# In epistulam i ad Corinthios (homiliae 1-44) 5.1-22

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44), Διώκετε τὴν ἀγάπην· ζηλοῦτε δὲ τὰ πνευματικὰ, μᾶλλον δὲ ἵνα προφητεύητε.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-i-ad-corinthios-homiliae-1-44/5.1-22

Ὁ δὲ Παῦλος καὶ μισθὸν παρεῖχε τῆς οἰκίας, ἐν ᾗ κατέμενεν ἐν τῇ Ῥώμῃ. Καίτοι γε ὁ τὰ πολλῷ εὐτονώτερα δυνηθεὶς, πολλῷ μᾶλλον τοῦτο ἴσχυσεν ἄν. Ἀλλ' οὐχ ἑώρα πρὸς δόξαν, τὸ χαλεπὸν θηρίον, τὸν δαίμονα τὸν δεινὸν, τὴν λύμην τῆς οἰκουμένης, τὴν ἔχιν τὴν ἰοβόλον. Καθάπερ γὰρ τὸ θηρίον ἐκεῖνο τὴν νηδὺν τῆς τεκούσης διαῤῥήγνυσι τοῖς ὀδοῦσιν, οὕτω καὶ τοῦτο τὸ πάθος τὸν τίκτοντα διασπαράττει. Πόθεν οὖν ἄν τις εὕροι τῷ ποικίλῳ τούτῳ νοσήματι φάρμακον; Εἰ τοὺς καταπατήσαντας αὐτὸ εἰς μέσον ἀγάγοι, καὶ πρὸς τὴν ἐκείνων εἰκόνα βλέπων, οὕτω τὴν ἑαυτοῦ ζωὴν κατευθύνειε. Καὶ γὰρ ὁ πατριάρχης Ἀβραάμ· ἀλλὰ μηδεὶς ἐγκαλείτω ταυτολογίαν, εἰ πολλάκις αὐτοῦ μνημονεύομεν, καὶ ἐπὶ πάντων. Τοῦτο γὰρ μάλιστά ἐστιν ὃ κἀκεῖνον θαυμαστὸν ἀποφαίνει, καὶ τοὺς μὴ ζηλοῦντας αὐτὸν πάσης ἀποστερεῖ συγγνώμης. Εἰ μὲν γὰρ μέρος μέν τι τοῦτον, μέρος δὲ ἕτερον κατωρθωκότα ἐπιδείκνυμεν, εἶπεν ἄν τις καὶ δυσκατόρθωτον εἶναι τὴν ἀρετήν· οὐδὲ γὰρ εἶναι εὔκολον ἑνὶ πάντα ὁμοῦ κατορθοῦν, ὧν μέρος ἕκαστος τῶν ἁγίων ἤνυσεν· ὅταν δὲ εὑρίσκηται εἷς καὶ ὁ αὐτὸς τὰ πάντα ἔχων, ποίαν ἕξουσιν ἀπολογίαν οἱ μετὰ νόμον καὶ χάριν τοῖς πρὸ τοῦ νόμου καὶ τῆς χάριτος εἰς τὸ αὐτὸ μέτρον μὴ δυνάμενοι φθάσαι; Πῶς οὖν οὗτος ὁ πατριάρχης τοῦ θηρίου τούτου περιεγένετο καὶ ἐκράτησεν, ἡνίκα πρὸς τὸν ἀδελφιδοῦν ἀμφισβήτησιν εἶχε; Καὶ γὰρ ἐλαττωθεὶς, καὶ τῶν πρωτείων ἀποτυχὼν, οὐκ ἤλγησεν. Ἴστε δὲ ὅτι ἐν τοῖς τοιούτοις ἡ αἰσχύνη τῆς ζημίας χείρων τοῖς μικροψύχοις, καὶ μάλιστα ὅταν αὐτὸς ἁπάντων κύριος ὢν, καθάπερ ἐκεῖνος τότε, καὶ τῆς τιμῆς πρότερος ἄρξας, μὴ ἀντιτιμῷτο. Ἀλλ' ὅμως οὐδὲν τούτων ἐκεῖνον ἔδακνεν, ἀλλὰ καὶ τὰ δεύτερα ἔχων ἔστεργε, καὶ ἀδικηθεὶς παρὰ τοῦ νέου ὁ πρεσβύτης, καὶ παρὰ τοῦ ἀδελφιδοῦ ὁ θεῖος οὐκ ἠγανάκτει, οὐδὲ ἐδυσχέραινεν, ἀλλὰ καὶ ἐφίλει ὁμοίως καὶ ἐθεράπευε. Πάλιν νικήσας τὸν πόλεμον ἐκεῖνον τὸν μέγαν καὶ φοβερὸν, καὶ τοὺς βαρβάρους κατὰ κράτος ἐλάσας, οὐκ ἐμπομπεύει τῇ νίκῃ, οὐδὲ τρόπαιον ἵστησι· σῶσαι γὰρ ἐβούλετο μόνον, οὐκ ἐπιδείξασθαι. Ξένους ἐδέχετο πάλιν, καὶ οὐδὲ ἐνταῦθα ἐκενοδόξει, ἀλλ' αὐτὸς καὶ προσέτρεχε καὶ προσεκύνει, οὐχ ὡς εὖ ποιῶν, ἀλλ' ὡς εὖ πάσχων, καὶ κυρίους