# In epistulam i ad Corinthios (homiliae 1-44) 5.1-25

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44), Εἴτε οὖν ἐγὼ, εἴτε ἐκεῖνοι, οὕτω κηρύσσομεν, καὶ οὕτως ἐπιστεύσατε.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-i-ad-corinthios-homiliae-1-44/5.1-25

Μετὰ δὲ τούτων καὶ ἑτέρας αἰτίας ἐροῦμεν. Τέως καὶ ἐκεῖνο ἀναγκαῖον εἰπεῖν, ὅτι καὶ περὶ ἀναστάσεως ὁ λόγος ἦν τῷ Παύλῳ, πράγματος ἀδυνάτου δοκοῦντος εἶναι καὶ σφόδρα ἀπιστουμένου· καὶ πρὸς Κορινθίους ἐπέστελλεν, ἔνθα πλείους οἱ φιλόσοφοι οἱ τὰ τοιαῦτα κωμῳδοῦντες ἀεί. Καὶ γὰρ ἐν τοῖς ἄλλοις ἀλλήλοις συῤῥηγνύμενοι, ἐν τούτῳ πάντες, ἅτε ἐξ ἑνὸς στόματος, συνέπνευσαν, δογματίζοντες μὴ εἶναι ἀνάστασιν. Ἀγωνιζόμενος τοίνυν ὑπὲρ τοιαύτης ὑποθέσεως οὕτως ἀπιστουμένης καὶ καταγελωμένης καὶ διὰ τὴν πρόληψιν τὴν γεγενημένην καὶ διὰ τὴν τοῦ πράγματος δυσκολίαν, καὶ βουλόμενος κατασκευάσαι τὸ δυνατὸν, πρῶτον ἐκ τῆς ἀναστάσεως τοῦ Χριστοῦ τοῦτο ἐργάζεται· καὶ ἀποδείξας αὐτὴν καὶ ἀπὸ τῶν προφητῶν καὶ ἀπὸ τῶν ἑωρακότων καὶ ἀπὸ τῶν πιστευσάντων, ἐπειδὴ ἔλαβεν ὡμολογημένην τὴν εἰς ἄτοπον ἀπαγωγὴν, καὶ τὴν τῶν ἀνθρώπων κατασκευάζει λοιπόν· Εἰ γὰρ νεκροὶ οὐκ ἐγείρονται, φησὶν, οὐδὲ Χριστὸς ἐγήγερται. Εἶτα συνεχῶς ταῦτα ἀντιστρέψας ἐν τοῖς ἔμπροσθεν, ἑτέρως πάλιν ἐπιχειρεῖ, ἀπαρχὴν αὐτὸν καλῶν, καὶ δεικνὺς καταργοῦντα πᾶσαν ἀρχὴν καὶ ἐξουσίαν καὶ δύναμιν καὶ θάνατον ἔσχατον. Πῶς οὖν καταργηθείη, φησὶν, ἐὰν μὴ πρότερον, ἅπερ εἶχεν, ἀποβάλῃ σώματα; Ἐπεὶ οὖν μεγάλα περὶ τοῦ Μονογενοῦς ἐφθέγξατο, ὅτι παραδίδωσι τὴν βασιλείαν, τουτέστιν, ὅτι αὐτὸς ἀνύει ταῦτα, καὶ αὐτὸς τὸν πόλεμον νικᾷ, καὶ πάντα τίθησιν ὑπὸ τοὺς πόδας αὐτοῦ, ἐπήγαγε, τὴν ἀπιστίαν τῶν πολλῶν διορθούμενος· Δεῖ γὰρ αὐτὸν βασιλεύειν, ἄχρις οὗ ἂν θῇ πάντας τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ. Οὐ τέλος ἐπιτιθεὶς τῇ βασιλείᾳ τὸ, Ἄχρις, εἶπεν, ἀλλ' ἀξιόπιστον ποιῶν τὸ εἰρημένον, καὶ θαῤῥεῖν παρασκευάζων. Μὴ γὰρ, ἐπειδὴ ἤκουσας, φησὶν, ὅτι καταργήσει πᾶσαν ἀρχὴν καὶ ἐξουσίαν καὶ δύναμιν, καὶ τὸν διάβολον καὶ τὰς τῶν δαιμόνων φάλαγγας τὰς τοσαύτας, καὶ τῶν ἀπίστων τὰ πλήθη καὶ τοῦ θανάτου τὴν τυραννίδα καὶ τὰ κακὰ ἅπαντα, φοβηθῇς, ὡς ἀτονοῦντος αὐτοῦ· ἕως γὰρ ἂν ποιήσῃ ταῦτα πάντα, δεῖ βασιλεύειν αὐτόν· οὐ τοῦτο λέγων, ὅτι μετὰ τὸ ποιῆσαι οὐ βασιλεύει, ἀλλ' ἐκεῖνο κατασκευάζων, ὅτι κἂν μὴ νῦν γένηται, πάντως ἔσται. Οὐ γὰρ διακόπτεται αὐτοῦ ἡ βασιλεία· κρατεῖ γὰρ καὶ ἰσχύει καὶ μένει, ἕως ἂν πάντα κατορθώσῃ. Τοῦτο δὲ τὸ ἔθος καὶ ἐν τῇ Παλαιᾷ εὕροι τις ἂν, ὡς ὅταν λέγῃ, Τὸ δὲ ῥῆμα Κυρίου μένει εἰς τὸν αἰῶνα· καὶ, Σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσι. Ταῦτα δὲ λέγει ὁ προφήτης καὶ τὰ τοιαῦτα, ἐπειδὰν περὶ πραγμάτων διηγῆται μακρῷ χρόνῳ κατορθουμένων καὶ πάντως ἐσομένων, τὴν δειλίαν τῶν παχυτέρων ἀκροατῶν ἐκβάλλων. Ὅτι δὲ τὸ, Ἄχρις, ἐπὶ Θεοῦ λεγόμενον, καὶ Ἕως, οὐκ ἔστι τέλους, ἄκουσον τί φησιν· Ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος σὺ εἶ· καὶ πάλιν, Ἐγώ εἰμι· καὶ, Ἕως ἂν καταγηράσετε, ἐγώ εἰμι. Διὰ δὴ τοῦτο καὶ ἔσχατον τίθησιν τὸν θάνατον, ἵνα ἀπὸ τῆς τῶν ἄλλων νίκης καὶ τοῦτο εὐπαράδεκτον γένηται τῷ ἀπιστοῦντι. Ὅταν γὰρ τὸν διάβολον ἀνέλῃ τὸν εἰσαγαγόντα τὸν θάνατον, πολλῷ μᾶλλον τὸ ἔργον τὸ ἐκείνου καταλύσει. Ἐπεὶ οὖν πάντα αὐτῷ ἀνατέθεικε, τὸ καταργεῖν τὰς ἀρχὰς, τὰς ἐξουσίας, τὸ κατορθῶσαι τὴν βασιλείαν, λέγω δὴ τῶν πιστῶν τὴν σωτηρίαν, τὴν τῆς οἰκουμένης εἰρήνην, τὴν τῶν κακῶν ἀναίρεσιν (τοῦτο γάρ ἐστι τὴν βασιλείαν κατορθῶσαι, τὸ καταλῦσαι τὸν θάνατον)· καὶ οὐκ εἶπεν, ὅτι ὁ Πατὴρ δι' αὐτοῦ, ἀλλ' αὐτὸς καταργήσει, καὶ αὐτὸς θήσει ὑπὸ τοὺς πόδας αὐτοῦ, καὶ οὐδαμοῦ τοῦ γεγεννηκότος ἐμνημόνευσεν· ἐφοβήθη λοιπὸν, μὴ διὰ τοῦτο δόξῃ παρά τισι τῶν ἀλογωτέρων ἢ μείζων εἶναι τοῦ Πατρὸς ὁ Υἱὸς, ἢ ἑτέρα τις ἀρχὴ ἀγέννητος· καὶ διὰ τοῦτο ἠρέμα ἀσφαλιζόμενος παραμυθεῖται τὸν ὄγκον τῶν εἰρημένων, λέγων· Πάντα γὰρ ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ· πάλιν τῷ Πατρὶ τὰ κατορθώματα ἀνατιθεὶς, οὐχ ὡς ἀτονοῦντος τοῦ Παιδὸς (πῶς γὰρ, ᾧ τοσαῦτα ἐμαρτύρησεν ἔμπροσθεν, καὶ πάντα ἀνέθηκε τὰ εἰρημένα;), ἀλλὰ διὰ τὴν αἰτίαν ἣν εἶπον, καὶ ἵνα δείξῃ κοινὰ Πατρὶ καὶ Υἱῷ τὰ ὑπὲρ ἡμῶν γενόμενα ἅπαντα. Ὅτι γὰρ αὐτὸς ἑαυτῷ ἤρκεσεν εἰς τὸ ὑποτάξαι αὐτῷ τὰ πάντα, ἄκουσον πάλιν Παύλου λέγοντος· Ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν εἰς τὸ γενέσθαι σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ, κατὰ τὴν ἐνέργειαν τοῦ δύνασθαι αὐτὸν καὶ ὑποτάξαι ἑαυτῷ τὰ πάντα. Εἶτα καὶ ἐπιδιορθώσει κέχρηται λέγων· Ὅταν δὲ εἴπῃ, ὅτι Τὰ πάντα ὑποτέτακται, δῆλον ὅτι ἐκτὸς τοῦ ὑποτάξαντος αὐτῷ τὰ πάντα, οὐ μικρὰν κἀντεῦθεν τῷ Μονογενεῖ μαρτυρῶν δόξαν. Εἰ γὰρ ἐλάττων ἦν καὶ πολὺ καταδεέστερος, οὐκ ἂν τοῦτο ἐφοβήθη τὸ δέος ποτέ. Καὶ οὐδὲ τούτῳ ἀρκεῖται, ἀλλὰ καὶ ἕτερον προστίθησι λέγων. Ἵνα γὰρ μή τις ὑποπτεύῃ καὶ λέγῃ· Τί γὰρ, εἰ καὶ μὴ ὑποτέτακται ὁ Πατήρ; οὐδὲν τοῦτο κωλύει ἰσχυρότερον εἶναι τὸν Υἱὸν, δείσας τὴν ἀσεβῆ ταύτην ὑπόνοιαν, ἐπειδὴ ἐκεῖνο οὐκ ἤρκει καὶ τοῦτο δεῖξαι, προσέθηκεν ἐκ περιουσίας πολλῆς· Ὅταν δὲ ὑποταγῇ αὐτῷ τὰ πάντα, τότε καὶ αὐτὸς ὁ Υἱὸς ὑποταγήσεται· τὴν πολλὴν πρὸς τὸν Πατέρα ὁμόνοιαν δεικνὺς, καὶ ὅτι οὗτος ἀρχὴ πάντων τῶν ἀγαθῶν καὶ αἰτία πρώτη, ὁ τὸν τοσαῦτα δυνάμενον καὶ κατορθοῦντα γεγεννηκώς.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg156.local001/.
