# In epistulam i ad Corinthios (homiliae 1-44) 6.1-17

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44), Εἴτε οὖν ἐγὼ, εἴτε ἐκεῖνοι, οὕτω κηρύσσομεν, καὶ οὕτως ἐπιστεύσατε.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-i-ad-corinthios-homiliae-1-44/6.1-17

Εἰ δὲ πλέον εἴρηκεν ἢ ἀπῄτει τοῦ πράγματος ἡ ὑπόθεσις, μὴ θαυμάσῃς· τὸν γὰρ Διδάσκαλον τὸν ἑαυτοῦ μιμούμενος, ταῦτα ποιεῖ. Καὶ γὰρ ὁμόνοιαν αὐτὸς δεῖξαι βουλόμενος πρὸς τὸν γεγεννηκότα, καὶ ὅτι οὐ παρὰ γνώμην αὐτοῦ ἀφῖκται, τοσοῦτον καταβαίνει, οὐχ ὅσον ἀπῄτει τῆς ὁμονοίας ἡ ἀπόδειξις, ἀλλ' ὅσον ἐδεῖτο τῶν παρόντων ἡ ἀσθένεια. Εὔχεται γὰρ τῷ γεγεννηκότι δι' οὐδὲν ἄλλο, ἢ διὰ τοῦτο, καὶ τὴν αἰτίαν τιθείς φησιν, Ἵνα πιστεύωσιν ὅτι σύ με ἀπέστειλας. Τοῦτον οὖν μιμούμενος καὶ ἐνταῦθα ἐκ περιουσίας τῇ λέξει κέχρηται, οὐχ ἵνα δουλείαν κατηναγκασμένην ὑποπτεύσῃς, ἄπαγε, ἀλλ' ἵνα τὰ ἄτοπα ἐκεῖνα δόγματα ἐκ περιουσίας ἐκβάλῃ. Καὶ γὰρ ὅταν βούληταί τι πρόῤῥιζον ἀνασπάσαι, πολλῇ κέχρηται τῇ περιουσίᾳ. Οὕτω γοῦν καὶ περὶ γυναικὸς πιστῆς λέγων καὶ ἀνδρὸς ἀπίστου ὁμιλούντων ἀλλήλοις νόμῳ γάμου, ἵνα μὴ νομίσῃ ἡ γυνὴ μολύνεσθαι ἀπὸ τῆς μίξεως καὶ τῶν περιπλοκῶν τῶν περὶ τὸν ἄπιστον, οὐκ εἶπεν, ὅτι οὐκ ἔστιν ἀκάθαρτος ἡ γυνὴ, οὐδ', ὅτι οὐδὲν βλάπτεται παρὰ τοῦ ἀπίστου, ἀλλ', ὃ πολλῷ πλέον ἦν, ὅτι καὶ ὁ ἄπιστος ἡγίασται δι' αὐτῆς, οὐ τοῦτο δεῖξαι βουλόμενος, ὅτι ὁ Ἕλλην ἅγιος ἐγένετο ἐξ ἐκείνης, ἀλλὰ τῇ ὑπερβολῇ τοῦ ῥήματος τὸν φόβον αὐτῆς ἐκλῦσαι σπεύδων. Οὕτω καὶ ἐνταῦθα τῇ περιουσίᾳ τῆς λέξεως τὸ ἀσεβὲς ἐκεῖνο δόγμα ἀνελεῖν ἐσπουδακὼς, εἶπεν ὅπερ εἴρηκεν. Ὥσπερ γὰρ ἀσθενῆ τὸν Υἱὸν ὑποπτεύειν, τῆς ἐσχάτης παρανομίας ἐστί· διόπερ αὐτὸ διορθοῦται λέγων, ὅτι Πάντας τοὺς ἐχθροὺς αὐτοῦ θήσει ὑπὸ τοὺς πόδας αὐτοῦ· οὕτω πάλιν ἀσεβέστερον τούτου τὸ ἐλάττονα νομίζειν