# In epistulam i ad Corinthios (homiliae 1-44) 6.1-14

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44), Διώκετε τὴν ἀγάπην· ζηλοῦτε δὲ τὰ πνευματικὰ, μᾶλλον δὲ ἵνα προφητεύητε.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-i-ad-corinthios-homiliae-1-44/6.1-14

Ταῦτ' οὖν εἰδότες, μὴ πενίαν φεύγωμεν, μὴ πλοῦτον θαυμάζωμεν, ἀλλὰ τὴν ψυχὴν πρὸς πάντα ἱκανὴν κατασκευάζωμεν. Καὶ γὰρ οἰκίαν τις οἰκοδομούμενος, οὐ τοῦτο σκοπεῖ, ὅπως μήτε ὑετὸς ἐπ' αὐτὴν κατενεχθείη, μήτε ἀκτὶς ἔλθοι· τοῦτο γὰρ ἀμήχανον· ἀλλ' ὅπως αὐτὴ ἱκανὴ γένοιτο πάντα φέρειν. Καὶ ὁ πλοῖον δὲ τεκταινόμενος, οὐχ ὅπως μὴ κύματα αὐτῷ προσρήξειε, μηδὲ χειμὼν ἀρθείη θαλάσσης, ποιεῖ τι καὶ μηχανᾶται· καὶ γὰρ καὶ τοῦτο ἀμήχανον· ἀλλ' ὅπως οἱ τοῖχοι τῆς νεὼς πρὸς ἅπαντα εἶεν ἐπιτήδειοι. Καὶ ὁ σώματος φροντίζων πάλιν οὐ τοῦτο σκοπεῖ, ὅπως μὴ ἀνωμαλία ἀέρων γένοιτο, ἀλλ' ὅπως τὸ σῶμα εὐκόλως ἅπαντα ταῦτα φέροι. Οὕτω τοίνυν καὶ ἐπὶ τῆς ψυχῆς ποιῶμεν, καὶ μὴ ὅπως φύγωμεν πενίαν, μηδὲ ὅπως γενώμεθα πλούσιοι σπουδάζωμεν, ἀλλ' ὅπως πρὸς τὴν ἑαυτῶν ἀσφάλειαν ἕκαστον τούτων μεταχειρίσωμεν. Διὸ ταῦτα ἀφέντες, κατασκευάζωμεν τὴν ψυχὴν καὶ πλούτῳ καὶ πενίᾳ ἐπιτηδείαν. Κἂν γὰρ μηδὲν ἀνθρώπινον συμβαίνῃ, ὅπερ ὡς τὰ πολλὰ ἀδύνατον, καὶ οὕτω βελτίων ὁ μὴ πλοῦτον ζητῶν, ἀλλ' εἰδὼς πάντα φέρειν εὐκόλως, τοῦ διαπαντὸς πλουτοῦντος. Τί δήποτε; Πρῶτον μὲν ὁ τοιοῦτος οἴκοθεν ἔχει τὸ ἀσφαλὲς, ἐκεῖνος δὲ ἔξωθεν. Καὶ ὥσπερ στρατιώτης βελτίων ὁ τῷ σώματι θαῤῥῶν καὶ τῇ τέχνῃ τοῦ πολεμεῖν, τοῦ τὴν ἰσχὺν ἐν τοῖς ὅπλοις ἔχοντος μόνον· οὕτω τοῦ χρήμασι θαῤῥοῦντος ὁ ἀπὸ τῆς ἀρετῆς πεφραγμένος ἀμείνων. Δεύτερον, ὅτι, κἂν εἰς πενίαν μὴ καταπέσῃ, οὐ δυνατὸν αὐτὸν ἀτάραχον εἶναι· καὶ γὰρ πολλοὺς ἔχει κλύδωνας ὁ πλοῦτος καὶ ταραχάς. Ἀλλ' οὐχ ἡ ἀρετὴ, ἀλλ' ἡδονὴν μόνον καὶ ἀσφάλειαν· καὶ γὰρ ἀχείρωτον ποιεῖ τοῖς ἐπιβουλεύουσιν· ὁ δὲ πλοῦτος τοὐναντίον ἅπαν, εὐεπιχείρητον καὶ ἁλώσιμον. Καὶ καθάπερ ἐν τοῖς ζώοις ἔλαφοι καὶ λαγωοὶ μάλιστα πάντων εἰσὶν