# In epistulam i ad Corinthios (homiliae 1-44) 5.1-18

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44), Καθάπερ γὰρ τὸ σῶμα ἕν ἐστι, καὶ μέλη ἔχει πολλὰ, πάντα δὲ τὰ μέλη τοῦ σώματος πολλὰ ὄντα, ἕν ἐστι σῶμα· οὕτω καὶ ὁ Χριστός.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-i-ad-corinthios-homiliae-1-44/5.1-18

Τὰ αὐτὰ καὶ ἐκεῖνοι, καὶ πλείονα τούτων διὰ τῆς ὄψεως συμβουλεύουσι, καὶ διὰ τῆς πείρας αὐτῆς, ἥτις καὶ σαφεστέρα ἐστὶ παραίνεσις. Πόσοι γοῦν τῶν ἔξω καθημένων νῦν ἤκμασαν ἐν νεότητι, καὶ μεγάλα εἰργάσαντο; πόσοι τῶν εἰδεχθῶν τούτων καὶ ἐπὶ τῇ τοῦ σώματος ἰσχύι καὶ τῇ τῆς ὄψεως ὥρᾳ πολλοὺς παρήλασαν; Ἀλλὰ μὴ ἀπιστεῖτε, μηδὲ χλευάζετε· καὶ γὰρ μυρίων γέμει τοιούτων ὑποδειγμάτων ὁ βίος. Εἰ γὰρ βασιλεῖς ἐξ εὐτελῶν καὶ ταπεινῶν πολλοὶ πολλάκις ἐγένοντο, τί θαυμαστὸν, καὶ ἐκ μεγάλων καὶ ἐνδόξων ταπεινοὶ καὶ εὐτελεῖς κατέστησαν; καὶ γὰρ τὸ πολλῷ παραδοξώτερον ἐκεῖνό ἐστι· τοῦτο δὲ τῶν ἀεὶ συμβαινόντων. Ὥστε οὐ χρὴ διαπιστεῖν, εἴ τινες τούτων καὶ ἐν τέχναις καὶ ἐν στρατείαις ἤνθησαν καὶ ἐν χρημάτων περιουσίαις, ἀλλὰ καὶ ἐλεεῖν αὐτοὺς μετὰ πολλῆς τῆς συμπαθείας, καὶ ὑπὲρ ἑαυτῶν δεδοικέναι, μή ποτε καὶ αὐτοὶ τὰ αὐτὰ πάθωμεν. Καὶ γὰρ καὶ ἡμεῖς ἄνθρωποι, καὶ ὑπὸ τὴν ὀξύῤῥοπον ταύτην κείμεθα μεταβολήν. Ἀλλ' ἴσως τῶν ἀγνωμόνων τις καὶ σκώπτειν εἰωθότων καὶ ἐπισκήψει τοῖς εἰρημένοις, καὶ κωμῳδήσει πάντως ἡμᾶς λέγων· Μέχρι τίνος οὐ παύσῃ πένητας ἀεὶ καὶ πτωχοὺς ἐν τοῖς λόγοις εἰσάγων, καὶ συμφορὰς ἡμῖν προφητεύων, καὶ πενίαν προαναφωνῶν, καὶ πτωχοὺς ποιῆσαι σπουδάζων; Οὐ πτωχοὺς ὑμᾶς σπουδάζων ποιῆσαι, ἄνθρωπε, ταῦτα λέγω, ἀλλὰ τοῦ οὐρανοῦ τὸν πλοῦτον ὑμῖν ἀνοῖξαι σπεύδων. Ἐπεὶ καὶ πρὸς τὸν ὑγιαίνοντα ὁ τῶν ἀῤῥωστούντων μεμνημένος καὶ τὰς ἐκείνων διηγούμενος ὀδύνας, οὐχ ἵνα ἐπίνοσον ποιήσῃ, λέγει, ἀλλ' ἵνα ἐπὶ τῆς ὑγιείας διατηρήσῃ, τῷ φόβῳ τῶν ἐκείνοις συμβαινόντων τὴν τούτου ῥᾳθυμίαν ἐκκόπτων. Φοβερὸν ὑμῖν ἡ πενία εἶναι δοκεῖ, καὶ φρικτὸν καὶ μέχρι προσηγορίας αὐτῆς. Διὰ γὰρ τοῦτο πένητές ἐσμεν, ὅτι πενίαν δεδοίκαμεν, κἂν μύρια ἔχωμεν τάλαντα. Οὐ γὰρ ὁ μηδὲν ἔχων, πένης, ἀλλ' ὁ πενίαν φρίττων· ἐπεὶ καὶ ἐν ταῖς συμφοραῖς οὐ τοὺς τὰ μεγάλα πάσχοντας κακὰ δακρύομεν καὶ ἀθλίους ἡγούμεθα, ἀλλὰ τοὺς οὐκ εἰδότας αὐτὰ φέρειν, κἂν μικρὰ τύχῃ ὄντα· ὡς ὅ γε φέρειν εἰδὼς καὶ ἐπαίνων ἄξιος καὶ στεφάνων. Καὶ ὅτι τοῦτο τοῦτον ἔχει τὸν τρόπον, ἐν τοῖς ἀγῶσι τίνας ἐπαινοῦμεν; τοὺς πολλὰ τυπτομένους καὶ μὴ ἀλγοῦντας, ἀλλ' ὑψηλὸν τὸν αὐχένα ἔχοντας, ἢ τοὺς ἀπὸ τῶν πρώτων φεύγοντας πληγῶν; οὐχὶ ἐκείνους μὲν καὶ στεφανοῦμεν, ὡς ἀνδρείους καὶ γενναίους, τούτους δὲ καὶ γελῶμεν, ὡς ἀνάνδρους καὶ δειλούς; Οὕτω τοίνυν καὶ ἐπὶ τῶν τοῦ βίου πραγμάτων ποιῶμεν· τὸν μὲν εὐκόλως ἅπαντα φέροντα στεφανώσωμεν, καθάπερ ἐκεῖνον τὸν γενναῖον παγκρατιαστήν· τοῦτον δὲ δακρύσωμεν τὸν δεδοικότα καὶ τρέμοντα τὰ δεινὰ, καὶ πρὶν ἢ δέξασθαι πληγὴν ἀποτεθνηκότα τῷ δέει. Καὶ γὰρ ἐπὶ τῶν ἀγώνων εἴ τις, πρὶν ἢ χεῖρας ἀντᾶραι, τὸν ἀντίπαλον ἰδὼν τὴν δεξιὰν τείνοντα μόνον ἀποφύγοι, κἂν μὴ δέξηται πληγὴν, καταγέλαστος ἔσται, ὡς ἄτονος καὶ μαλακὸς καὶ πόνων ἄπειρος τοιούτων· οἷον καὶ ἐπὶ τούτων συμβαίνει τῶν πενίαν δεδοικότων, καὶ οὐδὲ τὴν προσδοκίαν αὐτῆς ἐνεγκεῖν δυναμένων. Οὐκ ἄρα ἡμεῖς ποιοῦμεν ὑμᾶς ἀθλίους, ἀλλ' ὑμεῖς ἑαυτούς. Πῶς γὰρ οὐ καταπαίξεταί σου λοιπὸν ὁ διάβολος, καὶ πρὸ τῆς πληγῆς τὴν ἀπειλὴν ὁρῶν δεδοικότα καὶ τρέμοντα; Μᾶλλον δὲ, ὅταν ἀπειλὴν τοῦτο νομίζῃς, οὐ δεήσεται λοιπὸν οὐδὲ πλῆξαι, ἀλλ' ἀφεὶς ἔχειν τὸν πλοῦτον, τῇ προσδοκίᾳ τῆς ἀφαιρέσεως κηροῦ παντὸς μαλακώτερόν σε ἐργάσεται. Καὶ γὰρ πεφύκαμεν, ὡς εἰπεῖν, ἅπερ δεδοίκαμεν, μετὰ τὸ παθεῖν οὐχ οὕτω νομίζειν εἶναι φοβερὰ, ὥσπερ ἔμπροσθεν καὶ πρὸ τῆς πείρας. Ἵν' οὖν μηδὲ ταύτην κτήσῃ τὴν ἀρετὴν, ἐν ἀκμάζοντί σε κατέχει φόβῳ, πρὸ τῆς πείρας τῷ φόβῳ τῆς πενίας ὥσπερ κηρὸν πυρὶ κατατήκων. Καὶ γὰρ κηροῦ παντὸς μαλακώτερος ὁ τοιοῦτος, καὶ αὐτοῦ τοῦ Κάϊν ἀθλιώτερον βίον ζών, ὑπὲρ μὲν ὧν πλεονεκτεῖ δεδοικὼς, ὑπὲρ δὲ ὧν οὐκ ἔχει ἀλγῶν· καὶ ὑπὲρ ὧν ἔχει τρέμων πάλιν, ἅτε δραπέτην ἀγνώμονα κατέχων ἔνδον τὸν πλοῦτον, καὶ ποικίλοις τισὶ καὶ ἀτόποις πολιορκούμενος πάθεσι. Καὶ γὰρ ἐπιθυμία ἄτοπος καὶ φόβος πολυειδὴς καὶ ἀγωνία καὶ τρόμος πανταχόθεν αὐτοὺς χειμάζουσι· καὶ ἐοίκασι πλοίῳ πάντοθεν ἐναντίοις ἀνέμοις ἐλαυνομένῳ, καὶ πολλὰς ὑπομένοντι τὰς τρικυμίας. Καὶ πόσῳ βέλτιον τὸν τοιοῦτον ἀπελθεῖν, ἢ διηνεκῆ φέρειν χειμῶνα; ἐπεὶ καὶ τὸν Κάϊν ἀνεκτότερον ἦν ἀποθανεῖν, ἢ διαπαντὸς τρέμειν. Ἵν' οὖν μὴ καὶ ἡμεῖς ταῦτα πάσχωμεν, καταγελάσωμεν τῆς τοῦ διαβόλου μηχανῆς, διαῤῥήξωμεν αὐτοῦ τὰ σχοινία, διακόψωμεν τοῦ χαλεποῦ δόρατος τὴν αἰχμὴν, καὶ πᾶσαν ἔφοδον ἀποτειχίσωμεν. Ἂν γὰρ χρημάτων καταγελάσῃς, οὐκ ἔχει ποῦ πλήξαι, οὐκ ἔχει πόθεν ἐπιλάβηται· τὴν γὰρ ῥίζαν ἀνέσπασας τῶν κακῶν· ῥίζης δὲ οὐκ οὔσης, οὐδὲ καρπὸς βλαστήσει πονηρός. Ταῦτα λέγωμεν μὲν ἀεὶ, καὶ λέγοντες οὐ παυώμεθα· εἰ δέ τι λέγοντες ἀνύομεν, ἡ ἡμέρα δείξει ἐκείνη ἡ ἐν πυρὶ ἀποκαλυπτομένη, ἡ τὸ ἑκάστου ἔργον δοκιμάζουσα, ἡ τὰς λαμπάδας δεικνύουσα τὰς λαμπρὰς καὶ τὰς οὐ τοιαύτας. Τότε καὶ ὁ ἔχων τὸ ἔλαιον, καὶ ὁ μὴ ἔχων, δῆλος ἔσται. Ἀλλὰ μηδένα γένοιτο τότε εὑρεθῆναι ταύτης ἔρημον τῆς παραμυθίας, ἀλλὰ πάντας δαψιλῆ τὴν φιλανθρωπίαν ἐπιφερομένους, καὶ φαιδρὰς ἔχοντας τὰς λαμπάδας, συνεισελθεῖν τῷ νυμφίῳ· ὡς οὐδὲν τῆς φωνῆς ἐκείνης φοβερώτερον καὶ ὀδυνηρότερον, ἢν οἱ χωρὶς ἐλεημοσύνης δαψιλοῦς ἀπιόντες τότε ἀκούσονται τοῦ νυμφίου λέγοντος, Οὐκ οἶδα ὑμᾶς. Ἀλλὰ μήποτε ταύτης ἀκούσαιμεν τῆς φωνῆς, ἀλλὰ τῆς ἡδίστης ἐκείνης καὶ ποθεινοτάτης, Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. Οὕτω γὰρ καὶ τὸν μακάριον ζησόμεθα βίον, καὶ τῶν ἀγαθῶν ἀπολαυσόμεθα πάντων τῶν καὶ νοῦν ὑπερβαινόντων ἀνθρώπινον· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ, καὶ τὰ ἑξῆς.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg156.local001/.
