# In epistulam i ad Corinthios (homiliae 1-44) 6.1-11

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44), Ὑμεῖς δέ ἐστε σῶμα Χριστοῦ, καὶ μέλη ἐκ μέρους.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-i-ad-corinthios-homiliae-1-44/6.1-11

Καὶ τὸ δὴ θαυμαστὸν τῆς ἀγάπης, ὅτι τὰ μὲν ἄλλα ἀγαθὰ ἔχει παρεζευγμένα τὰ κακά· οἷον ὁ ἀκτήμων φυσᾶται πολλάκις διὰ τοῦτο, ὁ λέγειν εἰδὼς καὶ δοξομανίαν νοσεῖ, ὁ ταπεινόφρων δι' αὐτὸ τοῦτο πολλάκις κατὰ τὸ συνειδὸς μέγα φρονεῖ· ἡ δὲ ἀγάπη πάσης τῆς τοιαύτης ἀπήλλακται λύμης· κατὰ γὰρ τοῦ ἀγαπωμένου οὐκ ἄν τις ἐπαρθείη ποτέ. Καὶ μή μοι θῇς ἕνα ἀγαπῶντα, ἀλλὰ πάντας ὁμοίως, καὶ τότε αὐτῆς ὄψει τὴν ἀρετήν· μᾶλλον δὲ, εἰ βούλει, πρῶτον ἕνα ἀγαπώμενον καὶ ἕνα φιλοῦντα τίθει, φιλοῦντα μέντοι, ὡς φιλεῖν ἄξιον. Τὴν γὰρ γῆν οὕτως ὡς τὸν οὐρανὸν οἰκήσει, πανταχοῦ γαλήνης ἀπολαύων, καὶ μυρίους ἑαυτῷ πλέκων στεφάνους. Ὁ γὰρ τοιοῦτος καὶ φθόνου καὶ ὀργῆς καὶ βασκανίας καὶ ἀπονοίας καὶ κενοδοξίας καὶ πονηρᾶς ἐπιθυμίας καὶ παντὸς ἔρωτος ἀτόπου καὶ παντὸς νοσήματος καθαρεύουσαν διατηρήσει τὴν ἑαυτοῦ ψυχήν. Ὥσπερ γὰρ ἑαυτὸν οὐκ ἄν τις ἐργάσαιτό τι κακὸν, οὕτως οὐδὲ τοὺς πλησίον οὗτος. Τοιοῦτος δὲ ὢν, μετ' αὐτοῦ στήσεται τοῦ Γαβριὴλ ἐπὶ τῆς γῆς βαδίζων. Καὶ ὁ μὲν ἀγάπην ἔχων τοιοῦτος· ὁ δὲ σημεῖα ποιῶν, καὶ γνῶσιν ἔχων ἀπηρτισμένην, ταύτης ἄνευ, κἂν μυρίους ἐγείρῃ νεκροὺς, οὐδὲν μέγα ὀνήσει, πάντων ἀπεῤῥηγμένος καὶ οὐδενὶ τῶν συνδούλων ἀναμιγνύναι ἑαυτὸν ἀνεχόμενος. Διὰ δὴ τοῦτο καὶ ὁ Χριστὸς τῆς εἰς αὐτὸν ἀκριβοῦς ἀγάπης σημεῖον ἔφησεν εἶναι, τὸ τὸν πλησίον φιλεῖν. Εἰ γὰρ φιλεῖς με, φησὶν, ὦ Πέτρε, τούτων πλέον, ποίμαινε τὰ πρόβατά μου. Εἶδες πῶς καὶ ἐντεῦθεν πάλιν ᾐνίξατο, ὅτι μαρτυρίου μεῖζον τοῦτο, Καὶ γὰρ εἰ παῖδά τις εἶχεν ἀγαπητὸν, καὶ ὑπὲρ οὗ καὶ τὴν ψυχὴν