Ancient Greek
Ὁ λόγος γὰρ ὁ τοῦ σταυροῦ τοῖς μὲν ἀπολλυμένοις μωρία ἐστὶ, τοῖς δὲ σωζομένοις ἡμῖν δύναμις Θεοῦ ἐστι. Γέγραπται γάρ· Ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν, καὶ τὴν σύνεσιν τῶν συνετῶν ἀθετήσω· ποῦ σοφός; ποῦ γραμματεύς; ποῦ συζητητὴς τοῦ αἰῶνος τούτου;
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44) 6.1
Not analysed yet
Καὶ τὰ παρ' ἡμῶν ὧδε. Παρεχώμεθα δὲ ἐπὶ τῶν ἔργων τὰ τοῦ βίου κατορθώματα, καὶ δαψιλὲς τὸ πῦρ ἀνάπτωμεν τῆς ἀρετῆς. Φωστῆρες γάρ ἐστε, φησὶν, ἐν μέσῳ τοῦ κόσμου λάμποντες· καὶ μείζονα ἡμῶν ἑκάστῳ χρείαν ἐνεχείρισεν ὁ Θεὸς, ἢ τῷ ἡλίῳ, μείζονα οὐρανοῦ καὶ γῆς καὶ θαλάττης, καὶ τοσούτῳ μείζονα, ὅσῳ τὰ πνευματικὰ τῶν αἰσθητῶν διενήνοχεν. Ὅταν οὖν πρὸς τὸν ἡλιακὸν ἴδωμεν κύκλον, καὶ θαυμάσωμεν τὸ κάλλος καὶ τὸ σῶμα καὶ τὴν φαιδρότητα τοῦ ἄστρου, λογιζώμεθα πάλιν, ὅτι μεῖζον καὶ ἄμεινον τὸ ἐν ἡμῖν φῶς, καθάπερ καὶ τὸ σκότος χαλεπώτερον, ἂν μὴ προσέχωμεν· καὶ γὰρ νὺξ βαθεῖα κατέχει τὴν οἰκουμένην ἅπασαν. Ταύτην τοίνυν ἀνατρέψωμεν καὶ λύσωμεν. Νὺξ οὐκ ἐν αἱρετικοῖς οὐδὲ ἐν Ἕλλησι μόνον, ἀλλὰ καὶ πολλοῖς τοῖς παρ' ἡμῖν δογμάτων ἕνεκεν καὶ βίου. Πολλοὶ γὰρ τῇ ἀναστάσει διαπιστοῦσι, πολλοὶ καὶ γένεσιν ἑαυτοῖς ἐπιτειχίζουσι, πολλοὶ καὶ παρατηρήσεις φυλάττουσι καὶ κληδωνισμοῖς καὶ οἰωνισμοῖς καὶ συμβόλοις· οἱ δὲ καὶ περιάπτοις καὶ ἐπῳδαῖς κέχρηνται. Ἀλλὰ καὶ πρὸς τούτους μὲν ὕστερον ἐροῦμεν, ὅταν τὰ πρὸς Ἕλληνας διανύσωμεν· τέως δὲ τὰ εἰρημένα κατέχετε, καὶ συλλάβεσθέ μοι τῆς μάχης, διὰ τοῦ βίου πρὸς ἡμᾶς ἕλκοντες αὐτοὺς καὶ μεθιστῶντες. Ὅπερ γὰρ ἀεὶ λέγω, τὸν περὶ φιλοσοφίας διδάσκοντα, πρότερον ἐν ἑαυτῷ τοῦτο διδάσκειν χρὴ καὶ ποθεινὸν εἶναι τοῖς ἀκούουσι. Γενώμεθα τοίνυν ποθεινοὶ, καὶ εὐνοϊκῶς διαθῶμεν πρὸς ἡμᾶς τοὺς Ἕλληνας. Τοῦτο δὲ ἔσται, ἐὰν μὴ κακῶς ποιεῖν, ἀλλὰ καὶ κακῶς πάσχειν ὦμεν παρεσκευασμένοι. Οὐχ ὁρῶμεν τὰ παιδία, ὅταν ὑπὸ τῶν πατέρων βασταζόμενα ἐντείνῃ πληγὰς εἰς τὰς γνάθους τοῦ φέροντος, πῶς ὁ πατὴρ ἡδέως παρέχει τῷ παιδὶ τῆς ὀργῆς ἐμφορηθῆναι, καὶ ὅταν ἴδῃ κενώσαντα τὸν θυμὸν φαιδρύνεται; Οὕτω καὶ ἡμεῖς ποιῶμεν· καὶ καθάπερ πατέρες πρὸς παιδία, τοῖς Ἕλλησι διαλεγώμεθα. Παιδία γάρ εἰσιν ἅπαντες Ἕλληνες· καὶ ταῦτά τινες τῶν παρ' αὐτοῖς εἰρήκασιν, ὅτι ἀεὶ παῖδες ἐκεῖνοι, καὶ γέρων Ἕλλην οὐδείς. Τὰ δὲ παιδία ὑπὲρ οὐδενὸς ἀνέχεται φροντίζειν χρησίμου· οὕτω καὶ οἱ Ἕλληνες παίζειν ἀεὶ βούλονται καὶ χαμαὶ κεῖνται, χαμαιπετεῖς ὄντες καὶ χαμαίζηλοι. Τὰ δὲ παιδία πολλάκις περὶ ἀναγκαίων ἡμῶν διαλεγομένων οὐδενὸς ἐπαισθάνεται τῶν λεγομένων, ἀλλ' ἀεὶ καὶ γελᾷ· τοιοῦτοι καὶ οἱ Ἕλληνες· ὅταν περὶ βασιλείας διαλεγώμεθα, γελῶσι. Καὶ καθάπερ ἐκ παιδικοῦ στόματος πολὺς ἀποβλύζων σίελος πολλάκις καὶ σιτίον καὶ ποτὸν ἐμόλυνεν· οὕτω καὶ τὰ ἀπὸ τοῦ στόματος τῶν Ἑλλήνων ἀποῤῥέοντα ῥήματα μάταια καὶ ἀκάθαρτα· κἂν ἀναγκαίαν δῷς τροφὴν, λυποῦσι τοὺς παρέχοντας διὰ βλασφημίας ἀεὶ, καὶ δέονται διαβαστάζεσθαι. Τὰ παιδία πάλιν ὅταν ἴδωσι λῃστὴν εἰσιόντα καὶ τὰ ἔνδον ἀφαιρούμενον, οὐ μόνον οὐκ ἀμύνει, ἀλλὰ καὶ προσγελᾷ τῷ ἐπιβούλῳ· ἂν δὲ τὸν καλαθίσκον ἢ τὰ σεῖστρα ἀφέλῃς, ἢ ἄλλο τι τῶν ἀθυρμάτων, δεινοπαθεῖ καὶ δυσχεραίνει, σπαράττεται καὶ λακτίζει τὸ ἔδαφος. Οὕτω δὴ καὶ οἱ Ἕλληνες, τὸν μὲν διάβολον ὁρῶντες πάντα ὑφαιρούμενον αὐτῶν τὰ πατρῷα καὶ τὸ συνέχοντα αὐτῶν τὴν ζωὴν, γελῶσιν ὥσπερ φίλῳ προστρέχοντες· ἂν δὲ κτῆμά τις ἢ πλοῦτον ἢ ὁτιοῦν τοιοῦτον τῶν παιδικῶν, ἀφέληται, ὀδύρονται, σπαράττονται· καὶ καθάπερ τὰ παιδία ἀναισθήτως γυμνοῦται καὶ οὐκ ἐρυθριᾷ, οὕτω καὶ οἱ Ἕλληνες πόρνοις καὶ μοιχοῖς συγκυλινδούμενοι, καὶ τοὺς τῆς φύσεως γυμνοῦντες νόμους, καὶ παρανόμους εἰσάγοντες μίξεις, οὐκ ἐπιστρέφονται. Ἐκροτήσατε σφόδρα καὶ ἐπῃνέσατε· ἀλλὰ μετὰ τοῦ κρότου σπουδάσατε, ὅπως μὴ καὶ περὶ ὑμῶν ταῦτα λέγηται. Διὸ παρακαλῶ πάντας γενέσθαι ἄνδρας· ἐπεὶ, ὅταν αὐτοὶ παῖδες ὦμεν, πῶς ἐκείνους διδάξομεν ἄνδρας εἶναι; πῶς εἴρξομεν αὐτοὺς τῆς παιδικῆς ἀνοίας; Γενώμεθα τοίνυν ἄνδρες, ἵνα φθάσωμεν εἰς τὸ μέτρον τῆς ἡλικίας τῆς ὡρισμένης παρὰ τοῦ Χριστοῦ, καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ, καὶ τὰ ἑξῆς.