καλεῖ, οὐδὲ εἰδὼς τίνες ποτέ εἰσιν οἱ παραγενόμενοι, καὶ παρίστησι τὴν γυναῖκα ἐν τάξει θεραπαινίδος. Καὶ ἐν Αἰγύπτῳ δὲ πρὸ τούτου θαυμαστὸς οὕτω φανεὶς, καὶ αὐτὴν ταύτην τὴν γυναῖκα ἀπολαβὼν, καὶ τοσαύτης ἀπολαύσας τιμῆς, πρὸς οὐδένα ἐπιδείκνυται· ἀλλ' οἱ μὲν ἐγχώριοι καὶ βασιλέα αὐτὸν ἐκάλουν, αὐτὸς δὲ καὶ τιμὴν κατέβαλε τοῦ τάφου. Καὶ ἡνίκα δὲ ἔπεμπε μνηστευσόμενος τῷ παιδὶ, οὐδὲν ἐκέλευσε μέγα περὶ αὐτοῦ καὶ λαμπρὸν εἰπεῖν, ἀλλ' ἁπλῶς ἀγαγεῖν τὴν νύμφην. Βούλει καὶ τοὺς ἐπὶ τῆς χάριτος ἐξετάσαι, ὅτε πολλὴ πανταχόθεν αὐτοὺς περιέῤῥει τῆς διδασκαλίας ἡ δόξα, καὶ ἰδεῖν καὶ τότε τοῦτο τὸ πάθος ἐκβεβλημένον; Ἐννόησόν μοι τοῦτον αὐτὸν τὸν ταῦτα λέγοντα, πῶς ἀεὶ τὸ πᾶν ἀνατίθησι τῷ Θεῷ, πῶς τῶν μὲν ἁμαρτημάτων αὑτοῦ μέμνηται συνεχῶς, τῶν δὲ κατορθωμάτων οὐκέτι. Πλὴν εἴ ποτε μαθητὰς ἐπανορθῶσαι δέοι, κἂν ἀναγκασθῇ ποιῆσαι τοῦτο, ἀφροσύνην τὸ πρᾶγμα καλεῖ, καὶ τῶν πρωτείων τῷ Πέτρῳ παραχωρεῖ, καὶ οὐκ αἰσχύνεται ἐργαζόμενος παρὰ Πρισκίλλῃ καὶ Ἀκύλᾳ, καὶ πανταχοῦ ταπεινὸν ἑαυτὸν ἐσπούδακε δεικνύναι, οὐ σοβῶν ἐπὶ τῆς ἀγορᾶς, οὐδὲ ὄχλους περιφέρων, ἀλλ' ἐν τοῖς ἀσήμοις κατατάττων ἑαυτόν. Διὸ καὶ ἔλεγεν, Ἡ δὲ παρουσία τοῦ σώματος ἀσθενὴς, τουτέστιν, εὐκαταφρόνητος καὶ οὐδὲν ἔχουσα κομψόν· καὶ πάλιν, Εὔχομαι ὑμᾶς μὴ ποιῆσαι κακὸν μηδὲν, ἵνα μὴ ἡμεῖς δόκιμοι φανῶμεν. Καὶ τί θαυμαστὸν, εἰ δόξης καταφρονεῖ ταύτης; Ὁ γὰρ τῆς ἄνω δόξης καταφρονῶν καὶ βασιλείας καὶ γεέννης διὰ τὸ τῷ Χριστῷ δοκοῦν (καὶ γὰρ ἀνάθεμα εὔχεται εἶναι ἀπὸ τοῦ Χριστοῦ ὑπὲρ τῆς τοῦ Χριστοῦ δόξης· κἂν γὰρ ὑπὲρ Ἰουδαίων τοῦτο λέγῃ βούλεσθαι πάσχειν, διὰ τοῦτο λέγει, ἵνα μὴ δόξῃ τις τῶν ἀνοήτων ἐπιλαμβάνεσθαι τῶν ἐπαγγελιῶν τῶν πρὸς αὐτοὺς γεγενημένων)· εἰ τοίνυν ἐκεῖνα παραδραμεῖν ἕτοιμος, τί θαυμάζεις, εἰ τὰ ἀνθρώπων ὑπερορᾷ; Ἀλλὰ τοὺς νῦν ἅπαντα βαπτίζει, οὐ δόξης ἐπιθυμία μόνον, ἀλλὰ καὶ τοὐναντίον ὕβρις καὶ ἀτιμίας δέος. Ἄν τε γὰρ ἐπαινέσῃ τις, ἐφυσήθης, ἄν τε ψέξῃ, κατηνέχθης ἄν. Καὶ καθάπερ τὰ ἀσθενῆ σώματα καὶ ἀπὸ τῶν τυχόντων ἐπηρεάζεται, οὕτω καὶ αἱ χαμαίζηλοι ψυχαί. Τοὺς γὰρ τοιούτους οὐ πενία μόνον, ἀλλὰ καὶ πλοῦτος ἀπόλλυσιν, οὐ λύπη μόνον, ἀλλὰ καὶ χαρὰ, καὶ τὰ χρηστὰ μᾶλλον ἢ τὰ λυπηρά. Ἡ μὲν γὰρ πενία καὶ σωφρονεῖν ἀναγκάζει, ὁ δὲ πλοῦτος καὶ εἰς κακόν τι μέγα ἐξάγει πολλάκις. Καὶ ὥσπερ οἱ πυρέττοντες πρὸς πάντα εἰσὶ δυσάρεστοι, οὕτω καὶ οἱ διεφθαρμένοι τὴν ψυχὴν πάντοθεν πλήττονται.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg156.local001/.