τὸν Πατέρα. Διὸ καὶ αὐτὸ μετὰ πολλῆς ἀναιρεῖ τῆς ὑπερβολῆς. Καὶ ὅρα πῶς αὐτὸ τίθησιν· οὐ γὰρ εἶπεν, Ἐκτὸς τοῦ ὑποτάξαντος, ἁπλῶς, ἀλλὰ, Δῆλον ὅτι. Εἰ γὰρ καὶ ὡμολόγηται, φησὶν, ἀλλ' ὅμως ἀσφαλίζομαι. Καὶ ἵνα μάθῃς, ὅτι αὕτη ἐστὶν ἡ αἰτία τῶν εἰρημένων, ἐκεῖνο ἄν σε ἐροίμην· Ἆρα προσθήκη γίνεται ὑποταγῆς τότε τῷ Υἱῷ; καὶ πῶς οὐκ ἄτοπον καὶ Θεοῦ ἀνάξιον; ἡ γὰρ μεγίστη ὑποταγὴ καὶ ὑπακοὴ αὕτη, τὸ τὸν Θεὸν ὄντα δούλου μορφὴν λαβεῖν. Πῶς οὖν τότε ὑποταγήσεται; Ὁρᾷς ὅτι τὴν ἄτοπον ὑποψίαν ἀναιρῶν, τοῦτο τέθεικε, καὶ τοῦτο δὲ μετὰ τῆς προσηκούσης ὑπονοίας; Ὡς γὰρ Υἱῷ προσήκει καὶ Θεῷ, οὕτως ὑπακούει, οὐκ ἀνθρωπίνως, ἀλλ' ἐλευθεριάζων καὶ ἐξουσίαν πᾶσαν ἔχων. Ἐπεὶ πῶς σύνθρονος; πῶς ὡς ὁ Πατὴρ ἐγείρει, οὕτω καὶ αὐτὸς οὓς θέλει; πῶς τὰ τοῦ Πατρὸς, αὐτοῦ πάντα, καὶ τὰ αὐτοῦ, τοῦ Πατρός; Ταῦτα γὰρ ἐξουσίαν ἀπηκριβωμένην πρὸς τὸν γεγεννηκότα ἡμῖν ἐνδείκνυται. Τί δέ ἐστι, Ὅταν παραδῷ τὴν βασιλείαν; Βασιλείας τοῦ Θεοῦ δύο οἶδεν ἡ Γραφὴ, τὴν μὲν κατ' οἰκείωσιν, τὴν δὲ κατὰ δημιουργίαν. Βασιλεύει μὲν γὰρ ἁπάντων, καὶ Ἑλλήνων καὶ Ἰουδαίων καὶ δαιμόνων καὶ τῶν ἀντιτεταγμένων, κατὰ τὸν τῆς δημιουργίας λόγον· βασιλεύει δὲ τῶν πιστῶν καὶ ἑκόντων καὶ ὑποτεταγμένων, κατὰ τὸν τῆς οἰκειώσεως. Αὕτη ἡ βασιλεία καὶ ἀρχὴν ἔχειν λέγεται· περὶ γὰρ ταύτης φησὶ καὶ ἐν τῷ δευτέρῳ ψαλμῷ· Αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου· περὶ ταύτης καὶ αὐτὸς εἴρηκε τοῖς μαθηταῖς· Ἐδόθη μοι πᾶσα ἐξουσία ὑπὸ τοῦ Πατρός μου, τῷ γεγεννηκότι ἅπαντα ἀνατιθεὶς, οὐχ ὡς αὐτὸς οὐκ ἀρκῶν, ἀλλὰ δεικνὺς ὅτι Υἱός ἐστι, καὶ οὐχὶ ἀγέννητος. Ταύτην οὖν παραδίδωσι, τουτέστι, κατορθοῖ. Τί ποτ' οὖν περὶ τοῦ Πνεύματος, φησὶν, οὐδὲν εἴρηκεν; Ὅτι οὐ περὶ τούτου ὁ λόγος αὐτῷ ἦν νῦν, οὐδὲ ὁμοῦ πάντα συγχεῖ· ἐπεὶ καὶ ὅταν λέγῃ, Εἷς ὁ Θεὸς ὁ Πατὴρ, καὶ εἷς Κύριος