# In epistulam i ad Corinthios (homiliae 1-44) 5.1

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44), Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοὶ, διὰ τοῦ ὀνόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἵνα τὸ αὐτὸ λέγητε πάντες, καὶ μὴ ᾖ ἐν ὑμῖν σχίσματα. ἦτε δὲ κατηρτισμένοι ἐν τῷ αὐτῷ νοῒ καὶ ἐν τῇ αὐτῇ γνώμῃ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-i-ad-corinthios-homiliae-1-44/5.1

Εἰπὲ γὰρ, εἰ δώδεκα ἄνδρες πολεμικῶν ἄπειροι πραγμάτων εἰς παράταξιν στρατιωτῶν ἄπειρον καὶ ὡπλισμένην εἰσπηδήσαντες, οὐκ ἄοπλοι μόνον, ἀλλὰ καὶ ἀσθενεῖς τὸ σῶμα, ὑπὸ μὲν ἐκείνων οὐδὲν ἔπαθον, μηδὲ μυρίοις βαλλόμενοι βέλεσιν ἐτρώθησαν, ἔχοντες δὲ ἐμπεπερονημένα τὰ βέλη γυμνῷ τῷ σώματι πάντας κατέβαλλον, οὐχ ὅπλοις κεχρημένοι, ἀλλὰ τῇ χειρὶ παίοντες, εἶτα τοὺς μὲν ἀνεῖλον, τοὺς δὲ αἰχμαλώτους λαβόντες ἀπήγαγον, μηδὲ τραύματα αὐτοὶ δεξάμενοι, ἆρά τις τὸ γινόμενον ἀνθρώπινον εἶναι ἔφησε; Καίτοι τὸ τῶν ἀποστόλων τρόπαιον πολλῷ ἐκείνου θαυμαστότερον. Τοῦ γὰρ γυμνὸν μὴ τρωθῆναι, πολλῷ παραδοξότερον τὸ τὸν ἰδιώτην καὶ ἀγράμματον καὶ ἁλιέα τοσαύτης δεινότητος περιγενέσθαι, καὶ μήτε ὑπὸ τῆς ὀλιγότητος, μήτε ὑπὸ τῆς πενίας, μήτε ὑπὸ τῶν κινδύνων, μήτε ὑπὸ τῆς συνηθείας τῆς προκατειληφυίας, μήτε ὑπὸ τῆς τοσαύτης αὐστηρότητος τῶν πραγμάτων ὧν ἐπέταττον, μήτε ὑπὸ τῶν καθημερινῶν θανάτων, μήτε ὑπὸ τοῦ πλήθους τῶν ἀπατηθέντων, μήτε ὑπὸ τοῦ ἀξιώματος τῶν ἀπατησάντων διακωλυθῆναι. Οὕτω τοίνυν αὐτοὺς καταβάλωμεν, καὶ μαχώμεθα πρὸς ἐκείνους, καὶ πρὸ τῶν λόγων διὰ τοῦ βίου καταπληξώμεθα. Αὕτη γάρ ἐστιν ἡ μεγάλη μάχη, οὗτος ὁ συλλογισμὸς ὁ ἀναντίῤῥητος ὁ διὰ τῶν ἔργων· ἐπεὶ κἂν μυρία φιλοσοφήσωμεν διὰ τῶν λόγων, βίον δὲ μὴ παρεχώμεθα ἐκείνων βελτίονα, τὸ κέρδος οὐδέν. Οὐ γὰρ τοῖς λεγομένοις προσέχουσιν, ἀλλ' ἃ πράττομεν ἐξετάζουσι, καί φασι· Σὺ πρότερος τοῖς σοῖς ῥήμασι πείθου, καὶ τότε ἑτέροις παραίνει. Εἰ δὲ λέγεις μὲν μυρία εἶναι ἀγαθὰ ἐν τῷ μέλλοντι, ὡς οὐκ ὄντων δὲ οὕτω φαίνοιο τοῖς παροῦσι προσηλωμένος, τὰ ἔργα σου τῶν ῥημάτων ἐμοὶ πιστότερα. Ὅταν γὰρ ἴδω σε ἁρπάζοντα τὰ ἑτέρων, θρηνοῦντα ἀμέτρως ἐπὶ τοῖς ἀπελθοῦσι, πολλὰ ἕτερα πλημμελοῦντα, πῶς σοι πιστεύσω ὅτι ἔστιν ἀνάστασις; Κἂν γὰρ μὴ λέγωσι ταῦτα, ὅμως ἐννοοῦσι ταῦτα, καὶ περιστρέφουσιν ἐπὶ τῆς διανοίας. Καὶ τοῦτό ἔστι τὸ κωλύον τοὺς ἀπίστους γενέσθαι Χριστιανούς. Ἐναγάγωμεν τοίνυν αὐτοὺς διὰ τῆς ζωῆς τῆς ἡμετέρας. Πολλοὶ καὶ ἰδιῶται ἄνδρες φιλοσόφων οὕτω κατέπληξαν τὴν διάνοιαν, ὡς καὶ τὴν τῶν ἔργων ἐπιδειξάμενοι φιλοσοφίαν, καὶ φωνὴν σάλπιγγος λαμπροτέραν διὰ τῆς πολιτείας καὶ φιλοσοφίας