# In epistulam i ad Corinthios (homiliae 1-44) 5.1-5

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44), Ἐμοὶ δὲ εἰς ἐλάχιστόν ἐστιν, ἵνα ὑφ' ὑμῶν ἀνακριθῶ, ἢ ὑπὸ ἀνθρωπίνης ἡμέρας· ἀλλ' οὐδὲ ἐμαυτὸν ἀνακρίνω (οὐδὲν γὰρ ἐμαυτῷ σύνοιδα· ἀλλ' οὐκ ἐν τούτῳ δεδικαίωμαι)· ὁ δὲ ἀνακρίνων με, Κύριός ἐστι.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-i-ad-corinthios-homiliae-1-44/5.1-5

Καὶ ἐπὶ πάντων δὲ τῶν ἄλλων τοῦτο συμβαῖνον ἴδοι τις ἄν. Καὶ γὰρ φυτὸν ἄρτι μὲν ἐντεθὲν ἐπὶ τῆς γῆς, εὐκόλως ἀνασπᾶται· χρόνῳ δὲ πολλῷ ῥιζωθὲν, οὐκέτι, ἀλλὰ πολλῆς δεῖται τῆς μοχλείας· καὶ οἰκοδομὴ νεοπαγὴς μὲν οὖσα, περιτρέπεται εὐκόλως ὑπὸ τῶν ἐνοχλούντων· παγεῖσα δὲ καλῶς, πολλὰ παρέχει τοῖς καθαιρεῖν ἐπιχειροῦσι τὰ πράγματα· καὶ θηρίον τόποις ἐμφιλοχωρῆσαν πολλῷ χρόνῳ δυσκόλως ἐλαύνεται. Τοῖς μὲν οὖν οὐδέπω κατασχεθεῖσιν ὑπὸ τοῦ πάθους παρακαλῶ μὴ ἁλῶναι· εὐκολώτερον γὰρ φυλάξασθαι μὴ ἐμπεσεῖν, ἢ ἐμπεσόντας ἀποστῆναι. Τοῖς δὲ κατασχεθεῖσι καὶ κατεῤῥαγμένοις, ἐὰν θελήσωσιν ἐπιδοῦναι ἑαυτοὺς ἰατρῷ τῷ λόγῳ, πολλὴν ἐπαγγέλλομαι σωτηρίας ἐλπίδα τῇ τοῦ Θεοῦ χάριτι. Ἂν γὰρ τοὺς παθόντας καὶ περιπεσόντας τῷ νοσήματι, καὶ ἀνενεγκόντας ἐννοήσωσι, χρηστὰς ἕξουσιν ἐλπίδας ὑπὲρ τῆς τοῦ νοσήματος ἀπαλλαγῆς. Τίς οὖν περιέπεσε τῷ νοσήματι τούτῳ, καὶ ἀπηλλάγη ῥᾳδίως; Ὁ Ζακχαῖος ἐκεῖνος. Τί γὰρ τελώνου μᾶλλον φιλοχρήματον γένοιτ' ἄν; Ἀλλ' ἀθρόον ἐγένετο φιλόσοφος, καὶ πᾶσαν ἔσβεσε τὴν πυράν. Ὁ Ματθαῖος ὁμοίως· καὶ γὰρ καὶ οὗτος τελώνης ἦν, ἐν ἁρπαγῇ διηνεκεῖ ζῶν. Ἀλλὰ καὶ οὗτος ἀθρόον ἀπεδύσατο τὴν βλάβην, καὶ τὸ δίψος ἔσβεσε, καὶ πραγματείαν μετῆλθε πνευματικήν. Τούτους τοίνυν καὶ τοὺς κατ' αὐτοὺς ἐννοῶν, μηδὲ σὺ ἀπογνῷς. Ἂν γὰρ θέλῃς, δυνήσῃ ταχέως ἀνενεγκεῖν. Καὶ εἰ βούλει, κατὰ τὸν τῶν ἰατρῶν νόμον καὶ τὰ πρακτέα σοι μετὰ ἀκριβείας