εὐχείρωτοι διὰ τὴν ἐν τῇ φύσει δειλίαν, ὗς δὲ ἄγριος καὶ ταῦρος καὶ λέων οὐδ' ἂν ἐμπέσοιεν ῥᾳδίως τοῖς ἐπιβουλεύουσιν· οὕτω δὴ καὶ ἐπὶ τῶν πλουτούντων, καὶ ἐν πενίᾳ ζώντων ἑκόντων ἔστιν ἰδεῖν. Ὁ μὲν γὰρ τῷ λέοντι καὶ τῷ ταύρῳ ἔοικεν, ὁ δὲ τῇ ἐλάφῳ καὶ τῷ λαγωῷ. Τίνα γὰρ οὐ δέδοικεν ὁ πλουτῶν; οὐχὶ λῃστάς; οὐχὶ δυνάστας; οὐ βασκάνους; οὐ συκοφάντας; Καὶ τί λέγω λῃστὰς καὶ συκοφάντας, ὅπου γε καὶ τοὺς οἰκέτας αὐτοὺς ὑποπτεύει; Καὶ τί λέγω ζῶν; οὐδὲ τελευτήσας τῆς τῶν λῃστευόντων κακουργίας ἀπήλλακται, οὐδὲ ἰσχύει ὁ θάνατος ἐν ἀσφαλείᾳ αὐτὸν καταστῆσαι, ἀλλὰ καὶ νεκρὸν ὄντα συλῶσιν οἱ κακουργοῦντες· οὕτω πρᾶγμα ἐπισφαλὲς ὁ πλοῦτος. Οὐ γὰρ δὴ οἰκίαι διορύττονται μόνον, ἀλλὰ καὶ τάφοι ἀναῤῥήγνυνται καὶ θῆκαι. Τί οὖν ἀθλιώτερον τούτου γένοιτ' ἂν, ὅταν μηδὲ θάνατος αὐτῷ παρέχῃ τὴν ἄδειαν ταύτην, ἀλλὰ τὸ δείλαιον ἐκεῖνο σῶμα οὐδὲ ζωῆς ἀποστερηθὲν ἀπήλλακται τῶν ἐν τῇ ζωῇ κακῶν, τῶν τὰ τοιαῦτα κακουργούντων καὶ πρὸς κόνιν καὶ τέφραν ἐπειγομένων πολεμεῖν, καὶ πολλῷ χαλεπώτερον, ἢ ἡνίκα ἔζη; Τότε μὲν γὰρ εἰς ταμιεῖον εἰσιόντες, τὰ κιβώτια μὲν ἐκίνουν, τοῦ σώματος δὲ ἀπείχοντο, καὶ οὐκ ἂν τοσαῦτα ἔλαβον, ὡς καὶ αὐτὸ γυμνῶσαι τὸ σῶμα· νυνὶ δὲ οὐδὲ τούτων ἀπέχονται αἱ μιαραὶ τῶν τυμβωρύχων χεῖρες, ἀλλὰ κινοῦσιν αὐτὸ καὶ περιστρέφουσι, καὶ μετὰ πολλῆς ὠμότητος ἐνυβρίζουσι. Μετὰ γὰρ τὸ παραδοθῆναι τῇ γῇ, γυμνὸν καὶ τῆς ἐκεῖθεν περιβολῆς καὶ τῆς ἀπὸ τῶν ἱματίων ποιήσαντες, οὕτως ἀφιᾶσιν ἐῤῥῖφθαι. Τίς οὖν οὕτω πολέμιος, ὡς ὁ πλοῦτος, ζώντων μὲν καὶ τὴν ψυχὴν ἀπολλὺς, τελευτησάντων δὲ καὶ τὸ σῶμα ἐνυβρίζων, καὶ οὐδὲ τῇ γῇ κρύπτεσθαι συγχωρῶν; ὃ κοινὸν καὶ τῶν καταδίκων ἐστὶ, καὶ τῶν ἐπὶ τοῖς αἰσχίστοις ἑαλωκότων. Ἐκείνους μὲν γὰρ τοῦ θανάτου τὴν δίκην ἀπαιτήσαντες οἱ νομοθέται, οὐδὲν περαιτέρω περιεργάζονται· τούτους δὲ ὁ πλοῦτος καὶ μετὰ θάνατον πικροτάτην ἀπαιτεῖ δίκην, γυμνοὺς προτιθεὶς καὶ ἀτάφους, θέαμα δεινὸν καὶ ἐλεεινόν. Καὶ γὰρ τῶν ἀπὸ ψήφου τοῦτο πασχόντων καὶ θυμοῦ δικαστικοῦ χαλεπώτερα οὗτοι πάσχουσιν. Ἐκεῖνοι μὲν γὰρ μίαν τὴν πρώτην καὶ δευτέραν ἡμέραν μείναντες ἄταφοι, τῇ γῇ παραδίδονται· οὗτοι δὲ ὅταν παραδοθῶσι τῇ γῇ, τότε γυμνοῦνται καὶ ὑβρίζονται. Εἰ δὲ μὴ καὶ τὴν θήκην λαβόντες ἀπέρχονται οἱ λῃσταὶ, οὐκέτι τῷ πλούτῳ χάρις, ἀλλὰ τῇ πενίᾳ κἀνταῦθα· αὕτη γὰρ αὐτὴν φυλάττει· ὡς εἴ γε καὶ ταύτην ἐνεχειρίσαμεν τῷ πλούτῳ, καὶ ἀφέντες ἀπὸ λίθου κατασκευάζειν αὐτὴν, ἐχαλκεύσαμεν ἀπὸ χρυσοῦ, καὶ ταύτην ἂν ἀπωλέσαμεν. Οὕτως ἄπιστον πρᾶγμα ὁ πλοῦτος, καὶ οὐ τῶν ἐχόντων τοσοῦτόν ἐστιν, ὅσον τῶν ἁρπάζειν ἐπιχειρούντων. Ὥστε περιττὸς ὁ λόγος ἐκεῖνος ὁ σπουδάζων δεικνύναι ὅτι δυσχείρωτον ὁ πλοῦτος, ὅπου οὐδὲ ἐν τῇ ἡμέρᾳ τῆς τελευτῆς τυγχάνουσιν ἀσφαλείας οἱ τοῦτον ἔχοντες. Καίτοι γε τίς πρὸς τὸν ἀπελθόντα οὐ καταλλάττεται, κἂν θηρίον ᾖ, κἂν δαίμων, κἂν ὁστισοῦν; καὶ γὰρ ἡ θέα ἱκανὴ καὶ τὸν σφόδρα σιδηροῦν καὶ ἀνάλγητον ἐπικάμψαι. Διά τοι τοῦτο, ὅταν τις ἴδῃ νεκρὸν, κἂν ἐχθρὸν ἴδῃ, κἂν πολέμιον, μετὰ τῶν φιλτάτων δακρύει· καὶ ἡ μὲν ὀργὴ μετὰ τῆς ζωῆς σβέννυται, ὁ δὲ ἔλεος ἐπεισάγεται. Καὶ οὐκ ἄν τις ἐπὶ κήδους καὶ ἐκφορᾶς διαγνοίη τὸν ἐχθρὸν, καὶ τὸν οὐ τοιοῦτον· οὕτως ἅπαντες τὴν κοινὴν αἰδοῦνται φύσιν, καὶ τοὺς περὶ αὐτὴν εἰσενεχθέντας νόμους. Ἀλλ' ὁ πλοῦτος, οὐδὲ τούτου τυχὼν, ἀφίησι τὴν ὀργὴν τοῖς κτησαμένοις αὐτὸν, ἀλλὰ καὶ τοὺς οὐδὲν ἠδικημένους τοῦ τετελευτηκότος ἐχθροὺς καθίστησιν, εἴ γε τὸ νεκρὸν σῶμα γυμνοῦν, τῶν σφόδρα ἐχθρῶν καὶ πολεμίων ἐστί. Καὶ ἡ μὲν φύσις καὶ τοὺς ἐχθροὺς αὐτῷ καταλλάττει τότε, ὁ δὲ πλοῦτος καὶ τοὺς οὐδὲν ἔχοντας ἐγκαλεῖν ἐκπολεμοῖ, καὶ ἐν ἐρημίᾳ πολλῇ τὸ σῶμα αἰκίζεται. Καίτοι πολλὰ ἐκεῖ τὰ δυνάμενα ἐπισπάσασθαι πρὸς οἶκτον, αὐτὸ τὸ νεκρὸν εἶναι, τὸ ἀκίνητον, τὸ πρὸς γῆν ὁδεύειν καὶ φθορὰν, τὸ μηδένα παρεῖναι τὸν βοηθήσοντα. Ἀλλ' οὐδὲν τούτων κατακλᾷ τοὺς μιαροὺς ἐκείνους διὰ τὴν ἀπὸ τῆς πονηρᾶς ἐπιθυμίας τυραννίδα. Ὁ γὰρ τῆς φιλοχρηματίας ἔρως, καθάπερ τις τύραννος ἀπηνὴς, ἐφέστηκεν ἐγκελευόμενος αὐτοῖς τὰ ἀπάνθρωπα ἐπιτάγματα ἐκεῖνα, καὶ θηρία ποιήσας, οὕτως ἐπὶ τὰς θήκας ἄγει. Καθάπερ γὰρ θηρία τοῖς τετελευτηκόσιν ἐπιτιθέμενοι, οὐδ' ἂν τῶν σαρκῶν ἀπέσχοντο, εἴ γέ που χρήσιμα ἦν αὐτοῖς τὰ μέλη. Τοιαῦτα ἀπολαύομεν τοῦ πλούτου, καὶ μετὰ τελευτὴν ὑβριζόμενοι, καὶ ταφῆς ἀποστερούμενοι, ἧς καὶ οἱ τὰ ἀνήκεστα τετολμηκότες ἀπολαύουσιν. Ἔτι οὖν, εἰπέ μοι, στέρξομεν αὐτὸν τὸν οὕτω πολέμιον; Μὴ, παρακαλῶ, μὴ, ἀδελφοὶ, ἀλλὰ φεύγωμεν ἀμεταστρεπτί· κἂν εἰς χεῖρας ἔλθῃ τὰς ἡμετέρας, μὴ κατέχωμεν ἔνδον, ἀλλὰ δήσωμεν αὐτὸν ταῖς τῶν πενήτων χερσί. Ταῦτα γὰρ αὐτὸν δύναται μᾶλλον τὰ δεσμὰ κατέχειν, καὶ ἐκ τῶν ταμιείων ἐκείνων οὐδέποτε διαφεύξεται, καὶ ὁ ἄπιστος οὗτος μένει λοιπὸν πιστὸς, χειροήθης, ἥμερος, τῇ τῆς ἐλεημοσύνης δεξιᾷ ταῦτα γενόμενος. Ἂν μὲν οὖν παραγένηταί ποτε ἡμῖν, ταύτῃ παραδῶμεν αὐτόν· ἂν δὲ μὴ παραγένηται, μὴ ζητῶμεν, μηδὲ ἄγχωμεν ἑαυτοὺς, μηδὲ τοὺς ἔχοντας μακαρίζωμεν. Ποῖος γὰρ οὗτος μακαρισμός; πλὴν εἰ μὴ καὶ τοὺς θηριομάχους ζηλωτοὺς εἶναι φαίης, ὅτι τὰ πολυτίμητα ἐκεῖνα θηρία κατακλείσαντες ἑαυτοῖς φυλάττουσιν οἱ τοὺς τοιούτους τιθέντες ἀγῶνας, αὐτοὶ μέντοι οὐ προσελθεῖν, οὐχ ἅψασθαι τολμῶντες, ἀλλ' ἀγωνιῶντες αὐτὰ καὶ τρέμοντες. Τοιοῦτον γάρ τι καὶ οἱ πλουτοῦντες πάσχουσιν, ὥσπερ θηρίον ἀπηνὲς ἐν τοῖς ταμιείοις κατακλείσαντες τὸν πλοῦτον, καὶ καθ' ἑκάστην παρ' αὐτοῦ τὴν ἡμέραν μυρία δεχόμενοι τὰ τραύματα, ἀπεναντίας τοῖς θηρίοις. Ἐκεῖνα μὲν γὰρ ὅταν ἐξαγάγῃς, τότε λυμαίνεται τοῖς ἀπαντῶσιν· οὗτος δὲ ὅταν συγκεκλεισμένος ᾖ καὶ φυλαττόμενος, τότε ἀπόλλυσι τοὺς κεκτημένους αὐτὸν καὶ φυλάττοντας. Ἀλλ' ἡμεῖς τὸ θηρίον τοῦτο ποιήσωμεν ἥμερον. Ἔσται δὲ ἥμερον, ἂν μὴ κατακλείωμεν αὐτὸ, ἀλλὰ ταῖς ἁπάντων τῶν δεομένων προσάγωμεν χερσίν. Οὕτω καὶ τὰ μέγιστα ἐντεῦθεν καρπωσόμεθα ἀγαθὰ, καὶ ἐν τῷ παρόντι βίῳ μετὰ ἀσφαλείας καὶ χρηστῆς ζῶντες ἐλπίδος, καὶ κατὰ τὴν μέλλουσαν ἡμέραν μετὰ παῤῥησίας ἱστάμενοι· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ, καὶ τὰ ἑξῆς.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg156.local001/.
