ δὲ Ἰακὼβ ἐν μόχθοις καὶ ταλαιπωρίαις· διὸ καὶ ἔλεγε, Μικραὶ καὶ πονηραὶ αἱ ἡμέραι μου. Διὰ τί ὁ μὲν Δαυῒδ προφήτης ὢν καὶ βασιλεὺς, καὶ αὐτὸς τὸν ἅπαντα χρόνον ἐν πόνοις ἔζησεν· ὁ δὲ Σολομὼν ὁ υἱὸς τούτου τεσσαράκοντα ἔτη πάντων ἀνθρώπων ἀδεέστερον διῆγεν, εἰρήνης ἀπολαύων βαθείας, δόξης, τιμῆς, καὶ τρυφῆς ἅπαν ἐπιὼν εἶδος; τί δήποτε καὶ ἐν τοῖς προφήταις ὁ μὲν μειζόνως, ὁ δὲ ἐλαττόνως ἐθλίβετο; Ὅτι ἑκάστῳ οὕτω συμφέρον ἦν. Διὸ ἑκάστῳ ἀντιλέγειν χρὴ, Τὰ κρίματά σου ἄβυσσος πολλή. Εἰ γὰρ τοὺς μεγάλους ἐκείνους καὶ θαυμαστοὺς οὐχ ὁμοίως ἐγύμναζεν ὁ Θεὸς, ἀλλὰ τὸν μὲν διὰ πενίας, τὸν δὲ διὰ πλούτου, καὶ τὸν μὲν δι' ἀνέσεως, τὸν δὲ διὰ θλίψεως, πολλῷ μᾶλλον νῦν ταῦτα ἐννοεῖν χρή. Μετὰ δὲ τούτου κἀκεῖνο λογίζεσθαι δεῖ, ὅτι πολλὰ τῶν συμβαινόντων οὐ κατὰ τὴν αὐτοῦ γίνεται γνώμην, ἀλλ' ἀπὸ τῆς ἡμετέρας κακίας. Μὴ τοίνυν λέγε, Διὰ τί ὁ μὲν πλούσιος φαῦλος ὢν, ὁ δὲ πένης δίκαιος ὤν; Μάλιστα μὲν γὰρ καὶ τούτων ἔστι δοῦναι λόγον, καὶ εἰπεῖν· Ὅτι οὔτε ὁ δίκαιος ἀπὸ τῆς πενίας ἔχει τι βλάβος, ἀλλὰ καὶ μείζονα προσθήκην εὐδοκιμήσεως, καὶ ὁ κακὸς ἐφόδιον τιμωρίας τὸν πλοῦτον, ἂν μὴ μεταβάληται, κέκτηται· καὶ πρὸ τῆς κολάσεως δὲ πολλάκις κακῶν αἴτιος αὐτῷ γέγονεν ὁ πλοῦτος πολλῶν, καὶ εἰς μύρια ἤγαγε βάραθρα. Ὁ δὲ Θεὸς ἀφίησιν, ὁμοῦ τε δεικνὺς τὸ αὐτεξούσιον τῆς προαιρέσεως, ὁμοῦ τε τοὺς ἄλλους παιδεύων μὴ μαίνεσθαι μηδὲ λυττᾷν περὶ τὰ χρήματα. Τί οὖν, ὅταν πονηρός τις ὢν πλουτῇ, καὶ μηδὲν πάσχῃ δεινόν; φησίν· ἂν μὲν γὰρ ἀγαθὸς ὢν πλουτῇ, δικαίως· ἂν δὲ πονηρὸς, τί ἐροῦμεν; Ὅτι καὶ ταύτῃ ἐλεεινός· πλοῦτος γὰρ πονηρίᾳ προσγινόμενος ἐπιτρίβει τὸ πάθος. Ἀλλ' ἀγαθός ἐστι, καὶ πένεται; Ἀλλ' οὐδὲν βλάπτεται. Ἀλλὰ πονηρός ἐστι, καὶ πένεται; Οὐκοῦν δικαίως καὶ κατ' ἀξίαν, μᾶλλον δὲ καὶ χρησίμως