ἂν ἐπέδωκεν, εἶτά τις τὸν μὲν πατέρα ἐφίλει, τῷ δὲ παιδὶ μηδ' ὅλως προσεῖχε, σφόδρα ἂν παρώξυνε τὸν πατέρα, καὶ οὐκ ἂν ᾔσθετο τῆς οἰκείας ἀγάπης διὰ τὴν τοῦ παιδὸς ὑπεροψίαν. Εἰ δὲ ἐπὶ πατρὸς καὶ παιδὸς τοῦτο συμβαίνει, πολλῷ μᾶλλον ἐπὶ Θεοῦ καὶ ἀνθρώπων· καὶ γὰρ πατέρων ἁπάντων ἐστὶ φιλοστοργότερος ὁ Θεός. Διὰ δὴ τοῦτο εἰπὼν, Πρώτη καὶ μεγάλη ἐντολὴ, Ἀγαπήσεις Κύριον τὸν Θεόν σου, ἐπήγαγε, Δευτέρα δὲ, καὶ οὐκ ἐσίγησεν, ἀλλὰ προσέθηκεν, Ὁμοία αὐτῆς, Ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτόν. Καὶ ὅρα πῶς μετὰ τῆς αὐτῆς σχεδὸν ὑπερβολῆς ἀπαιτεῖ καὶ ταύτην. Περὶ μὲν γὰρ τοῦ Θεοῦ φησιν, Ἐξ ὅλης καρδίας σου· περὶ δὲ τοῦ πλησίον σου, Ὡς ἑαυτὸν, ὅπερ ἴσον ἐστὶ τῷ, Ἐξ ὅλης τῆς καρδίας σου. Καὶ γὰρ εἰ μετὰ ἀκριβείας τοῦτο ἐφυλάττετο, οὐ δοῦλος, οὐκ ἐλεύθερος ἦν, οὐκ ἄρχων, οὐκ ἀρχόμενος, οὐ πλούσιος, οὐ πένης, οὐ μικρὸς, οὐ μέγας, οὐ διάβολος ἂν ἐγνώσθη ποτέ· οὐ λέγω, Οὗτος, ἀλλ' εἰ καὶ ἕτερος τοιοῦτος, μᾶλλον δὲ εἰ καὶ ἑκατὸν, καὶ μυρίοι τοιοῦτοι ἦσαν, οὐδὲν ἂν ἴσχυσαν ἐκείνης οὔσης. Μᾶλλον γὰρ χόρτος ἤνεγκε πυρὸς ἐπαγωγὴν, ἢ φλόγα ἀγάπης ὁ διάβολος. Αὕτη τείχους ἰσχυροτέρα, αὕτη ἀδάμαντος στεῤῥοτέρα· κἂν ἑτέραν ταύτης ἰσχυροτέραν εἴπῃς ὕλην, πάντα ὑπερβάλλει τῆς ἀγάπης ἡ στεῤῥότης. Ταύτην οὐ πλοῦτος, οὐ πενία νικᾷ· μᾶλλον δὲ οὐδ' ἂν ἦν πενία, οὐκ ἀμετρία πλούτου, εἰ ἀγάπη ἦν, ἀλλὰ τὰ ἐξ ἑκατέρων ἀγαθὰ μόνον. Καὶ γὰρ τὴν ἐξ ἐκείνου ἀφθονίαν ἐκαρπωσάμεθα ἂν, καὶ τὴν ἐκ ταύτης ἀμεριμνίαν· καὶ οὔτε τοῦ πλούτου τὰς φροντίδας, οὔτε τῆς πενίας τὸ δέος ὑπεμείναμεν ἄν. Καὶ τί λέγω τὰ ἐξ αὐτῆς κέρδη; Αὐτὸ γὰρ καθ' ἑαυτὸ τὸ φιλεῖν ἐννόησον ἡλίκον ἐστὶ, πόσην φέρει τὴν εὐφροσύνην, ἐν πόσῃ καθίστησι χάριτι τὴν ψυχὴν, ὃ μάλιστα αὐτῆς ἐστιν ἐξαίρετον. Τὰ μὲν γὰρ ἄλλα τῆς ἀρετῆς μέρη συνεζευγμένον ἔχει