Ancient Greek
Ἀλλ' ἐρεῖ τις, Πῶς ἐγείρονται οἱ νεκροί; ποίῳ δὲ σώματι ἔρχονται; Ἄφρον, σὺ ὃ σπείρεις, οὐ ζωοποιεῖται, ἐὰν μὴ ἀποθάνῃ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44) 5.1-27
Not analysed yet
Βοηθῶμεν τοίνυν αὐτοῖς, καὶ μνείαν ὑπὲρ αὐτῶν ἐπιτελῶμεν. Εἰ γὰρ τοὺς παῖδας τοῦ Ἰὼβ ἐκάθαιρεν ἡ τοῦ πατρὸς θυσία, τί ἀμφιβάλλεις, εἰ καὶ ἡμῶν ὑπὲρ τῶν ἀπελθόντων προσφερόντων γίνεταί τις αὐτοῖς παραμυθία; Εἴωθε γὰρ ὁ Θεὸς καὶ ἑτέροις ὑπὲρ ἑτέρων χαρίζεσθαι. Καὶ τοῦτο ἐδείκνυ ὁ Παῦλος λέγων· Ἵνα ἐν πολλῷ προσώπῳ τὸ εἰς ἡμᾶς χάρισμα διὰ πολλῶν εὐχαριστηθῇ ὑπὲρ ὑμῶν. Μὴ δὴ ἀποκάμωμεν τοῖς ἀπελθοῦσι βοηθοῦντες, καὶ προσφέροντες ὑπὲρ αὐτῶν εὐχάς· καὶ γὰρ τὸ κοινὸν τῆς οἰκουμένης κεῖται καθάρσιον. Διὰ τοῦτο θαῤῥοῦντες ὑπὲρ τῆς οἰκουμένης δεόμεθα τότε, καὶ μετὰ μαρτύρων αὐτοὺς καλοῦμεν, μετὰ ὁμολογητῶν, μετὰ ἱερέων. Καὶ γὰρ ἓν σῶμά ἐσμεν ἅπαντες, κἂν λαμπρότερα μέλη μελῶν· καὶ δυνατὸν πάντοθεν συγγνώμην αὐτοῖς συναγαγεῖν, ἀπὸ τῶν εὐχῶν, ἀπὸ τῶν ὑπὲρ αὐτῶν δώρων, ἀπὸ τῶν μετ' αὐτῶν καλουμένων. Τί τοίνυν ἀλγεῖς, τί δὲ θρηνεῖς, ὁπότε τοσαύτην δυνατὸν συγγνώμην συναγαγεῖν τῷ ἀπελθόντι; Ἀλλ' ὅτι σὺ γέγονας ἔρημος καὶ προστάτην ἀπώλεσας; Ἀλλὰ μηδέποτε τοῦτο εἴπῃς· οὐδὲ γὰρ τὸν Θεὸν ἀπώλεσας. Ὥστε ἕως ἂν τοῦτον ἔχῃς, καὶ ἀνδρὸς αὐτὸς ἔσται σοι μείζων καὶ πατρὸς καὶ παιδὸς καὶ κηδεστοῦ· καὶ γὰρ καὶ ζώντων ἐκείνων, οὗτος ἦν ὁ τὰ πάντα ποιῶν. Ταῦτα τοίνυν ἐννόει, καὶ λέγε κατὰ τὸν Δαυΐδ· Κύριος φωτισμός μου καὶ σωτήρ μου, τίνα φοβηθήσομαι; εἰπὲ, Σὺ εἶ ὁ πατὴρ τῶν ὀρφανῶν, καὶ κριτὴς τῶν χηρῶν· καὶ ἐπίσπασαι αὐτοῦ τὴν βοήθειαν, καὶ μᾶλλον αὐτὸν ἕξεις νῦν προνοοῦντα ἢ πρότερον, ὅσον ἐν μείζονι κατέστης ἀπορίᾳ. Ἀλλὰ παιδίον ἀπώλεσας· Οὐκ ἀπώλεσας, μὴ λέγε· ὕπνος τὸ πρᾶγμά ἐστιν, οὐ θάνατος, μετάστασις, οὐκ ἀπώλεια, ἀποδημία ἀπὸ τῶν ἐλαττόνων ἐπὶ τὰ βελτίω. Μὴ δὴ παρόξυνε τὸν Θεὸν, ἀλλ' ἵλεω ποίει. Ἂν γὰρ ἐνέγκῃς γενναίως, ἔσται τις κἀντεῦθεν τῷ ἀπελθόντι καὶ σοὶ παραμυθία· ἂν δὲ τοὐναντίον, μᾶλλον ἐξάπτεις τὴν ὀργὴν τοῦ Θεοῦ. Καὶ γὰρ εἰ παιδὸς μαστιχθέντος ὑπὸ δεσπότου, σὺ παρεστὼς ἐδυσχέρανας, μειζόνως ἂν παρώξυνας κατὰ σεαυτοῦ τὸν δεσπότην. Μὴ δὴ ποίει τοῦτο, ἀλλ' εὐχαρίστει, ἵνα σοι καὶ ταύτῃ σκεδασθῇ τὸ νέφος τῆς ἀθυμίας· εἰπὲ κατὰ τὸν μακάριον ἐκεῖνον· Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο· ἐννόησον ὅσοι μᾶλλόν σου εὐαρεστοῦντες οὐδὲ ἔλαβον τὴν ἀρχὴν παῖδας, οὐδὲ πατέρες ἐκλήθησαν. Οὐδὲ γὰρ ἐγὼ, φησὶν, ἐβουλόμην· καὶ γὰρ βέλτιον ἦν μηδὲ πεῖραν σχεῖν, ἢ μετὰ τὸ γεύσασθαι τῆς ἡδονῆς, ἐκπεσεῖν. Μὴ, παρακαλῶ, μὴ λέγε ταῦτα, μὴ παροργίσῃς καὶ ταύτῃ τὸν Δεσπότην· ἀλλ' ὑπὲρ μὲν ὧν ἔλαβες, εὐχαρίστησον· ὑπὲρ δὲ ὧν οὐκ εἰς τέλος ἔχεις, δόξαζε. Οὐκ εἶπεν ὁ Ἰὼβ, ὅτι Βέλτιον ἦν μὴ λαβεῖν τοῦτο, ὃ σὺ λέγεις ἀγνωμόνως, ἀλλὰ καὶ ὑπὲρ ἐκείνων ηὐχαρίστει λέγων· Ὁ Κύριος ἔδωκε· καὶ ὑπὲρ τούτων ηὐλόγει λέγων· Ὁ Κύριος ἀφείλετο· εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον εἰς τοὺς αἰῶνας. Καὶ τὴν γυναῖκα οὕτως ἐπεστόμιζε δικαιολογούμενος πρὸς αὐτὴν, καὶ τὰ θαυμαστὰ ἐκεῖνα φθεγγόμενος ῥήματα· Εἰ τὰ μὲν ἀγαθὰ ἐδεξάμεθα παρὰ Κυρίου, τὰ δὲ κακὰ οὐχ ὑποίσομεν; Καίτοι γε μετὰ ταῦτα χαλεπώτερος γέγονεν ὁ πειρασμός· ἀλλ' ἐκεῖνος οὐδὲ οὕτως ἐξελύετο, ἀλλ' ὁμοίως ἔφερε γενναίως, καὶ ἐδόξαζε. Τοῦτο καὶ σὺ ποίει, καὶ λογίζου πρὸς σεαυτὸν, ὅτι οὐκ ἄνθρωπος ἔλαβεν, ἀλλ' ὁ Θεὸς ὁ ποιήσας, ὁ μᾶλλόν σου κηδόμενος, καὶ τὸ συμφέρον εἰδὼς, οὐ πολέμιός τις οὐδὲ ἐπίβουλος. Ὅρα πόσοι ζῶντες ἀβίωτον τὸν βίον τοῖς γονεῦσιν ἐποίησαν. Τοὺς δὲ γενναίους οὐχ ὁρᾷς; φησίν. Ὁρῶ καὶ τούτους, ἀλλὰ καὶ τούτων ἀσφαλέστερα τὰ κατὰ τὸν παῖδα τὸν σόν. Εἰ γὰρ καὶ εὐδοκιμοῦσιν, ἀλλ' ἐν ἀδήλῳ τὰ τοῦ τέλους αὐτῶν· ὑπὲρ δὲ ἐκείνου λοιπὸν οὐ δέδοικας οὐδὲ τρέμεις μή τι πάθῃ, ἢ μεταβολήν τινα δέξηται. Ταῦτα καὶ ἐπὶ γυναικὸς λογίζου καλῆς καὶ οἰκουροῦ, καὶ ὑπὲρ πάντων εὐχαρίστει τῷ Θεῷ, κἂν ἀπολέσῃς γυναῖκα, εὐχαρίστει. Ἴσως σε εἰς ἐγκράτειαν ἀγαγεῖν βούλεται ὁ Θεὸς, ἐπὶ μείζονα καλεῖ σκάμματα, ἐλευθερῶσαί σε τοῦ δεσμοῦ ἠθέλησεν. Ἂν οὕτω φιλοσοφῶμεν, καὶ τὴν παροῦσαν εὐθυμίαν κερδανοῦμεν, καὶ τῶν μελλόντων ἐπιτευξόμεθα στεφάνων, καὶ τὰ ἑξῆς.