# In epistulam i ad Corinthios (homiliae 1-44) 5.1-8

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44), Διὰ τοῦτο ἔπεμψα ὑμῖν Τιμόθεον, ὅς ἐστί μου τέκνον ἀγαπητὸν καὶ πιστὸν ἐν Κυρίῳ, ὃς ὑμᾶς ἀναμνήσει τὰς ὁδούς μου τὰς ἐν Χριστῷ Ἰησοῦ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-i-ad-corinthios-homiliae-1-44/5.1-8

Ἀλλὰ τοῦτο μὲν παρείσθω· τοῦτο γὰρ ὡμολόγηται, ὅτι οὗτος ἐκείνου σεμνότερος· καὶ οὐδὲν περὶ τούτου ζητοῦμεν νῦν, ἀλλὰ τίς εὐκολώτερον ζῇ βίον καὶ ἥδιον. Ὁ μὲν γὰρ φιλάργυρος οὐδὲ τῶν ὄντων ἀπολαύσεται· ὃ γὰρ φιλεῖ, οὐκ ἂν ἕλοιτο δαπανῆσαι, ἀλλ' ἡδέως ἑαυτὸν ἂν κατακόψειε καὶ τὰ σάρκας πρόοιτο, ἢ τὸ χρυσίον· ὁ δὲ καταφρονῶν χρημάτων τοῦτο τέως ἐκέρδανε, τὸ τῶν ὄντων ἀπολαύειν ἁπλῶς καὶ μετὰ ἀδείας πολλῆς, καὶ ἑαυτὸν προτιθέναι ἐκείνων. Τί οὖν ἥδιον, μετὰ ἀδείας ἀπολαύειν τῶν ὄντων, ἢ ὑπὸ δεσπότῃ ζῶντα τῷ πλούτῳ, μηδενὸς τολμᾷν ἅπτεσθαι τῶν ἑαυτοῦ; Ὅμοιον γὰρ εἶναί μοι δοκεῖ, ὥσπερ ἂν εἴ τινες ἄνδρες δύο γυναῖκας ἔχοντες, καὶ σφόδρα αὐτῶν ἐρῶντες, μὴ ὁμοίως αὐταῖς χρῷντο· ἀλλὰ τῷ μὲν ἐξῇ καὶ ἅπτεσθαι καὶ ὁμιλεῖν τῇ γυναικὶ, ἐκείνῳ δὲ μηδὲ ἐγγὺς γενέσθαι. Εἴπω καὶ ἕτερον, τοῦ μὲν τὴν ἡδονὴν, τοῦ δὲ ἀθυμίαν ἐνδεικνύμενος. Ὁ φιλάργυρος οὐδέποτε στήσεται τῆς ἐπιθυμίας ταύτης, οὐ τῷ μὴ δύνασθαι τὰ πάντων λαβεῖν μόνον, ἀλλὰ καὶ τῷ, ὅσα ἂν περιβάληται, μηδὲν ἡγεῖσθαι ἔχειν· ὁ δὲ χρημάτων καταφρονῶν, περιττὰ πάντα ἡγήσεται, καὶ οὐ κολάσει τὴν ψυχὴν ἀπεράντοις ἐπιθυμίαις. Οὐδὲν γὰρ οὕτως εἰς κολάσεως λόγον ἐστὶν, ὡς ἐπιθυμία ἀπολαύσεως ἐστερημένη, ὃ μάλιστα καὶ τὴν διεστραμμένην δείκνυσι γνώμην. Σκόπει δέ· ὁ ἐπιθυμῶν χρημάτων καὶ κτησάμενος πλείονα, ὡς οὐδὲν ἔχων διάκειται ὁ τοιοῦτος· ἆρα τῆς νόσου ταύτης πολυπλοκώτερόν τι γένοιτ' ἄν; Καὶ οὐ τοῦτο μόνον ἐστὶ τὸ δεινὸν, ἀλλ' ὅτι καὶ ἔχων, οὐκ ἔχειν δοκεῖ αὐτὰ ἃ κατέχει, καὶ ὡς οὐκ ἔχων κόπτεται· κἂν τὰ πάντων λάβῃ, μᾶλλον ἀνιᾶται· κἂν κτήσηται ἑκατὸν τάλαντα, ὅτι μὴ χίλια ἔλαβεν, ἀλγεῖ κἂν χίλια λάβῃ, ὅτι μὴ μύρια, δάκνεται· κἂν μύρια λάβῃ, ὅτι μὴ δεκάκις τοσαῦτα, κατακόπτεται· καὶ ἡ πλείων κτῆσις αὐτῷ προσθήκη γίνεται πενίας· ὅσῳ γὰρ ἂν λάβῃ πλείονα, τοσούτῳ πλειόνων ἐπιθυμεῖ. Οὐκοῦν ὅσῳ ἂν πλείονα λάβῃ, τοσούτῳ μᾶλλον γίνεται πένης· ὁ γὰρ πλειόνων ἐπιθυμῶν, μᾶλλον πένης ἐστίν. Ὅταν μὲν οὖν ἑκατὸν ἔχῃ τάλαντα, οὐ σφόδρα πτωχεύει· χιλίων γὰρ ἐπιθυμεῖ· ὅταν χίλια λάβῃ, τότε μᾶλλον γίνεται πένης· οὐκέτι γὰρ χιλίων ὡς πρότερον, ἀλλὰ μυρίων αὐτὸν ἐν χρείᾳ φησὶν εἶναι. Εἰ δὲ τὸ ἐπιθυμεῖν, καὶ μὴ ἐπιτυγχάνειν, ἡδονὴν εἶναι λέγεις, ἀγνοεῖν μοι σφόδρα δοκεῖς τῆς ἡδονῆς τὴν φύσιν. Ὅτι γὰρ οὐχ ἡδονὴ, ἀλλὰ κόλασις τὸ τοιοῦτον, ἐφ' ἕτερον αὐτὸ πάλιν ἀγαγόντες, ἐξετάσωμεν. Ὅταν διψῶμεν, οὐ διὰ τοῦτο ἡδόμεθα πίνοντες, ὅτι τὸ δίψος παύομεν, καὶ διὰ τοῦτο ἡδονὴ τὸ πίνειν, ὅτι μεγάλης ἡμᾶς ἀπαλλάττει βασάνου, τῆς ἐπιθυμίας λέγω τοῦ πίνειν; παντί που δῆλον. Εἰ δὲ μέλλοιμεν ἐν ἐπιθυμίᾳ ἀεὶ διατρίβειν τοιαύτῃ, οὐδὲν ἔλαττον ἕξομεν τοῦ πλουσίου τοῦ ἐπὶ τοῦ Λαζάρου εἰς κολάσεως λόγον· ἐπεὶ καὶ ἐκείνῳ κόλασις τοῦτο ἦν, τὸ ἐπιθυμοῦντα σφοδρῶς σταγόνος μικρᾶς, μὴ ἔχειν τὸν ταύτην παρέχοντα· ὅπερ καὶ οἱ φιλάργυροι πάσχειν μοι δοκοῦσι διηνεκῶς, καὶ κατ' ἐκεῖνον εἶναι τὸν ἀξιοῦντα ταύτης ἀπολαῦσαι, καὶ μὴ ἐπιτυγχάνοντα· μᾶλλον γὰρ αὐτῶν ἡ ψυχὴ τῆς ἐκείνου καίεται. Καὶ καλῶς τις εἶπεν ὑδερικούς τινας εἶναι τοὺς φιλαργύρους. Καθάπερ γὰρ ἐκεῖνοι πολὺ φέροντες ὕδωρ ἐν τῷ σώματι μᾶλλον ἐκκαίονται· οὕτω καὶ οἱ φιλάργυροι πολλὰ περιφέροντες χρήματα πλειόνων ἐπιθυμοῦσι. Τὸ δὲ αἴτιον, ὅτι οὔτε ἐκεῖνοι ἐν τοῖς προσήκουσι τόποις τὸ ὕδωρ ἔχουσιν, οὐδὲ οὗτοι ἐν τοῖς προσήκουσι λογισμοῖς τὴν ἐπιθυμίαν. Φεύγωμεν οὖν τὴν ξένην ταύτην καὶ κενὴν νόσον, φεύγωμεν τὴν ῥίζαν τῶν κακῶν, φεύγωμεν τὴν παροῦσαν γέενναν· γέεννα γὰρ ἡ τούτων ἐπιθυμία. Ἀνάπτυξον γοῦν τὴν ψυχὴν ἑκάστου, καὶ τοῦ καταφρονοῦντος χρημάτων καὶ τοῦ μὴ καταφρονοῦντος· καὶ ὄψει ὅτι ὁ μὲν τοῖς μαινομένοις ἔοικεν, οὐδὲν οὔτε ἰδεῖν οὔτε ἀκοῦσαι βουλόμενος· ὁ δὲ λιμένι προσέοικε κυμάτων ἀπηλλαγμένῳ, καὶ πάντων ἐστὶ φίλος, ὥσπερ ἐκεῖνος ἐχθρός. Ἄν τε γὰρ λάβῃ τις, οὐκ ἐλύπησεν, ἄν τε δῷ πάλιν τις αὐτῷ, οὐκ ἐφύσησεν, ἀλλά τίς ἐστιν ἐλευθερία παρ' αὐτῷ πᾶσαν ἄδειαν ἔχουσα· καὶ ὁ μὲν πάντας καὶ κολακεύειν καὶ ὑποκρίνεσθαι ἀναγκάζεται, οὗτος δὲ οὐδένα. Εἰ τοίνυν καὶ πένης ἐστὶν ὁ φιλάργυρος καὶ δειλὸς καὶ εἴρων καὶ ὑποκριτὴς, καὶ φόβων γέμει καὶ τιμωρίας πολλῆς καὶ κολάσεως, ὁ δὲ καταφρονῶν χρημάτων, τῶν ἐναντίων ἀπολαύει πάντων, οὐκ εὔδηλον ὅτι ἡδίων ἡ ἀρετή; Καὶ τοῖς λοιποῖς δὲ ἂν ἐπεξήλθομεν κακοῖς, δι' ὧν δείκνυται ὅτι οὐδέν ἐστι κακὸν ἡδονὴν ἔχον, εἰ μὴ πολλὰ ἡμῖν ἔμπροσθεν εἴρητο. Ταῦτ' οὖν εἰδότες, ἑλώμεθα τὴν ἀρετὴν, ἵνα καὶ τῆς ἐνταῦθα ἡδονῆς ἀπολαύσωμεν, καὶ τῶν μελλόντων ἀγαθῶν ἐπιτύχωμεν, χάριτι καὶ φιλανθρωπίᾳ, καὶ τὰ ἑξῆς.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg156.local001/.