ὑπαγορεύσομεν. Δεῖ τοίνυν πρὸ τῶν ἄλλων ἁπάντων ἐκεῖνο κατορθοῦν, τὸ μὴ ἀπογινώσκειν μηδὲ ἀπελπίζειν ἑαυτῶν τὴν σωτηρίαν· μετὰ τοῦτο μὴ τὰ τῶν κατωρθωκότων παραδείγματα μόνον, ἀλλὰ καὶ τὰ τῶν ἐναπομεινάντων παθήματα ἐνορᾷν. Ὥσπερ γὰρ ἐνενοήσαμεν τὸν Ζακχαῖον καὶ τὸν Ματθαῖον, οὕτω δὴ καὶ τὸν Ἰούδαν λογίσασθαι χρὴ, καὶ τὸν Γιεζῆ, καὶ τὸν Ἄχαρ, καὶ τὸν Ἀχαὰβ, καὶ τὸν Ἀνανίαν, καὶ τὴν Σάπφειραν· ἵνα δι' ἐκείνων μὲν τὴν ἀπόγνωσιν ἐκβάλωμεν, διὰ τούτων δὲ τὴν ῥᾳθυμίαν ἐκκόψωμεν, μηδὲ ὑπτία γένηται ἡ ψυχὴ πρὸς τὴν τῶν ὑπαγορευομένων παραίνεσιν· καὶ παιδεύσωμεν ἑαυτοὺς λέγειν, ἃ τότε τῷ Πέτρῳ προσελθόντες ἔλεγον οἱ Ἰουδαῖοι· Τί δεῖ ποιεῖν ἵνα σωθῶμεν; καὶ ἀκουέτωσαν ἃ χρὴ ποιεῖν. Τί οὖν χρὴ ποιεῖν; Εἰδέναι τὴν εὐτέλειαν τῶν πραγμάτων, καὶ πῶς δραπέτης οἰκέτης καὶ ἀγνώμων ἐστὶν ὁ πλοῦτος, καὶ μυρίοις περιβάλλει κακοῖς τοὺς ἔχοντας· καὶ τὰ τοιαῦτα αὐτοῖς συνεχῶς ἐπᾴδωμεν ῥήματα. Καὶ καθάπερ ἰατροὶ τοὺς κάμνοντας ψυχρὸν αἰτοῦντας παραμυθοῦνται, παρέχειν λέγοντες, καὶ πηγὴν προφασιζόμενοι καὶ ἄγγος καὶ καιρὸν καὶ πολλὰ τοιαῦτα (ἂν γὰρ ἀθρόον ἀνανεύσωσιν, ὑπὸ τῆς μανίας αὐτοὺς ἀγριοῦσθαι παρασκευάζουσι)· οὕτω δὴ καὶ ἡμεῖς πρὸς τοὺς φιλοχρημάτους ποιῶμεν· καὶ ὅταν λέγωσιν, ὅτι Πλουτῆσαι βουλόμεθα, μὴ λέγωμεν εὐθέως, ὅτι κακὸν ὁ πλοῦτος, ἀλλὰ συνθώμεθα, καὶ εἴπωμεν, ὅτι καὶ ἡμεῖς τοῦτο βουλόμεθα, ἀλλ' ἐν καιρῷ τῷ προσήκοντι, ἀλλὰ πλοῦτον ἀληθῆ, ἀλλὰ τὸν ἡδονὴν ἔχοντα ἀθάνατον, ἀλλὰ τὸν σοὶ συλλεγόμενον, καὶ μὴ ἑτέροις, πολλάκις δὲ καὶ ἐχθροῖς· καὶ τοὺς περὶ φιλοσοφίας λόγους εἰς μέσον ἄγωμεν, καὶ λέγωμεν, ὅτι Οὐ κελεύομεν μὴ πλουτεῖν, ἀλλὰ κακῶς μὴ πλουτεῖν· ἔξεστι γὰρ πλουτεῖν, ἀλλὰ χωρὶς πλεονεξίας, χωρὶς ἁρπαγῆς καὶ βίας καὶ τοῦ παρὰ πάντων ἀκούειν κακῶς. Καὶ τούτοις αὐτοὺς προλεαίνοντες τοῖς λόγοις, μηδέπω περὶ γεέννης