ἀφέντες· αὕτη γὰρ τῆς γλώττης ἰσχυροτέρα. Ὅταν δὲ εἴπω, ὅτι οὐ χρὴ μνησικακεῖν, εἶτα τὸν Ἕλληνα μυρία ἐργάσωμαι κακὰ, πῶς δυνήσομαι τοῖς λόγοις αὐτὸν ἐναγαγεῖν, διὰ τῶν ἔργων αὐτὸν ἀποσοβῶν; Θηρεύσωμεν τοίνυν αὐτοὺς διὰ τῆς πολιτείας, καὶ διὰ τῶν ψυχῶν τούτων οἰκοδομῶμεν τὴν Ἐκκλησίαν, καὶ τούτων συναγάγωμεν τὸν πλοῦτον. Οὐκ ἔστι ψυχῆς οὐδὲν ἀντάξιον, οὐδὲ ὁ κόσμος ἅπας. Ὥστε κἂν μυρία δῷς χρήματα πένησιν, οὐδὲν τοιοῦτον ἐργάσῃ, οἷον ὁ μίαν ψυχὴν ἐπιστρέφων. Ὁ γὰρ ἐξάγων τίμιον ἐξ ἀναξίου, ὡς στόμα μου ἔσται, φησί. Μέγα μὲν γὰρ ἀγαθὸν καὶ τὸ ἐλεεῖν τοὺς πενομένους· ἀλλ' οὐδὲν τοιοῦτον, οἷον τὸ πλάνης ἀπαλλάττειν· ὁ γὰρ τοῦτο ποιῶν, κατὰ Παῦλον γίνεται καὶ Πέτρον. Ἔξεστι γὰρ ἀναδέξασθαι τὸ ἐκείνων κήρυγμα, οὐχ ἵνα κινδυνεύωμεν καθάπερ ἐκεῖνοι, καὶ λιμοὺς καὶ λοιμοὺς καὶ τὰ ἄλλα ὑποφέρωμεν (εἰρήνης γὰρ ὁ παρὼν καιρὸς), ἀλλ' ἵνα τὴν ἀπὸ προθυμίας σπουδὴν ἐπιδειξώμεθα. Καὶ γὰρ ἔξεστιν οἴκοι καθημένους ταύτην τὴν ἁλείαν ἐργάζεσθαι. Εἴ τις ἔχει φίλον καὶ συγγενῆ καὶ οἰκεῖον, ταῦτα ποιείτω, ταῦτα λεγέτω· καὶ ἔσται κατὰ Πέτρον καὶ Παῦλον. Καὶ τί λέγω Πέτρον καὶ Παῦλον; Στόμα ἔσται τοῦ Χριστοῦ· Ὁ γὰρ ἐξαγαγὼν τίμιον ἐξ ἀναξίου, ὡς στόμα μου ἔσται, φησί. Κἂν μὴ σήμερον πείσῃς, αὔριον πείσεις· κἂν μηδέποτε πείσῃς, σὺ τὸν μισθὸν ἕξεις ἀπηρτισμένον· κἂν μὴ πάντας πείσῃς, ὀλίγους ἀπὸ πολλῶν δυνήσῃ· ἐπεὶ καὶ οἱ ἀπόστολοι οὐχὶ πάντας τοὺς ὄντας ἀνθρώπους ἔπεισαν, ἀλλ' ὅμως πᾶσι διελέχθησαν, καὶ τὸν ἐπὶ πᾶσι μισθὸν ἔχουσιν. Οὐ γὰρ πρὸς τὸ τέλος τῶν κατορθουμένων, ἀλλὰ πρὸς τὴν γνώμην τῶν κατορθούντων ὁ Θεὸς τοὺς στεφάνους ὁρίζειν εἴωθε. Κἂν δύο καταβάλῃς ὀβολοὺς, δέχεται· καὶ ὅπερ ἐπὶ τῆς χήρας ἐποίησε, τοῦτο καὶ ἐπὶ τῶν διδασκόντων ἐργάζεται. Μὴ τοίνυν, ἐπειδὴ τὴν οἰκουμένην οὐ δύνασαι σῶσαι καὶ τῶν ὀλίγων καταφρόνει, μηδὲ τῇ τῶν μεγάλων ἐπιθυμίᾳ τῶν μικρῶν ἀφελκύσῃς σεαυτόν. Κἂν ἑκατὸν μὴ δυνηθῇς, τῶν δέκα ἐπιμελήθητι· κἂν δέκα μὴ δυνηθῇς, μηδὲ τῶν πέντε καταφρονήσῃς· κἂν πέντε μὴ δυνηθῇς, τοῦ ἑνὸς μὴ ὑπερίδῃς· κἂν τὸν ἕνα μὴ δυνηθῇς, μηδὲ οὕτως ἀθύμει, μηδὲ τὰ παρὰ σαυτοῦ κωλύσῃς. Οὐχ ὁρᾷς, ὅτι καὶ ἐν τοῖς συναλλάγμασιν οὐ μόνον ἀπὸ χρυσίου, ἀλλὰ καὶ ἐξ ἀργυρίου τὰς ἐμπορίας ποιοῦνται οἱ περὶ ταῦτα σχολάζοντες; Ἂν μὲν γὰρ μηδέπω τῶν μικρῶν καταφρονῶμεν, καὶ τῶν μεγάλων ἀνθεξόμεθα· ἂν δὲ τῶν μικρῶν ὑπερίδωμεν, οὐδὲ ἐκείνων ἐπιληψόμεθα εὐκόλως. Οὕτως ἕκαστος πλούσιος γίνεται, καὶ μικρὰ καὶ μεγάλα συλλέγων· οὕτω καὶ ἡμεῖς ποιῶμεν, ἵνα ἐν πᾶσι πλουτήσαντες, ἐπιτύχωμεν τῆς βασιλείας τῶν οὐρανῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg156.local001/.