τὸν πόνον, οἷον νηστεία, σωφροσύνη, ἀγρυπνία, βασκανίαν, ἐπιθυμίαν, ὑπεροψίαν· ἡ δὲ ἀγάπη μετὰ τοῦ κέρδους πολλὴν ἔχει καὶ τὴν ἡδονὴν, καὶ πόνον οὐδένα· καὶ καθάπερ μέλιττα ἀγαθὴ, τὰ πανταχόθεν συνάγουσα ἀγαθὰ, εἰς τὴν τοῦ φιλοῦντος κατατίθεται ψυχήν. Κἂν δουλεύῃ τις, ἡδίω τῆς ἐλευθερίας ἀποφαίνει τὴν δουλείαν. Ὁ γὰρ φιλῶν οὐχ οὕτως ἐπιτάττων. ὡς ἐπιταττόμενος χαίρει, καίτοι γε τὸ ἐπιτάττειν ἡδύ· ἀλλὰ μετατίθησιν αὕτη τῶν πραγμάτων τὴν φύσιν, καὶ πάντα ἐν χερσὶν ἔχουσα παραγίνεται τὰ ἀγαθὰ, πάσης μητρὸς ἠπιωτέρα, πάσης βασιλίδος εὐπορωτέρα, καὶ τὰ ἐπίπονα κοῦφα ποιεῖ καὶ ῥᾷστα, τὴν μὲν ἀρετὴν εὔκολον, τὴν δὲ κακίαν πικροτάτην ἡμῖν ἀποφαίνουσα. Σκόπει δέ· Τὸ δαπανᾷν λυπηρὸν εἶναι δοκεῖ καὶ ποιεῖ αὐτὸ αὕτη ἡδύ· τὸ λαμβάνειν τὰ ἑτέρων ἡδὺ, καὶ οὐκ ἀφίησιν αὐτὸ φαίνεσθαι ἡδὺ, ἀλλὰ φεύγειν ὡς μοχθηρὸν παρασκευάζει. Πάλιν τὸ κακῶς λέγειν, γλυκὺ πᾶσιν εἶναι δοκεῖ· αὕτη τοῦτο μὲν μικρὸν ἀποφαίνει, τὸ δὲ καλῶς λέγειν, ἡδύ· οὐδὲν γὰρ οὕτως, ὡς τὸν φιλούμενον ἐγκωμιάζειν, ἡμῖν ἡδύ. Πάλιν ὁ θυμὸς ἔχει τινὰ ἡδονὴν, ἀλλ' ἐνταῦθα οὐκέτι, ἀλλὰ πάντα αὐτοῦ τὰ νεῦρα ἀνῄρηται· κἂν λυπήσῃ τὸν φιλοῦντα ὁ ἀγαπώμενος, θυμὸς μὲν οὐδαμοῦ φαίνεται, δάκρυα δὲ καὶ παρακλήσεις, καὶ ἱκετηρίαι· τοσοῦτον ἀπέχει τοῦ παροξυνθῆναι. Κἂν ἴδῃ ἁμαρτάνοντα, πενθεῖ καὶ ὀδυνᾶται· ἀλλὰ καὶ ἡ ὀδύνη αὕτη ἡδονὴν φέρει. Τῆς γὰρ ἀγάπης καὶ τὰ δάκρυα καὶ ἡ λύπη γέλωτος παντὸς ἡδίω καὶ χαρᾶς. Οὐχ οὕτω γοῦν ἀναπαύονται οἱ γελῶντες, ὡς οἱ ὑπὲρ φίλων κλαίοντες· κἂν ἀπιστῇς, ἐπίσχες αὐτῶν τὰ δάκρυα, καὶ ὡς τὰ ἀνήκεστα παθόντες, οὕτω δυσχεραίνουσιν. Ἀλλ' ἡδονὴν ἔχει, φησὶν, ἄτοπον τὸ φιλεῖν. Ἄπαγε, καὶ εὐφήμει, ἄνθρωπε· οὐδὲν γὰρ οὕτως ἡδονῆς καθαρεύει τοιαύτης, ὡς ἀγάπη γνησία.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg156.local001/.
