Ancient Greek
Εἴτε δὲ προφητεῖαι καταργηθήσονται, εἴτε γλῶσσαι παύσονται, εἴτε γνῶσις καταργηθήσεται.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44) 5.1-21
Not analysed yet
Καὶ ἵνα τοῦτο σαφέστερον ἴδῃς, ποιήσωμεν, εἰ δοκεῖ, δύο πόλεις, τὴν μὲν πλουσίων μόνον, τὴν δὲ πενήτων· καὶ μήτε ἐν τῇ τῶν πλουτούντων ἔστω τις πένης, μήτε ἐν τῇ τῶν πενήτων ἔστω τις πλούσιος ἀνὴρ, ἀλλ' ἐκκαθάρωμεν ἀκριβῶς ἑκατέρας, καὶ ἴδωμεν ποία μᾶλλον ἀρκέσαι ἑαυτῇ δυνήσεται. Ἐὰν γὰρ εὕρωμεν τὴν τῶν πενήτων δυναμένην, εὔδηλον ὅτι οἱ πλούσιοι τούτων μᾶλλον δεήσονται. Οὐκοῦν ἐν μὲν ἐκείνῃ τῇ τῶν εὐπόρων οὐδεὶς ἔσται δημιουργὸς, οὐκ οἰκοδόμος, οὐ τέκτων, οὐχ ὑποδηματοῤῥάφος, οὐκ ἀρτοποιὸς, οὐ γεωργὸς, οὐ χαλκοτύπος, οὐ σχοινοστρόφος, οὐκ ἄλλο τῶν τοιούτων οὐδέν. Τίς γὰρ ἂν ἕλοιτο τῶν πλουτούντων ταῦτα μετιέναι ποτὲ, ὅπου γε καὶ αὐτοὶ οἱ ταῦτα μεταχειρίζοντες, ὅταν εὐπορήσωσιν, οὐκ ἀνέχονται τῆς ἀπὸ τῶν ἔργων τούτων ταλαιπωρίας; Πῶς οὖν ἡμῖν ἡ πόλις στήσεται αὕτη; Δόντες, φησὶν, ἀργύριον οἱ πλουτοῦντες, ταῦτα ὠνήσονται παρὰ τῶν πενήτων. Οὐκοῦν οὐκ ἀρκέσουσιν ἑαυτοῖς, εἴ γε ἐκείνων δέονται. Πῶς δὲ οἰκίας οἰκοδομήσονται; ἢ καὶ τοῦτο ὠνήσονται; ἀλλ' οὐκ ἂν ἔχοι τοῦτο φύσις. Οὐκοῦν ἀνάγκη τοὺς τεχνίτας ἐκεῖ καλεῖν, καὶ διαφθείρειν τὸν νόμον, ὃν ἐθήκαμεν ἐξ ἀρχῆς τὴν πόλιν οἰκίζοντες· μέμνησθε γὰρ, ὅτε ἐλέγομεν, μηδεὶς ἔστω πένης ἔνδον. Ἀλλ' ἰδοὺ ἡ χρεία, καὶ μὴ βουλομένων ἡμῶν, ἐκάλεσεν αὐτοὺς καὶ εἰσήγαγεν. Ὅθεν δῆλον, ὡς ἀδύνατον χωρὶς πενήτων συστῆναι πόλιν. Εἰ γὰρ μένοι ἡ πόλις μηδένα παραδεχομένη τούτων, οὐκέτι ἔσται πόλις, ἀλλ' ἀπολεῖται. Οὐκοῦν οὐκ ἀρκέσει ἑαυτῇ, εἰ μὴ καθάπερ τινὰς σωτῆρας τοὺς πένητας παρ' ἑαυτῇ συναγάγοι. Ἴδωμεν δὲ καὶ τὴν τῶν πενήτων πόλιν, εἰ καὶ αὕτη ὁμοίως ἐνδεῶς διακείσεται τῶν πλουτούντων ἐστερημένη. Καὶ πρότερον διακαθάρωμεν τῷ λόγῳ τὸν πλοῦτον, καὶ δείξωμεν αὐτὸν σαφῶς. Τί ποτ' οὖν ἐστι πλοῦτος; Χρυσὸς καὶ ἄργυρος, καὶ λίθοι τίμιοι, καὶ ἱμάτια σηρικὰ καὶ ἁλουργὰ καὶ διάχρυσα. Ἐπεὶ οὖν ἐφάνη τί ποτέ ἐστιν ὁ πλοῦτος, ἀπελάσωμεν αὐτὸν τῆς τῶν πενήτων πόλεως, εἰ μέλλοιμεν καθαρῶς πόλιν πενήτων ποιεῖν, καὶ μηδὲ ὄναρ ἐκεῖ φαινέσθω χρυσίον, μηδὲ ἱμάτια τοιαῦτα· εἰ δὲ βούλει, μηδὲ ἄργυρος, μηδὲ τὰ ἐξ ἀργύρου σκεύη. Τί οὖν; παρὰ τοῦτο ἐνδεῶς ζήσεται τὰ τῆς πόλεως ταύτης, εἰπέ μοι; Οὐδέν. Ἄν τε γὰρ οἰκοδομεῖν δέῃ, οὐ χρυσοῦ καὶ ἀργύρου δεῖ καὶ μαργαριτῶν, ἀλλὰ τέχνης καὶ χειρῶν, χειρῶν δὲ οὐχ ἁπλῶς, ἀλλὰ τετυλωμένων, καὶ δακτύλων ἀπεσκληκότων, καὶ ἰσχύος πολλῆς, καὶ ξύλων καὶ λίθων· ἄν τε ὑφαίνειν πάλιν ἱμάτιον, οὐ χρυσοῦ πάλιν ἡμῖν δὲ καὶ ἀργύρου, ἀλλὰ χειρῶν πάλιν καὶ τέχνης καὶ γυναικῶν ἐργαζομένων. Τί δὲ, ἐὰν γεωργεῖν δέῃ καὶ σκάπτειν τὴν γῆν; πλουτούντων ἢ πενομένων χρεία; Παντί που δῆλον, ὅτι πενήτων. Καὶ σίδηρον δὲ ὅταν δέῃ χαλκεύειν, καὶ ἄλλο τι τῶν τοιούτων ποιεῖν, τοῦ δήμου τούτου μάλιστα ἡμῖν δεῖ. Ποῦ οὖν δεησόμεθα τῶν πλουτούντων λοιπόν· πλὴν εἰ μὴ καθελεῖν δέον τὴν πόλιν ταύτην; Εἰ γὰρ ἐπεισελθόντων ἐκείνων εἰς τὴν τοῦ χρυσίου καὶ τὴν τῶν μαργαριτῶν ἐμπέσοιεν ἐπιθυμίαν, οὗτοι οἱ φιλόσοφοι (φιλοσόφους γὰρ ἐγὼ καλῶ τοὺς οὐδὲν περιττὸν ἐπιζητοῦντας), ἀργίᾳ δόντες ἑαυτοὺς καὶ τρυφῇ, πάντα ἀπολοῦσι λοιπόν. Καὶ εἰ μὴ χρήσιμος ὁ πλοῦτος, φησὶ, τίνος ἕνεκεν δέδοται παρὰ τοῦ Θεοῦ; Καὶ πόθεν δῆλον, ὅτι παρὰ τοῦ Θεοῦ τὸ πλουτεῖν; Ἡ Γραφή φησιν, Ἐμὸν τὸ ἀργύριον, καὶ ἐμὸν τὸ χρυσίον, καὶ ᾧ ἐὰν βούλομαι, δώσω αὐτό. Ἐνταῦθα εἰ μὴ πρᾶγμα ἐποίουν αἰσχρὸν, καὶ ἐγέλασα νῦν πλατὺν γέλωτα, τῶν ταῦτα λεγόντων καταγελῶν, ὅτι καθάπερ παιδία μικρὰ τραπέζης ἀπολαύοντα βασιλικῆς, μετ' ἐκείνης τῆς τροφῆς καὶ τὸ προστυχὸν ἅπαν ἐπεμβάλλουσι τῷ στόματι· οὕτω καὶ οὗτοι μετὰ τῶν θείων Γραφῶν καὶ τὰ παρ' ἑαυτῶν συνεισάγουσι. Τὸ μὲν γὰρ, Ἐμὸν τὸ ἀργύριον, καὶ ἐμὸν τὸ χρυσίον, οἶδα εἰρημένον τῷ προφήτῃ· τὸ δὲ, ᾯ ἐὰν θέλω, δώσω αὐτὸ, οὐκέτι προσκείμενον, ἀλλὰ παρὰ τῶν συρφετῶν τούτων ἐπεισενηνεγμένον. Καὶ ἐκεῖνο δὲ τίνος ἕνεκεν εἴρηται ἐρῶ. Ὁ γὰρ προφήτης Ἀγγαῖος ἐπειδὴ συνεχῶς ἐπηγγέλλετο τοῖς Ἰουδαίοις μετὰ τὴν ἐπάνοδον τὴν ἐκ Βαβυλῶνος τὸν ναὸν δείξειν ἐπὶ τοῦ σχήματος τοῦ προτέρου, καὶ ἠπίστουν τῷ λεγομένῳ τινὲς καὶ σχεδὸν ἀδύνατον εἶναι ἐνόμιζον, εἰ μετὰ τὴν τέφραν καὶ τὴν κόνιν τοιοῦτος πάλιν φανεῖται ὁ οἶκος· ἐκεῖνος ἐκλύων αὐτῶν τὴν ἀπιστίαν, ἐκ προσώπου τοῦ Θεοῦ ταῦτα λέγει, ὡς ἂν εἰ ἔλεγε· Τί δεδοίκατε; τί δὲ ἀπιστεῖτε; Ἐμὸν τὸ ἀργύριον, καὶ ἐμὸν τὸ χρυσίον, καὶ οὐ δέομαι, παρ' ἑτέρων δανεισάμενος, οὕτω καλλωπίσαι τὸν οἶκον. Καὶ ὅτι τοῦτό ἐστιν, ἐπήγαγε, Καὶ ἔσται ἡ δόξα τοῦ οἴκου τούτου ἡ ἐσχάτη ὑπὲρ τὴν πρώτην. Μὴ τοίνυν ἀραχνῶν ὑφάσματα ἐπεισάγωμεν τῷ πέπλῳ τῷ βασιλικῷ. Εἰ γὰρ, ἐν ἁλουργίδι εἴ τις ἁλοίη κρόκην παράσημον ἐμπλέκων, τὴν ἐσχάτην δώσει δίκην, πολλῷ μᾶλλον ἐπὶ τῶν πνευματικῶν· οὐδὲ γὰρ τὸ τυχὸν ἐντεῦθεν ἁμάρτημα γίνεται. Καὶ τί λέγω παρὰ προσθήκην καὶ ἀφαίρεσιν; παρὰ στιγμὴν μόνην, καὶ παρὰ ὑπόκρισιν μόνην ἀναγνώσεως πολλὰ πολλάκις ἄτοπα ἐτέχθη νοήματα.