# In epistulam i ad Corinthios (homiliae 1-44) 5.1-4

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44), Κἀγὼ, ἀδελφοὶ, οὐκ ἡδυνήθην ὑμῖν λαλῆσαι ὡς πνευματικοῖς, ἀλλ' ὡς σαρκικοῖς, ὡς νηπίοις ἐν Χριστῷ. Γάλα ὑμᾶς ἐπότισα, καὶ οὐ βρῶμα· οὔπω γὰρ ἠδύνασθε. Ἀλλ' οὐδὲ ἔτι νῦν δύνασθε· ἔτι γὰρ σαρκικοί ἐστε.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-i-ad-corinthios-homiliae-1-44/5.1-4

Βούλει μαθεῖν πῶς ἐστιν ἡμῶν ἀγαθὸς ὁ Δεσπότης; Ἀνῆλθεν ὁ τελώνης μυρίων γέμων κακῶν, καὶ εἰπὼν, Ἱλάσθητί μοι, μόνον, κατῆλθε δεδικαιωμένος. Καὶ διὰ τοῦ προφήτου δέ φησιν ὁ Θεός· Δι' ἁμαρτίαν βραχύ τι ἐλύπησα αὐτὸν, καὶ εἶδον ὅτι ἐλυπήθη καὶ ἐπορεύθη στυγνὸς, καὶ ἰασάμην τὰς ὁδοὺς αὐτοῦ. Τί τῆς φιλανθρωπίας ταύτης ἴσον; Ἵνα στυγνάσῃ μόνον, φησὶν, ἀφῆκα τὰ ἁμαρτήματα. Ἡμεῖς δὲ οὐδὲ αὐτὸ τοῦτο ποιοῦμεν· διὸ μάλιστα τὸν Θεὸν παροργίζομεν. Ὁ γὰρ καὶ διὰ μικρῶν ἵλεως γενόμενος, ὅταν μὴ τούτων τύχῃ, εἰκότως ἀγανακτεῖ, καὶ τὴν ἐσχάτην ἀπαιτεῖ τιμωρίαν ἡμᾶς· ὑπερβαλλούσης γάρ ἐστι τοῦτο καταφρονήσεως. Τίς γοῦν ἐλυπήθη ποτὲ δι' ἁμαρτίας; τίς ἐστέναξε; τίς τὸ στῆθος ἔπληξε; τίς ἐμερίμνησεν; Οὐδένα ἔγωγε οἶμαι· ἀλλὰ μυρίας μὲν ἡμέρας θρηνοῦσιν ἄνθρωποι ὑπὲρ οἰκετῶν ἀποθανόντων, ὑπὲρ ζημίας χρημάτων· τὴν δὲ ψυχὴν ἀπολλύντες καθ' ἑκάστην ἡμέραν, οὐδὲ εἰς νοῦν βαλλόμεθα. Πῶς οὖν δυνήσῃ τὸν Θεὸν ἐξιλεώσασθαι, ὅταν μηδὲ ὅτι ἥμαρτες, εἰδῇς; Ναὶ, φησὶν, ἥμαρτον. Ναὶ, μοὶ λέγεις τῇ γλώττῃ, εἰπέ μοι τῇ διανοίᾳ, καὶ μετὰ τοῦ ῥήματος στέναξον, ἵνα διηνεκῶς εὐθυμῇς. Καὶ γὰρ εἰ ἠλγοῦμεν ἐπὶ τοῖς ἁμαρτήμασιν, εἰ ἐστενάζομεν ἐπὶ τοῖς πλημμελήμασιν, οὐδὲν ἂν ἄλλο ἡμᾶς ἐλύπησε, τῆς ὀδύνης ταύτης πᾶσαν ἀθυμίαν παρωθουμένης. Ὥστε καὶ ἕτερον ἂν ἐκερδαίνομεν μετὰ τῆς ἐξομολογήσεως, τὸ μὴ βαπτίζεσθαι τοῖς λυπηροῖς τοῦ παρόντος βίου, μηδὲ φυσᾶσθαι τοῖς λαμπροῖς· καὶ ταύτῃ πάλιν μειζόνως ἂν ἐξιλεωσάμεθα τὸν Θεὸν, ὥσπερ οὖν, οἷς ποιοῦμεν νῦν, παροξύνομεν. Εἰπὲ γάρ μοι, εἴ τινα ἔχεις οἰκέτην, καὶ πολλὰ παθὼν ἐκεῖνος κακὰ παρὰ τῶν ὁμοδούλων, τῶν μὲν ἄλλων μηδενὸς λόγον ποιοῖτο, ὑπὲρ δὲ τοῦ μὴ παροργίζεσθαι τὸν δεσπότην φροντίζοι μόνον, ἆρα οὐχ ἱκανὸς ἀπὸ τούτου μόνου λῦσαί σου τὴν ὀργήν; Τί δὲ, ἂν τῶν μὲν εἰς σὲ πλημμελημάτων μηδεμίαν ποιοῖτο φροντίδα, ὑπὲρ δὲ τῶν πρὸς τοὺς ὁμοδούλους φροντίζοι, οὐχὶ μείζονα ἐπάξεις τὴν τιμωρίαν; Οὕτω καὶ ὁ Θεὸς ποιεῖ· ὅταν μὲν ἀμελῶμεν αὐτοῦ τῆς