Ἰησοῦς, οὐ πάντως ἔλαττον ἀφεὶς εἶναι τὸ Πνεῦμα, διὰ τοῦτο σιγᾷ, ἀλλ' ἐπειδὴ τέως οὐ κατήπειγε, τοῦτο εἶπεν. Οἶδε γὰρ καὶ τοῦ Πατρὸς μεμνῆσθαι μόνου, καὶ οὐ διὰ τοῦτο τὸν Υἱὸν ἐκβαλοῦμεν· οἶδε καὶ τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος μόνου, καὶ οὐ διὰ τοῦτο τὸν Πατέρα ἀθετήσομεν. Τί δέ ἐστιν, Ἵνα ᾖ ὁ Θεὸς τὰ πάντα ἐν πᾶσιν; Ἵνα ἅπαντα εἰς αὐτὸν ἀνηρτημένα ᾖ, ἵνα μὴ δύο τις ἀρχὰς ἀνάρχους ὑποπτεύῃ, μηδὲ ἑτέραν βασιλείαν ἀπεσχισμένην. Ὅταν γὰρ οἱ μὲν ἐχθροὶ ὑπὸ τοὺς πόδας ὦσι κείμενοι τοῦ Παιδὸς, ὁ δὲ ἔχων αὐτοὺς ὑπὸ πόδας ἐῤῥιμμένους μὴ στασιάζῃ πρὸς τὸν γεγεννηκότα, ἀλλ' ὁμονοῇ μετὰ πολλῆς τῆς ἀκριβείας, αὐτὸς ἔσται τὰ πάντα ἐν πᾶσι. Τινὲς δὲ τῆς κακίας τὴν ἀναίρεσιν δηλοῦντα τοῦτο αὐτὸν εἰρηκέναι φασὶν, ὡς πάντων εἰκόντων λοιπὸν καὶ οὐδενὸς ἀνθισταμένου οὐδὲ πονηρευομένου. Ὅταν γὰρ ἁμαρτία μὴ ᾖ, εὔδηλον ὅτι ὁ Θεὸς ἔσται τὰ πάντα ἐν πᾶσιν. Εἰ δὲ μὴ ἀνίστανται τὰ σώματα, πῶς ταῦτα ἀληθῆ; ὁ γὰρ χαλεπώτατος ἐχθρὸς ἁπάντων θάνατος μένει ἀνύσας ὅπερ ἠθέλησεν. Οὐχὶ, φησίν· οὐδὲ γὰρ ἁμαρτήσονται λοιπὸν, φησί. Καὶ τί τοῦτο; οὐδὲ γὰρ περὶ τοῦ θανάτου τῆς ψυχῆς, ἀλλὰ περὶ τοῦ σωματικοῦ διαλέγεται ἐνταῦθα. Πῶς οὖν καταργεῖται; νίκη γὰρ τοῦτό ἐστι, τὸ τὰ ἀφαιρεθέντα καὶ κατεχόμενα λαβεῖν. Εἰ δὲ μέλλει κατέχεσθαι ἐν τῇ γῇ τὰ σώματα, ἄρα μένει αὐτοῦ ἡ τυραννὶς, τούτων μὲν κατεχομένων, ἑτέρου δὲ οὐκ ὄντος σώματος ἔνθα ἡττηθήσεται. Ἂν δὲ τοῦτο, ὅπερ εἶπεν ὁ Παῦλος, γένηται, ὥσπερ οὖν καὶ γενήσεται, καὶ λαμπρὰ ἡ νίκη φανεῖται τοῦ Θεοῦ δυνηθέντος ἀναστῆσαι τὸ κατασχεθέντα ὑπ' αὐτοῦ σώματα. Ἐπεὶ καὶ πολέμιον τότε τις νικᾷ, ὅταν λάβῃ τὰ σκῦλα, οὐχ ὅταν ἀφῇ παρ' αὐτῷ μένειν· εἰ δὲ μή τις τολμῴη τὰ αὐτοῦ λαβεῖν, πῶς ἂν φαίημεν αὐτὸν ἡττηθῆναι;

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg156.local001/.
