# In epistulam i ad Corinthios (homiliae 1-44) 5

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44), Ὁ λόγος γὰρ ὁ τοῦ σταυροῦ τοῖς μὲν ἀπολλυμένοις μωρία ἐστὶ, τοῖς δὲ σωζομένοις ἡμῖν δύναμις Θεοῦ ἐστι. Γέγραπται γάρ· Ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν, καὶ τὴν σύνεσιν τῶν συνετῶν ἀθετήσω· ποῦ σοφός; ποῦ γραμματεύς; ποῦ συζητητὴς τοῦ αἰῶνος τούτου;. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-i-ad-corinthios-homiliae-1-44/5

Καὶ γὰρ Πρωταγόρας παρ' αὐτοῖς, ἐπειδὴ ἐτόλμησεν εἰπεῖν, ὅτι οὐκ Οἶδα θεοὺς, οὐ τὴν οἰκουμένην περιιὼν καὶ κηρύττων, ἀλλ' ἐν μιᾷ πόλει, περὶ τῶν ἐσχάτων ἐκινδύνευσε. Καὶ Διαγόρας ὁ Μιλήσιος, καὶ Θεόδωρος ὁ λεγόμενος Ἄθεος, καίτοι φίλους εἶχον καὶ δύναμιν τὴν ἀπὸ τῶν λόγων, καὶ ἐπὶ φιλοσοφίᾳ ἐθαυμάζοντο, ἀλλ' ὅμως οὐδὲν τούτων αὐτοὺς ὤνησε· καὶ ὁ μέγας δὲ Σωκράτης καὶ πάντων τῶν παρ' αὐτοῖς φιλοσοφίᾳ κρατῶν διὰ τοῦτο τὸ κώνειον ἔπιεν, ἐπειδὴ ἐν τοῖς περὶ θεῶν λόγοις μικρόν τι παρακινεῖν ὑπωπτεύετο. Εἰ δὲ ὑπόληψις μόνη καινοτομίας τοσοῦτον κίνδυνον ἤνεγκε φιλοσόφοις ἀνδράσι καὶ σοφοῖς καὶ μυρίας ἀπολελαυκόσι θεραπείας, καὶ οὐ μόνον οὐκ ἴσχυσαν ἅπερ ἤθελον, ἀλλὰ καὶ αὐτοὶ καὶ ζωῆς καὶ πατρίδος ἐξέπεσον, πῶς οὐ θαυμάζεις καὶ ἐκπλήττῃ, τὸν ἁλιέα ὁρῶν ἐπὶ τῆς οἰκουμένης τοσαῦτα ἐργασάμενον, καὶ κατορθώσαντα ἅπερ ἐσπούδασε, καὶ περιγενόμενον καὶ βαρβάρων καὶ Ἑλλήνων ἁπάντων; Ἀλλ' οὗτοι, φησὶν, οὐχὶ θεοὺς εἰσήγαγον ξένους, ὥσπερ ἐκεῖνοι. Αὐτὸ μὲν οὖν μάλιστα τὸ θαυμαστόν μοι λέγεις, ὅτι διπλῆ ἡ καινοτομία, καὶ τὸ τοὺς ὄντας καθαιρεῖν, καὶ τὸν ἐσταυρωμένον ἀναγγέλλειν. Πόθεν γὰρ αὐτοῖς ἐπῆλθε τοιαῦτα κηρύττειν; πόθεν ὑπὲρ τοῦ τέλους αὐτῶν θαῤῥεῖν; τίνας τῶν πρὸ αὐτῶν τοιοῦτόν τι κατορθωκότας εἶχον ἰδεῖν; οὐ πάντες δαίμονας προσεκύνουν; οὐ πάντες τὰ στοιχεῖα ἐθεοποίουν; οὐ διάφορος ἦν τῆς ἀσεβείας ὁ τρόπος; Ἀλλ' ὅμως τὰ πάντα ἐπῆλθον, καὶ κατέλυσαν ταῦτα, καὶ ἐπέδραμον ἐν βραχεῖ καιρῷ τὴν οἰκουμένην ἅπασαν, καθάπερ ὑπόπτεροί τινες, οὐ κινδύνους λογιζόμενοι, οὐ θανάτους, οὐ τὴν τοῦ πράγματος δυσκολίαν, οὐ τὴν ὀλιγότητα τὴν ἑαυτῶν, οὐ τὸ πλῆθος τῶν ἐναντιουμένων, οὐ τὴν ἐξουσίαν, οὐ τὴν δυναστείαν, οὐ τὴν σοφίαν τῶν πολεμούντων. Εἶχον γὰρ τούτων ἁπάντων μείζονα συμμαχίαν, τὴν τοῦ σταυρωθέντος καὶ ἀναστάντος δύναμιν. Οὐκ ἦν οὕτω θαυμαστὸν, εἰ πολεμῆσαι εἵλοντο τῇ οἰκουμένῃ πόλεμον αἰσθητὸν, ὡς τοῦτο τὸ γεγενημένον νῦν. Ἐπὶ μὲν γὰρ τοῦ νόμου τῆς μάχης ἐξῆν ἀπεναντίας ἵστασθαι τῶν πολεμίων, καὶ χώραν ἀπολαμβάνοντας ἐναντίαν οὕτω παρατάττεσθαι πρὸς τοὺς ἐναντιουμένους, καὶ καιρὸν ἔχειν ἐπιθέσεως καὶ συμβολῆς· ἐνταῦθα δὲ οὐχ οὕτως· οὐ γὰρ στρατόπεδον ἴδιον εἶχον, ἀλλὰ αὐτοῖς ἀνεμίγνυντο τοῖς πολεμίοις, καὶ οὕτως αὐτῶν ἐκράτουν· καὶ ἐν μέσοις τοῖς ἐχθροῖς ἀναστρεφόμενοι, διωλίσθαινον αὐτῶν τὰς λαβὰς, καὶ περιεγίνοντο καὶ ἐνίκων νίκην λαμπρὰν πληροῦσαν προφητείαν λέγουσαν· Καὶ κατακυριεύσεις ἐν μέσῳ τῶν ἐχθρῶν σου. Τοῦτο γὰρ ἦν τὸ πολλῆς ἐκπλήξεως γέμον, ὅτι κατέχοντες αὐτοὺς οἱ ἐχθροὶ, καὶ εἰς δεσμωτήριον ἐμβάλλοντες καὶ δεσμοὺς, οὐ μόνον αὐτῶν οὐ περιεγένοντο, ἀλλὰ καὶ αὐτοὶ μετὰ ταῦτα αὐτοῖς ὑπέκυπτον, οἱ μαστίζοντες τοῖς μαστιζομένοις, οἱ δεσμοῦντες τοῖς δεδεμένοις, οἱ διώκοντες τοῖς ἐλαυνομένοις. Ταῦτα δὴ πάντα πρὸς Ἕλληνας λέγομεν, μᾶλλον δὲ καὶ τούτων πλείονα· πολλὴ γὰρ τῆς ἀληθείας ἡ περιουσία. Κἂν γὰρ παρακολουθῆτε τῇ ὑποθέσει, πᾶσαν ὑμᾶς τὴν πρὸς αὐτοὺς διδάξομεν μάχην· τέως δὲ ταυτὶ δύο διατηρῶμεν κεφάλαια, πῶς οἱ ἀσθενεῖς τοὺς ἰσχυροὺς ἐνίκησαν, καὶ πόθεν αὐτοῖς ἐπῆλθε τοιούτοις οὖσι τοιαῦτα βουλεύσασθαι, εἰ μὴ θείας ἀπέλαυον συμμαχίας.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg156.local001/.