ὀργῆς, σφοδροτέραν ἐπάγει αὐτήν· ὅταν δὲ φροντίζωμεν, ἡμερωτέραν· μᾶλλον δὲ οὐδὲ ἐπάγει λοιπόν· βούλεται γὰρ ἡμᾶς ἑαυτοὺς ἀπαιτεῖν τὴν τιμωρίαν τῶν ἡμαρτημένων, καὶ οὐκέτι λοιπὸν αὐτὸς ἀπαιτεῖ. Διὰ τοῦτο γὰρ καὶ ἀπειλεῖ τὴν τιμωρίαν, ἵνα τῷ φόβῳ τὴν καταφρόνησιν ἀνέλῃ· ὅταν δὲ ἐξ ἀπειλῆς φοβηθῶμεν μόνης, οὐκ ἀφίησιν ὑπομεῖναι τὴν πεῖραν. Ὅρα γοῦν πρὸς τὸν Ἱερεμίαν τί φησιν· Οὐχ ὁρᾷς τί αὐτοὶ ποιοῦσιν; Οἱ πατέρες αὐτῶν καίουσι πῦρ, οἱ υἱοὶ αὐτῶν συνάγουσι ξύλα, αἱ γυναῖκες αὐτῶν τρίβουσι σταῖς. Δέος μὴ καὶ περὶ ἡμῶν λεχθῇ τι τοιοῦτον. Οὐχ ὁρᾷς τί αὐτοὶ ποιοῦσιν; Οὐδεὶς τὰ τοῦ Χριστοῦ ζητεῖ, ἀλλὰ πάντες τὰ ἑαυτῶν. Οἱ υἱοὶ αὐτῶν εἰς ἀσελγείας τρέχουσιν, οἱ πατέρες αὐτῶν εἰς πλεονεξίαν καὶ ἁρπαγὴν, αἱ γυναῖκες αὐτῶν ἐπὶ τὰς φαντασίας τὰς βιωτικὰς, οὐ μόνον οὐκ ἐγκόπτουσαι τοὺς ἄνδρας, ἀλλὰ καὶ παροξύνουσαι. Στῆθι γοῦν ἐπὶ τῆς ἀγορᾶς· ἐρώτησον τοὺς ἀπιόντας καὶ ἐπανιόντας, καὶ οὐδένα ὄψει ὑπὲρ πνευματικοῦ πράγματος σπεύδοντα, ἀλλὰ πάντας ὑπὲρ σαρκικῶν τρέχοντας. Μέχρι τίνος οὐκ ἀνανήφομεν; μέχρι τίνος εἰς ὕπνον καταφερόμεθα βαθύν; οὐκ ἐλάβομεν κόρον τῶν κακῶν; καίτοι γε καὶ χωρὶς τῶν ῥημάτων ἀρκεῖ καὶ αὐτὴ τῶν πραγμάτων ὑμᾶς ἡ πεῖρα διδάξαι τῶν παρόντων τὴν οὐδένειαν καὶ τὸ μοχθηρὸν ἅπαν. Ἄνθρωποι γοῦν τὴν ἔξωθεν σοφίαν ἀσκοῦντες, καὶ μηδὲν τῶν μελλόντων εἰδότες, ἐπειδὴ κατέγνωσαν πολλὴν τῶν παρόντων πραγμάτων εὐτέλειαν, διὰ τοῦτο ἀπέστησαν μόνον. Ποίας οὖν σὺ τεύξῃ συγγνώμης, χαμαὶ συρόμενος, καὶ μὴ καταφρονῶν τῶν μικρῶν καὶ παρερχομένων ὑπὲρ τῶν μεγάλων καὶ διαιωνιζόντων, ὁ καὶ αὐτοῦ τοῦ Θεοῦ ἀκούων, ταῦτά σοι δεικνύντος καὶ ἐκκαλύπτοντος, καὶ ἐπαγγελίας τοιαύτας παρ' αὐτοῦ ἔχων; Ὅτι γὰρ οὐχ ἱκανὰ ταῦτα κατασχεῖν, ἔδειξαν οἱ καὶ χωρὶς ἐπαγγελίας τῶν μειζόνων ἀπεχόμενοι τούτων. Ποῖον γὰρ πλοῦτον προσδοκήσαντες ἐπὶ πενίαν ἦλθον; Οὐδένα· ἀλλ' ἀπὸ τοῦ σφόδρα εἰδέναι, ὅτι ἡ τοιαύτη πενία πλούτου κρείττων ἐστί. Ποίαν ζωὴν ἐλπίσαντες ἀφῆκαν τρυφὴν, καὶ σκληραγωγίᾳ ἔδωκαν ἑαυτούς; Οὐδεμίαν· ἀλλ' αὐτὴν τῶν πραγμάτων τὴν φύσιν μαθόντες, καὶ συνιδόντες, ὅτι τοῦτο μᾶλλον ἐπιτηδειότερον καὶ πρὸς ψυχῆς φιλοσοφίαν, καὶ πρὸς σώματος ὑγίειαν. Ταῦτ' οὖν καὶ ἡμεῖς ἀναλογιζόμενοι, καὶ τὰ μέλλοντα ἀγαθὰ συνεχῶς ἐν ἑαυτοῖς στρέφοντες, ἀποστῶμεν τῶν παρόντων, ἵνα τύχωμεν ἐκείνων τῶν μελλόντων, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg156.local001/.