αὐτῷ. Ἀλλ' ὁ δεῖνα, φησὶ, παρὰ προγόνων ἐδέξατο πλοῦτον, καὶ σκορπίζει τοῦτον εἰς πόρνας καὶ παρασίτους, καὶ οὐδὲν πάσχει δεινόν. Τί φῄς; πορνεύει, καὶ λέγεις, Οὐδὲν πάσχει δεινόν; μεθύει, καὶ νομίζεις αὐτὸν τρυφᾷν; εἰς οὐδὲν δέον δαπανᾷ, καὶ ζηλωτὸν αὐτὸν εἶναι φῄς; καὶ τί χεῖρον γένοιτ' ἂν τούτου τοῦ τὴν ψυχὴν λυμαινομένου; Σὺ δὲ, εἰ μὲν τὸ σῶμα διέστραπτο καὶ πεπήρωτο, μυρίων ἂν ἔφης ἄξιον αὐτὸν εἶναι δακρύων, τὴν δὲ ψυχὴν αὐτοῦ πᾶσαν πεπηρωμένην ὁρῶν, καὶ μακάριον νομίζεις; Ἀλλ' οὐκ αἰσθάνεται, φησί. Καὶ δι' αὐτὸ μὲν οὖν τοῦτο πάλιν ἐλεεινὸς, ὥσπερ οἱ παραπαίοντες. Ὁ μὲν γὰρ εἰδὼς, ὅτι νοσεῖ, καὶ τὸν ἰατρὸν ἐπιζητήσει πάντως, καὶ φαρμάκων ἀνέξεται· ὁ δὲ ἀγνοῶν, οὐδὲ ἀπαλλαγῆναι δυνήσεται. Τοῦτον οὖν μακαρίζεις; εἰπέ μοι. Ἀλλ' οὐδὲν θαυμαστόν· φιλοσοφίας γὰρ οἱ πλείους ἄπειροι. Διὰ τοῦτο τὴν ἐσχάτην τίνομεν δίκην, κολαζόμενοι, καὶ οὐδὲ ἀπαλλαττόμενοι τῆς τιμωρίας· διὰ τοῦτο θυμοὶ καὶ ἀθυμίαι καὶ θόρυβοι διηνεκεῖς, ἐπειδὴ βίον ἄλυπον δείξαντος ἡμῖν τοῦ Θεοῦ, τὸν τῆς ἀρετῆς, ἡμεῖς ταύτην ἀφέντες, ἑτέραν τέμνομεν ὁδὸν τὴν τοῦ πλούτου καὶ τῶν χρημάτων, τὴν μυρίων γέμουσαν κακῶν· καὶ ταὐτὸν ποιοῦμεν, ὥσπερ ἂν εἴ τις σωμάτων οὐκ εἰδὼς διακρίνειν κάλλος, ἀλλὰ τὸ πᾶν τοῖς ἱματίοις τιθέμενος καὶ τῷ περικειμένῳ κόσμῳ, τὴν μὲν ὡραίαν γυναῖκα καὶ φυσικὸν κάλλος κεκτημένην ἰδὼν παραδράμοι· τὴν δὲ αἰσχρὰν καὶ δυσειδῆ καὶ τὸ σῶμα ἀνάπηρον, καλὰ ἱμάτια ἔχουσαν θεασάμενος, γυναῖκα ἀγάγοιτο. Τοιοῦτόν τι καὶ νῦν περὶ τὴν ἀρετὴν καὶ τὴν κακίαν πάσχουσιν οἱ πολλοὶ, τὴν μὲν αἰσχρὰν φύσει προσιέμενοι διὰ τὸν ἔξωθεν αὐτῆς κόσμον, τὴν δὲ ὡραίαν καὶ εὔμορφον ἀποστρεφόμενοι διὰ τὸ γυμνὸν αὐτῆς κάλλος, δι' ὃ μάλιστα αὐτὴν ἑλέσθαι ἐχρῆν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg156.local001/.