διαλεγώμεθα· οὐ γὰρ ἀνέχεται ὁ κάμνων εὐθέως τῶν τοιούτων ῥημάτων. Διόπερ ἀπὸ τῶν παρόντων ἅπαντας τοὺς περὶ τούτων ποιώμεθα λόγους, καὶ λέγωμεν Τί βούλει ἀπὸ πλεονεξίας πλουτεῖν; ἵνα ἑτέροις μὲν τὸ χρυσίον ἀποκέηται καὶ τὸ ἀργύριον, σοὶ δὲ ἀραὶ καὶ κατηγορίαι μυρίαι; καὶ ὁ ἀποστερηθεὶς ὑπὸ τῆς τῶν ἀναγκαίων δάκνηται χρείας, καὶ ὀλοφύρηται, καὶ μυρίους ἐφέλκηταί σοι κατηγόρους, καὶ τῆς ἑσπέρας καταλαβούσης περιίῃ τὴν ἀγορὰν, ἐν τοῖς στενωποῖς ἐντυγχάνων πᾶσι, καὶ διαπορούμενος καὶ οὐδὲ ὑπὲρ τῆς νυκτὸς θαῤῥεῖν ἔχων; Πῶς γὰρ ἂν καθευδήσειε λοιπὸν, ὑπὸ τῆς γαστρὸς δακνόμενος, ἀγρυπνῶν, λιμῷ πολιορκούμενος, πάγου πολλάκις ὄντος καὶ ὑετοῦ καταφερομένου; Καὶ σὺ μὲν ἐκ βαλανείου λελουμένος ἐπανέρχῃ, μαλακοῖς θαλπόμενος ἱματίοις, γεγηθὼς καὶ χαίρων, καὶ ἐπὶ δεῖπνον ἕτοιμον τρέχων πολυτελές· ἐκεῖνος δὲ πανταχοῦ κατὰ τὴν ἀγορὰν ὑπὸ τοῦ κρυμοῦ καὶ τοῦ λιμοῦ συνεχῶς ἐλαυνόμενος, περιέρχεται συγκεκυφὼς καὶ χεῖρας προτείνων· καὶ οὐδὲ θαῤῥῶν ἀδεῶς τῷ ἐμπεπλησμένῳ καὶ ἀναπεπαυμένῳ ῥήματα προσενεγκεῖν ὑπὲρ τῆς ἀναγκαίας τροφῆς, πολλάκις δὲ καὶ ὑβρισθεὶς ἀνεχώρησεν. Ὅταν οὖν ἀνέλθῃς οἴκαδε, ὅταν ἐπὶ τῆς εὐνῆς ἀνακλιθῇς, ὅταν φῶς ᾖ περὶ τὸν οἶκον λαμπρὸν, ὅταν ἑτοίμη καὶ δαψιλὴς ἡ τράπεζα, τότε ἀναμνήσθητι τοῦ ταλαιπώρου καὶ ἀθλίου ἐκείνου, τοῦ περιιόντος κατὰ τοὺς κύνας ἐν τοῖς στενωποῖς καὶ τῷ σκότῳ καὶ τῷ πηλῷ, καίτοι πολλάκις ἐκεῖθεν ἀπιόντος οὐκ εἰς οἰκίαν οὐδὲ πρὸς γυναῖκα, οὐδ' εἰς εὐνὴν, ἀλλ' εἰς στιβάδα χόρτου, καθάπερ τοὺς κύνας ὁρῶμεν δι' ὅλης λυττῶντας νυκτός. Καὶ σὺ μὲν, κἂν μικράν τινα σταγόνα κατενεχθεῖσαν ἀπὸ τῆς στέγης ἴδῃς, πάντα ἀνατρέπεις τὸν οἶκον, οἰκέτας καλῶν, πάντα κινῶν· ἐκεῖνος δὲ ἐν ῥακίοις καὶ χόρτῳ καὶ πηλῷ κείμενος, ἅπαντα ὑπομένει τὸν κρυμόν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg156.local001/.
